Humanitext Reader

亚里士多德 · 论题篇 §6.10

通过派生形式理念及多义词检验定义

第 68 段,共 94 段 · 希腊语

内容简介

本章论述了如何通过名词和定义的派生形式来检验定义的合适性、理念与物理定义的冲突,以及在辩论中如何应对和纠正关于同音异义或同义概念的定义错误。

§6.10Ἔτι εἰ τῶν ὁμοίων τοῦ ὀνόματος πτώσεων αἱ ὅμοιαι τοῦ λόγου πτώσεις ἐφαρμόττουσιν, οἷον εἰ ὠφέλιμον τὸ ποιητικὸν ὑγιείας, ὠφελίμως τὸ ποιητικῶς ὑγιείας καὶ ὠφεληκὸς τὸ πεποιηκὸς ὑγίειαν.
此外,须看名词的相似派生形式是否适用于定义中的相似派生形式。 例如,如果“有益的”是“健康产生者”,那么“有益地”就必须是“健康产生地”,“已获益的”就必须是“已产生健康者”。
Σκοπεῖν δὲ καὶ ἐπὶ τὴν ἰδέαν εἰ ἐφαρμόσει ὁ λεχθεὶς ὅρος.
还须针对理念考察所给出的定义是否适用。
Ἐπ᾿ ἐνίων γὰρ οὐ συμβαίνει, οἷον ὡς Πλάτων ὁρίζεται τὸ θνητὸν προσάπτων ἐν τοῖς τῶν ζῴων ὁρισμοῖς· ἡ γὰρ ἰδέα οὐκ ἔσται θνητή, οἷον αὐτοάνθρωπος, ὥστ᾿ οὐκ ἐφαρμόσει ὁ λόγος ἐπὶ τὴν ἰδέαν.
因为在某些情况下并不会如此,例如柏拉图在动物的定义中附加了“必死的”;因为理念(例如“人本身”)不可能是必死的,因此该定义不适用于理念。
Ἁπλῶς δ᾿ οἷς πρόσκειται τὸ ποιητικὸν ἢ παθητικόν, ἀνάγκη διαφωνεῖν ἐπὶ τῆς ἰδέας τὸν ὅρον· ἀπαθεῖς γὰρ καὶ ἀκίνητοι δοκοῦσιν αἱ ἰδέαι τοῖς λέγουσιν ἰδέας εἶναι.
简言之,凡是附加了“能动的”或“受动的”的定义,在理念上必然会产生不一致;因为对于那些主张理念存在的人来说,理念被认为是无受动性且静止不动的。
Πρὸς δὲ τούτους καὶ οἱ τοιοῦτοι λόγοι χρήσιμοι.
而针对这些人,此类论证也是有用的。
Ἔτι εἰ τῶν καθ᾿ ὁμωνυμίαν λεγομένων ἕνα λόγον ἁπάντων κοινὸν ἀπέδωκεν.
此外,须看对于那些同音异义表达的事物,他是否给出了一个适用于所有事物的共同定义。
Συνώνυμα γὰρ ὧν εἷς ὁ κατὰ τοὔνομα λόγος, ὥστ᾿ οὐδενὸς τῶν ὑπὸ τοὔνομα ὁ ἀποδοθεὶς ὅρος, εἰ δὴ ὁμοίως ἐπὶ πᾶν τὸ ὁμώνυμον ἐφαρμόττει.
因为,如果对应名称的定义只有一个,那么这些事物就是同义的;因此,如果给出的定义同样适用于所有同音异义的事物,那么它实际上就不是该名称下任何一个事物的定义。
Πέπονθε δὲ τοῦτο καὶ ὁ Διονυσίου τῆς ζωῆς ὅρος, εἴπερ ἐστὶ κίνησις γένους θρεπτοῦ σύμφυτος παρακολουθοῦσα· οὐδὲν γὰρ μᾶλλον τοῦτο τοῖς ζῴοις ἢ τοῖς φυτοῖς ὑπάρχει·
狄奥尼修斯对“生命”的定义也存在这一缺陷,如果它确实是“有营养属所生来固有的、伴随的运动”;因为这并不更多地属于动物,而是同样属于植物。
