Humanitext Reader

亚里士多德 · 论题篇 §6.12

属差与关系词定义中的缺陷及目的倒置

第 70 段,共 94 段 · 希腊语

内容简介

亚里士多德论述了定义属差时的缺陷、混入不存在的对象、关系词定义中的不当表述、将事物本身的定义混同于其良好状态的定义,以及将自身即值得追求的事物定义为因他物而被追求的错误。

§6.12Εἰ δὲ τῆς διαφορᾶς τὸν ὅρον ἀποδέδωκε, σκοπεῖν εἰ καὶ ἄλλου τινὸς κοινὸς ὁ ἀποδοθεὶς ὅρος, οἷον ὅταν περιττὸν ἀριθμὸν ἀριθμὸν μέσον ἔχοντα εἴπῃ, ἐπιδιοριστέον τὸ πῶς μέσον ἔχοντα.
而如果他给出了属差的定义,须考察所给出的定义是否也对其他某些事物是共同的,例如当他把奇数说成是“具有中间的数”时,必须进一步限定“如何具有中间”。
Ὁ μὲν γὰρ ἀριθμὸς κοινὸς ἐν ἀμφοτέροις τοῖς λόγοις ὑπάρχει, τοῦ δὲ περιττοῦ μετείληπται ὁ λόγος.
因为“数”在两个言明中是共同存在的,而“奇数”的定义则被替换了。
Ἔχει δὲ καὶ γραμμὴ καὶ σῶμα μέσον, οὐ περιττὰ ὄντα.
然而,线和立体也具有中间,但它们并不是奇数。
Ὥστ᾿ οὐκ ἂν εἴη ὁρισμὸς οὗτος τοῦ περιττοῦ.
因此,这不会是奇数的定义。
Εἰ δὲ πολλαχῶς λέγεται τὸ μέσον ἔχον, διοριστέον τὸ πῶς μέσον ἔχον.
而如果“具有中间”有多种解释,则必须限定其如何具有中间。
Ὥστ᾿ ἢ ἐπιτίμησις ἔσται, ἢ συλλογισμὸς ὅτι οὐχ ὥρισται.
因此,要么会产生非难,要么会推论出他没有做出定义。
Πάλιν εἰ οὗ μὲν τὸν λόγον ἀποδίδωσι τῶν ὄντων ἐστί, τὸ δ᾿ ὑπὸ τὸν λόγον μὴ τῶν ὄντων, οἷον εἰ τὸ λευκὸν ὡρίσατο χρῶμα πυρὶ μεμιγμένον·
再次,看他给出定义的那个对象是否属于存在的事物,而该定义所涵盖的东西却不属于存在的事物;例如,如果他把白色定义为“与火相混合的颜色”。
ἀδύνατον γὰρ τὸ ἀσώματον μεμῖχθαι σώματι, ὥστ᾿ οὐκ ἂν εἴη χρῶμα πυρὶ μεμιγμένον· λευκὸν δ᾿ ἔστιν.
因为无形体者与有形体者相混合是不可能的,所以不可能有“与火相混合的颜色”,然而白色是存在的。
Ἔτι ὅσοι μὴ διαιροῦσιν ἐν τοῖς πρός τι πρὸς ὃ λέγεται, ἀλλ᾿ ἐν πλείοσι περιλαβόντες εἶπαν, ἢ ὅλως ἢ ἐπί τι ψεύδονται, οἷον εἴ τις τὴν ἰατρικὴν ἐπιστήμην ὄντος εἶπεν.
此外,凡是在关系词中不区分它是对什么而言,而是将其囊括在更宽泛的范围内来表述的人,要么完全说谎,要么部分说谎;例如,如果有人把医学说成是“关于存在者的科学”。
Εἰ μὲν γὰρ μηδενὸς τῶν ὄντων ἡ ἰατρικὴ ἐπιστήμη, δῆλον ὅτι ὅλως ἔψευσται, εἰ δὲ τινὸς μὲν τινὸς δὲ μή, ἐπί τι ἔψευσται· δεῖ γὰρ παντός, εἴπερ καθ᾿ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς ὄντος εἶναι λέγεται, καθάπερ ἐπὶ τῶν ἄλλων ἔχει τῶν πρός τι· πᾶν γὰρ ἐπιστητὸν πρὸς ἐπιστήμην λέγεται.
因为如果医学不属于任何存在之物的科学,显然他完全说谎了;如果它是关于某些事物的科学,而关于另一些则不是,他就是部分说谎了;因为,如果是基于自身而非偶然地被称为关于存在者的科学,那么正如在其他关系词中那样,它必须是关于一切存在者的科学;因为一切可知者都是相对于科学而言的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ἐπειδὴ ἀντιστρέφει πάντα τὰ πρός τι.
对于其他关系词也是如此,因为所有关系词都是相互转化的。
