Humanitext Reader

亚里士多德 · 论题篇 §6.11

复合概念定义中的部分检验与语词替换

第 69 段,共 94 段 · 希腊语

内容简介

本章讨论了在复合概念的定义中逐部分进行检验的方法、等成员定义中所犯的名词替换错误,以及在定义中如何妥当替换属与属差。

§6.11Ἐὰν δὲ τῶν συμπεπλεγμένων τινὸς ἀποδοθῇ ὅρος, σκοπεῖν ἀφαιροῦντα τὸν θατέρου τῶν συμπεπλεγμένων λόγον, εἰ καὶ ὁ λοιπὸς τοῦ λοιποῦ· εἰ γὰρ μή, δῆλον ὅτι οὐδ᾿ ὁ ὅλος τοῦ ὅλου.
如果对某个复合词给出了定义,须在去掉复合词中一者的定义后,考察其余的定义是否也是其余词的定义;因为如果不是这样,显然整个定义也就不是整个复合词的定义。
Οἷον εἰ ὡρίσατο γραμμὴν πεπερασμένην εὐθεῖαν πέρας ἐπιπέδου ἔχοντος πέρατα, οὗ τὸ μέσον ἐπιπροσθεῖ τοῖς πέρασιν, εἰ τῆς πεπερασμένης γραμμῆς ὁ λόγος ἐστὶ πέρας ἐπιπέδου ἔχοντος πέρατα, τοῦ εὐθέος δεῖ εἶναι τὸ λοιπόν, οὗ τὸ μέσον ἐπιπροσθεῖ τοῖς πέρασιν.
例如,如果有人把“有限的直线”定义为“具有边界的平面的边界,其内部阻碍其两端”;如果“有限的线”的定义是“具有边界的平面的边界”,那么其余的部分“其内部阻碍其两端”就必须是“直的”定义。
Ἀλλ᾿ ἡ ἄπειρος οὔτε μέσον οὔτε πέρατα ἔχει, εὐθεῖα δ᾿ ἐστίν, ὥστ᾿ οὐκ ἔστιν ὁ λοιπὸς τοῦ λοιποῦ λόγος.
但是,无限的线既没有中间,也没有两端,却又是直的,因此其余的定义并不是其余词的定义。
Ἔτι εἰ συνθέτου ὄντος τοῦ ὁριζομένου ἰσόκωλος ὁ λόγος ἀπεδόθη τῷ ὁριζομένῳ.
此外,如果被定义项是复合的,其定义是否被给出了等成员的公式。
Ἰσόκωλος δὲ λέγεται ὁ λόγος εἶναι, ὅταν ὅσαπερ ἂν ᾖ τὰ συγκείμενα, τοσαῦτα καὶ ἐν τῷ λόγῳ ὀνόματα καὶ ῥήματα ᾖ.
所谓的等成员定义,是指无论构成要素有多少,定义中的名词和动词也同样有那么多。
Ἀνάγκη γὰρ τῶν ὀνομάτων ἐν τοῖς τοιούτοις μεταλλαγὴν γίνεσθαι, ἢ πάντων ἢ τινῶν, ἐπειδὴ οὐδὲν πλείω νῦν ἢ πρότερον ὀνόματα εἴρηται· δεῖ δὲ τὸν ὁριζόμενον λόγον ἀντὶ τῶν ὀνομάτων ἀποδοῦναι, μάλιστα μὲν πάντων, εἰ δὲ μή, τῶν πλείστων.
因为在此类情况下,名词必然要发生替换,或是全部替换,或是部分替换,因为现在说出的名词并不比以前多;但人们应当用定义公式来代替这些名词,最好是代替全部,否则也应代替大多数。
Οὕτω γὰρ καὶ ἐπὶ τῶν ἁπλῶν ὁ τοὔνομα μεταλαβὼν ὡρισμένος ἂν εἴη, οἷον ἀντὶ λωπίου ἱμάτιον.
因为这样一来,即使在简单词的情况下,仅替换名称的人也会算是给出了定义,例如用“上衣”代替“斗篷”。
Ἔτι δὲ μείζων ἁμαρτία, εἰ καὶ ἀγνωστοτέρων ὀνομάτων τὴν μετάληψιν ἐποιήσατο, οἷον ἀντὶ ἀνθρώπου λευκοῦ βροτὸν ἀργόν· οὔτε γὰρ ὥρισται ἧττόν τε σαφὲς οὕτω ῥηθέν.
此外,如果用更不为人知的词来进行替换,就是更大的错误,例如用“洁白的凡人”代替“白人”;因为这既没有被定义,如此表述也更不清晰。
Σκοπεῖν δὲ καὶ ἐν τῇ μεταλλαγῇ τῶν ὀνομάτων εἰ οὐ ταὐτὸν ἔτι σημαίνει, οἷον ὁ τὴν θεωρητικὴν ἐπιστήμην ὑπόληψιν θεωρητικὴν εἰπών.
须在名词替换中考察它是否不再表示相同的意思,例如把“理论科学”称为“理论构想”的人。
Ἡ γὰρ ὑπόληψις τῇ ἐπιστήμῃ οὐ ταὐτόν, δεῖ δέ γε, εἴπερ μέλλει καὶ τὸ ὅλον ταὐτὸν εἶναι· τὸ μὲν γὰρ θεωρητικὸν κοινὸν ἐν ἀμφοτέροιν τοῖν λόγοιν ἐστί, τὸ δὲ λοιπὸν διάφορον.
因为“构想”与“科学”并不相同,但如果整体也要相同,它们就必须相同;因为“理论的”在两个公式中是共同的,但其余部分是不同的。
Ἔτι εἰ θατέρου τῶν ὀνομάτων τὴν μετάληψιν ποιούμενος μὴ τῆς διαφορᾶς ἀλλὰ τοῦ γένους τὴν μεταλλαγὴν ἐποιήσατο, καθάπερ ἐπὶ τοῦ ἀρτίως ῥηθέντος.
此外,在对其中一个词进行替换时,他替换的不是属差而是属,就像刚才提到的情况那样。
Ἀγνωστότερον γὰρ ἡ θεωρητικὴ τῆς ἐπιστήμης· τὸ μὲν γὰρ γένος, τὸ δὲ διαφορά, πάντων δὲ γνωριμώτατον τὸ γένος· ὥστ᾿ οὐ τοῦ γένους ἀλλὰ τῆς διαφορᾶς ἔδει τὴν μετάληψιν ποιήσασθαι, ἐπειδὴ ἀγνωστότερόν ἐστιν.
因为“理论的”比“科学”更不为人知;因为一者是属,另一者是属差,而属是一切之中最为人所知的;所以他应当替换属差而不是属,因为属差更不为人知。
Ἢ τοῦτο μὲν γελοῖον τὸ ἐπιτίμημα·
或者,这种责难是可笑的?
οὐδὲν γὰρ κωλύει τὴν μὲν διαφορὰν τῷ γνωριμωτάτῳ ὀνόματι εἰρῆσθαι, τὸ δὲ γένος μή· οὕτω δ᾿ ἐχόντων δῆλον ὅτι τοῦ γένους καὶ οὐ τῆς διαφορᾶς κατὰ τοὔνομα καὶ τὴν μετάληψιν ποιητέον.
因为没有什么能阻碍属差用最为人所知的词来表述,而属却不这样;如果是这样,显然应当按照名称对属而不是对属差进行替换。
Εἰ δὲ μὴ ὄνομα ἀντ᾿ ὀνόματος ἀλλὰ λόγον ἀντ᾿ ὀνόματος μεταλαμβάνει, δῆλον ὅτι τῆς διαφορᾶς μᾶλλον ἢ τοῦ γένους ὁρισμὸν ἀποδοτέον, ἐπειδὴ τοῦ γνωρίσαι χάριν ὁ ὁρισμὸς ἀποδίδοται· ἧττον γὰρ ἡ διαφορὰ τοῦ γένους γνώριμον.
但是,如果他不是用词代替词,而是用定义代替词,显然应当给出属差而不是属的定义,因为定义是为了让人知晓而给出的;而属差比属更不为人知。

