§6.13#1Σκοπεῖν δὲ καὶ εἴ τινος ὁρισμὸν ἀποδιδοὺς τάδε ἢ τὸ ἐκ τούτων ἢ τόδε μετὰ τοῦδε ὡρίσατο.
还须考察,在给出某物的定义时,他是否将其定义为“这些事物”、或“由这些事物所组成者”、或“此物与彼物的结合”。
Εἰ μὲν γὰρ τάδε, συμβήσεται ἀμφοῖν καὶ μηδετέρῳ ὑπάρχειν, οἷον εἰ τὴν δικαιοσύνην σωφροσύνην καὶ ἀνδρίαν ὡρίσατο·
因为如果是定义为“这些事物”,就会导致它既属于两者,又属于两者中的任何一个都不属于;例如,如果他把正义定义为“节制与勇敢”。
δύο γὰρ ὄντων ἐὰν ἑκάτερος θάτερον ἔχῃ, ἀμφότεροι δίκαιοι ἔσονται καὶ οὐδέτερος, ἐπειδὴ ἀμφότεροι μὲν ἔχουσι δικαιοσύνην, ἑκάτερος δ᾿ οὐκ ἔχει.
因为如果有两个人,各自只具有其中之一,那么两人合起来就会是正义的,而各自却都不是,因为两人合起来具有正义,而各自却不具有。
Εἰ δὲ μήπω τὸ εἰρημένον σφόδρα ἄτοπον διὰ τὸ καὶ ἐπ᾿ ἄλλων συμβαίνειν τὸ τοιοῦτον (οὐδὲν γὰρ κωλύει ἀμφοτέρους ἔχειν μνᾶν μηδετέρου ἔχοντος), ἀλλ᾿ οὖν τό γε τἀναντία ὑπάρχειν αὐτοῖς παντελῶς ἄτοπον ἂν δόξειεν εἶναι.
如果刚才所说的由于在其他情况下也会发生类似的事情(因为没有什么阻碍两人合起来有一米纳,而各自都没有)还算不上极度荒谬,那么至少,相反的性质属于他们则似乎是完全荒谬的。
Συμβήσεται δὲ τοῦτο, ἐὰν ὁ μὲν αὐτῶν σωφροσύνην καὶ δειλίαν ἔχῃ, ὁ δὲ ἀνδρίαν καὶ ἀκολασίαν·
而如果其中一人具有节制和懦弱,另一人具有勇敢和放纵,就会发生这种情况;因为两人合起来将同时具有正义和非正义。
ἄμφω γὰρ δικαιοσύνην καὶ ἀδικίαν ἕξουσιν. Εἰ γὰρ ἡ δικαιοσύνη σωφροσύνη καὶ ἀνδρία ἐστίν, ἡ ἀδικία δειλία καὶ ἀκολασία ἔσται.
因为如果正义是节制和勇敢,非正义就会是懦弱和放纵。
Ὅλως τε ὅσα ἔστιν ἐπιχειρεῖν ὅτι οὐ ταὐτόν ἐστι τὰ μέρη καὶ τὸ ὅλον, πάντα χρήσιμα πρὸς τὸ νῦν εἰρημένον· ἔοικε γὰρ ὁ οὕτως ὁριζόμενος τὰ μέρη τῷ ὅλῳ ταὐτὰ φάσκειν εἶναι.
总之,所有可用来论证部分与整体不相同的论点,对于现在所说的话都是有用的;因为这样定义的人似乎在声称部分与整体是相同的。
Μάλιστα δ᾿ οἰκεῖοι γίνονται οἱ λόγοι, ἐφ᾿ ὅσων κατάδηλός ἐστιν ἡ τῶν μερῶν σύνθεσις, καθάπερ ἐπ᾿ οἰκίας καὶ τῶν ἄλλων τῶν τοιούτων· δῆλον γὰρ ὅτι τῶν μερῶν ὄντων οὐδὲν κωλύει τὸ ὅλον μὴ εἶναι, ὥστ᾿ οὐ ταὐτὸν τὰ μέρη τῷ ὅλῳ.
这些论点在那些部分合成显而易见的情况下最为切合,例如房屋以及其他此类事物;因为显然,在部分存在时,没有什么阻碍整体不存在,因此部分与整体不是相同的。
Εἰ δὲ μὴ ταῦτα ἀλλὰ τὸ ἐκ τούτων ἔφησεν εἶναι τὸ ὁριζόμενον, πρῶτον μὲν ἐπισκοπεῖν εἰ μὴ πέφυκεν ἓν γίνεσθαι εκ τῶν εἰρημένων· ἔνια γὰρ οὕτως ἔχει πρὸς ἄλληλα ὥστε μηδὲν ἐξ αὐτῶν γίνεσθαι, οἷον γραμμὴ καὶ ἀριθμός.