Ἔτι εἴπερ ὁ μὴ καθ᾿ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς τὴν ἀπόδοσιν ποιούμενος ὀρθῶς ἀποδίδωσιν, οὐ πρὸς ἓν ἀλλὰ πρὸς πλείω ἕκαστον ἂν τῶν πρός τι λέγοιτο.
此外,如果那不按自身(本质)而是偶然地给出定义的人是正确的话,那么每个关系词就不仅是对一个事物而言,而是对多个事物而言了。
Οὐδὲν γὰρ κωλύει τὸ αὐτὸ καὶ ὂν καὶ λευκὸν καὶ ἀγαθὸν εἶναι, ὥστε πρὸς ὁποιονοῦν τούτων ἀποδιδοὺς ὀρθῶς ἂν εἴη ἀποδιδούς, εἴπερ ὁ κατὰ συμβεβηκὸς ἀποδιδοὺς ὀρθῶς ἀποδίδωσιν.
因为没有什么阻碍同一个事物既是存在者、又是白色的、也是善的,所以如果偶然地给出定义是正确的话,那么无论对其中哪一个给出定义,他都会是正确地给出的。
Ἔτι δ᾿ ἀδύνατον τὸν τοιοῦτον λόγον ἴδιον τοῦ ἀποδοθέντος εἶναι· οὐ γὰρ μόνον ἡ ἰατρικὴ ἀλλὰ καὶ τῶν ἄλλων ἐπιστημῶν αἱ πολλαὶ πρὸς ὂν λέγονται, ὥσθ᾿ ἑκάστη ὄντος ἐπιστήμη ἔσται.
此外,这种定义公式不可能是所给出对象的特有属性;因为不仅医学,而且大多数其他科学也是相对于存在者而言的,因而每一种科学都将是“关于存在者的科学”。
Δῆλον οὖν ὅτι ὁ τοιοῦτος οὐδεμιᾶς ἐστὶν ἐπιστήμης ὁρισμός· ἴδιον γὰρ καὶ οὐ κοινὸν δεῖ τὸν ὁρισμὸν εἶναι.
因此,显然这种定义并不是任何一种科学的定义;因为定义应当是特有的,而不是共同的。
Ἐνίοτε δ᾿ ὁρίζονται οὐ τὸ πρᾶγμα, ἀλλὰ τὸ πρᾶγμα εὖ ἔχον ἢ τετελεσμένον.
有时,人们定义的不是事物本身,而是处于良好状态或完成状态的事物。
Τοιοῦτος δ᾿ ὁ τοῦ ῥήτορος καὶ ὁ τοῦ κλέπτου ὅρος, εἴπερ ἐστὶ ῥήτωρ μὲν ὁ δυνάμενος τὸ ἐν ἑκάστῳ πιθανὸν θεωρεῖν καὶ μηδὲν παραλείπειν, κλέπτης δ᾿ ὁ λάθρᾳ λαμβάνων· δῆλον γὰρ ὅτι τοιοῦτος ὢν ἑκάτερος ὁ μὲν ἀγαθὸς ῥήτωρ ὁ δ᾿ ἀγαθὸς κλέπτης ἔσται· οὐ γὰρ ὁ λάθρᾳ λαμβάνων ἀλλ᾿ ὁ βουλόμενος λάθρᾳ λαμβάνειν κλέπτης ἐστίν.
雄辩家和窃贼的定义就是如此,如果雄辩家是“能够观察每一事物中的说服因素且无所遗漏的人”,而窃贼是 “暗中拿取的人”;因为显然,如果各自是这样的人,前者将是“优秀的雄辩家”,后者将是“优秀的窃贼”;因为不是暗中拿取的人,而是意图暗中拿取的人才是窃贼。
Πάλιν εἰ τὸ δι᾿ αὑτὸ αἱρετὸν ὡς ποιητικὸν ἢ πρακτικὸν ἢ ὁπωσοῦν δι᾿ ἄλλο αἱρετὸν ἀποδέδωκεν, οἷον τὴν δικαιοσύνην νόμων σωστικὴν εἰπὼν ἢ τὴν σοφίαν ποιητικὴν εὐδαιμονίας· τὸ γὰρ ποιητικὸν ἢ σωστικὸν τῶν δι᾿ ἄλλο αἱρετῶν.
再次,看他是否把因其自身而被选择的事物,作为产生性的、实践性的、或以任何方式因他物而被选择的事物来给出定义;例如,把正义说成是“法律的维护者”,或把智慧说成是“幸福的生产者”;因为产生性的或维护性的事物,是属于因他物而被选择的事物。
Ἢ οὐδὲν μὲν κωλύει τὸ δι᾿ αὑτὸ αἱρετὸν καὶ δι᾿ ἄλλο εἶναι αἱρετόν, οὐ μὴν ἀλλ᾿ οὐδὲν ἧττον ἡμάρτηκεν ὁ οὕτως ὁρισάμενος τὸ δι᾿ αὑτὸ αἱρετόν· ἑκάστου γὰρ τὸ βέλτιστον ἐν τῇ οὐσίᾳ μάλιστα, βέλτιον δὲ τὸ δι᾿ αὑτὸ αἱρετὸν εἶναι τοῦ δι᾿ ἕτερον, ὥστε τοῦτο καὶ τὸν ὁρισμὸν ἔδει μᾶλλον σημαίνειν.
或者,虽然没有什么能阻碍因自身而被选择的事物也因他物而被选择,但无论如何,把因自身而被选择的事物这样定义的人还是犯了同样的错误;因为对每一事物而言,最好的东西最存在于其本质中,而因自身而被选择要好于因他物而被选择,所以定义也应当更表明这一点。