词汇与语法注释

  1. 6.11τῶν συμπεπλεγμένων — 意为“复合的”属格表达。指通过词语结合形成的复合概念,如“有限的直线”(γραμμὴ πεπερασμένη εὐθεῖα)。在此语境下,描述的是通过拆解复合词的组成部分来检验定义妥当性的方法。
  2. 6.11εἰ καὶ ὁ λοιπὸς τοῦ λοιποῦ — 连接词 `εἰ` 后接的名词短语。须补充省略的名词和动词(`λόγος ἐστὶ τοῦ λοιποῦ ὀνόματος`),理解为“其余的[定义]是否也是其余[词]的[定义]”。根据与前文 `ἀφαιροῦντα τὸν θατέρου... λόγον` 的对应关系,这一省略是唯一确定的。
  3. 6.11ἰσόκωλος — 原为修辞学形容词,意为“由等长成员(句段)组成”。此处亚里士多德赋予其特定的定义,指“等项数(等成员)”的定义,即定义公式中的词数(名词和动词的数量)与被定义的复合概念的词数相一致。
  4. 6.11βροτὸν ἀργόν — 作为“白人”(ἄνθρωπος λευκός)的诗意替换给出的例子。`βροτός` 是指“凡人、人类”的诗意表达。`ἀργός` 在此取“洁白、闪耀”之意,是对普通词“白的”(λευκός)的诗意且晦涩的替换。该词由于与另一个同音词 `ἀργός`(意为“懒惰的”,源自 `a-` + `ergon`)极易混淆而在此被用作例证。
  5. p.383Ἡ γὰρ ὑπόληψις τῇ ἐπιστήμῃ οὐ ταὐτόν — 与格 `τῇ ἐπιστήμῃ` 受表示等同的形容词 `ταὐτόν` 支配,表示与之相比较的对象,即“与科学相同”。

引用这一段

亚里士多德, 论题篇 §6.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:6.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。