但如果他声称被定义者不是这些事物,而是“由这些事物所组成者”,首先须考察所说的事物是否天生不能结合成一个单一之物;因为有些事物彼此间的关系是无法由它们形成任何东西的,例如线和数。
Ἔτι εἰ τὸ μὲν ὡρισμένον ἐν ἑνί τινι πέφυκε τῷ πρώτῳ γίνεσθαι, ἐξ ὧν δ᾿ ἔφησεν αὐτὸ εἶναι, μὴ ἐν ἑνὶ τῷ πρώτῳ, ἀλλ᾿ ἑκάτερον ἐν ἑκατέρῳ· δῆλον γὰρ ὅτι οὐκ ἂν εἴη ἐκ τούτων ἐκεῖνο· ἐν οἷς γὰρ τὰ μέρη, καὶ τὸ ὅλον ἀνάγκη ὑπάρχειν, ὥστ᾿ οὐκ ἐν ἑνὶ τὸ ὅλον πρώτῳ, ἀλλ᾿ ἐν πλείοσιν.
此外,看被定义者是否天生首要地存在于某一个事物中,而他所说组成被定义者的那些要素却并不存在于某一个首要事物中,而是各自存在于不同的事物中;因为显然,前者不会是由这些要素组成的;因为部分存在的地方,整体也必须存在,因而整体就不是存在于一个首要事物中,而是存在于多个事物中。
Εἰ δὲ καὶ τὰ μέρη καὶ τὸ ὅλον ἐν ἑνί τινι πρώτῳ, σκοπεῖν εἰ μὴ ἐν τῷ αὐτῷ ἀλλ᾿ ἐν ἑτέρῳ τὸ ὅλον καὶ ἐν ἑτέρῳ τὰ μέρη.
如果部分和整体都存在于某一个首要事物中,看它们是否不存在于同一个事物中,而是整体存在于这一个,部分存在于另一个。
Πάλιν εἰ τῷ ὅλῳ συμφθείρεται τὰ μέρη· ἀνάπαλιν γὰρ δεῖ συμβαίνειν, τῶν μερῶν φθαρέντων φθείρεσθαι τὸ ὅλον· τοῦ δ᾿ ὅλου φθαρέντος οὐκ ἀναγκαῖον καὶ τὰ μέρη ἐφθάρθαι.
再次,看部分是否随着整体的消灭而消灭;因为应当发生相反的情况,即部分消灭时整体消灭,而整体消灭时,部分并不必然消灭。
Ἢ εἰ τὸ μὲν ὅλον ἀγαθὸν ἢ κακόν, τὰ δὲ μηδέτερα, ἢ ἀνάπαλιν τὰ μὲν ἀγαθὰ ἢ κακά, τὸ δ᾿ ὅλον μηδέτερον· οὔτε γὰρ ἐκ μηδετέρου δυνατὸν ἢ ἀγαθόν τι ἢ κακὸν γενέσθαι, οὔτ᾿ ἐκ κακῶν ἢ ἀγαθῶν μηδέτερον.
或者,看整体是善或恶,而部分两者都不是,或者相反,部分是善或恶,而整体两者都不是;因为既不可能从两者都不是的事物中产生某种善或恶,也不可能从恶或善的事物中产生两者都不是的事物。
Ἣ εἰ μᾶλλον μὲν θάτερον ἀγαθὸν ἢ θάτερον κακόν, τὸ δ᾿ ἐκ τούτων μὴ μᾶλλον ἀγαθὸν ἢ κακόν, οἷον εἰ ἡ ἀναίδεια ἐξ ἀνδρίας καὶ ψευδοῦς δόξης.
或者,看是否其中一者为善的程度大于另一者为恶的程度,而由它们所组成者却没有更为善或恶;例如,如果厚颜无耻是由勇敢和虚假意见组成的。
Μᾶλλον γὰρ ἀγαθὸν ἡ ἀνδρία ἢ κακὸν ἡ ψευδὴς δόξα· ἔδει οὖν καὶ τὸ ἐκ τούτων ἀκολουθεῖν τῷ μᾶλλον, καὶ εἶναι ἢ ἁπλῶς ἀγαθὸν ἢ μᾶλλον ἀγαθὸν ἢ κακόν.
因为勇敢为善的程度,要大于虚假意见为恶的程度;因此,由它们所组成者也应当随顺那“更大者”,要么是单纯的善,要么是善多于恶。
Ἢ τοῦτο μὲν οὐκ ἀναγκαῖον, ἐὰν μὴ ἑκάτερον ᾖ καθ᾿ αὑτὸ ἀγαθὸν ἢ κακόν·
或者,除非每一要素自身就是善或恶,否则这并不是必然的?
πολλὰ γὰρ τῶν ποιητικῶν καθ᾿ αὑτὰ μὲν οὐκ ἔστιν ἀγαθά, μιχθέντα δέ, ἢ ἀνάπαλιν, ἑκάτερον μὲν ἀγαθόν, μιχθέντα δὲ κακὸν ἢ οὐδέτερον.
因为许多产生性的事物自身并不是善,但混合起来就是,或者相反,每一要素都是善,但混合起来却是恶或两者都不是。
Μάλιστα δὲ καταφανὲς τὸ νῦν ῥηθὲν ἐπὶ τῶν ὑγιεινῶν καὶ νοσωδῶν· ἔνια γὰρ τῶν φαρμάκων οὕτως ἔχει ὥσθ᾿ ἑκάτερον μὲν εἶναι ἀγαθόν, ἐὰν δ᾿ ἄμφω δοθῇ μιχθέντα, κακόν.
刚才所说的在有益于健康和导致疾病的事物中最显而易见;因为有些药物是这样的:每一单用都是善,但如果两者混合服用,就是恶。