词汇与语法注释

  1. 6.12τοῦ δὲ περιττοῦ μετείληπται ὁ λόγος — 动词 `μεταλαμβάνω` 意为“替换”,此处以完成时被动单数第三人称 `μετείληπται` 的形式出现。属格 `τοῦ περιττοῦ` 表示被替换的对象。`ὁ λόγος` 指“定义公式”,是该句的主语。整句意为“奇数的定义已被替换(在此指被替换为‘具有中间的数’)”。
  2. p.384τὸ δ᾿ ὑπὸ τὸν λόγον — 介词 `ὑπό` 接宾格,表示“在……之下”或“符合于……之物”(此处指“在定义所涵盖下的事物”)。它与前句的 `οὗ μὲν τὸν λόγον ἀποδίδωσι`(他给出定义的对象,即被定义项)相对应,指出被定义词本身虽然存在,但定义所指称的内容(如“与火相混合的颜色”)却不存在这一不一致性。
  3. p.385οὐ μὴν ἀλλ᾿ — 源于双重否定的强转折惯用语,意为“然而”、“尽管如此”。紧接在前句的让步“没有什么能阻碍……”之后,起到将论点拉回主线的作用,即“但无论如何,他同样犯了错误”。

引用这一段

亚里士多德, 论题篇 §6.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:6.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。