ἡ δὲ ζωὴ οὐ καθ᾿ ἓν εἶδος δοκεῖ λέγεσθαι, ἀλλ᾿ ἑτέρα μὲν τοῖς ζῴοις ἑτέρα δὲ τοῖς φυτοῖς ὑπάρχειν.
但是,“生命”似乎并不是按照单一的种来表述的,而是动物拥有一种生命,植物拥有另一种。
Ἐνδέχεται μὲν οὖν καὶ κατὰ προαίρεσιν οὕτως ἀποδοῦναι τὸν ὅρον ὡς συνωνύμου καὶ καθ᾿ ἓν εἶδος πάσης τῆς ζωῆς λεγομένης·
当然,故意这样给出定义也是可能的,即把所有的生命都当作同义的、按照单一的种来表述。
οὐδὲν δὲ κωλύει καὶ συνορῶντα τὴν ὁμωνυμίαν, καὶ θατέρου βουλόμενον τὸν ὁρισμὸν ἀποδοῦναι, λαθεῖν μὴ ἴδιον ἀλλὰ κοινὸν ἀμφοῖν λόγον ἀποδόντα.
但是,即使看清了这种同音异义,并想要给出其中之一的定义,也完全可能在无意中给出一个并非特有、而是两者共有的定义。
Ἀλλ᾿ οὐδὲν ἧττον, εἰ ὁποτερωσοῦν πεποίηκεν, ἡμάρτηκεν.
不过,无论他是以哪种方式做的,都犯了错误。
Ἐπεὶ δ᾿ ἔνια λανθάνει τῶν ὁμωνύμων, ἐρωτῶντι μὲν ὡς συνωνύμοις χρηστέον (οὐ γὰρ ἐφαρμόσει ὁ θατέρου ὅρος ἐπὶ θάτερον, ὥστε δόξει οὐχ ὡρίσθαι κατὰ τρόπον· δεῖ γὰρ ἐπὶ πᾶν τὸ συνώνυμον ἐφαρμόττειν), αὐτῷ δ᾿ ἀποκρινομένῳ διαιρετέον.
不过,由于某些同音异义事物不易被察觉,提问者应当将它们当作同义事物来对待(因为一者的定义不适用于另一者,从而看起来像是没有被妥当定义;因为定义必须适用于所有同义的事物),而回答者自己则必须进行区分。
Ἐπεὶ δ᾿ ἔνιοι τῶν ἀποκρινομένων τὸ μὲν συνώνυμον ὁμώνυμόν φασιν εἶναι, ὅταν μὴ ἐφαρμόττῃ ἐπὶ πᾶν ὁ ἀποδοθεὶς λόγος, τὸ δ᾿ ὁμώνυμον συνώνυμον, ἐὰν ἐπ᾿ ἄμφω ἐφαρμόττῃ, προδιομολογητέον ὑπὲρ τῶν τοιούτων ἢ προσυλλογιστέον ὅτι ὁμώνυμον ἢ συνώνυμον, ὁπότερον ἂν ᾖ· μᾶλλον γὰρ συγχωροῦσιν οὐ προορῶντες τὸ συμβησόμενον.
但是,由于某些回答者在所给出的定义不适用于一切事物时,会说同义的事物是同音异义的,而在定义适用于两者时,又说同音异义的是同义的,因此对于此类事情,必须预先达成一致,或者预先推论它是同音异义还是同义的,无论是哪一种;因为当他们没有预见到随之而来的后果时,更容易予以承认。
Ἂν δὲ μὴ γενομένης ὁμολογίας φῇ τις τὸ συνώνυμον ὁμώνυμον εἶναι διὰ τὸ μὴ ἐφαρμόττειν καὶ ἐπὶ τοῦτο τὸν ἀποδοθέντα λόγον, σκοπεῖν εἰ ὁ τούτου λόγος ἐφαρμόττει καὶ ἐπὶ τὰ λοιπά· δῆλον γὰρ ὅτι συνώνυμον ἂν εἴη τοῖς λοιποῖς.
如果在未达成一致的情况下,有人因所给出的定义不适用于此种情况而声称同义的事物是同音异义的,则须考察此种情况的定义是否也适用于其余事物;因为如果适用,显然它与其余事物是同义的。
Εἰ δὲ μή, πλείους ἔσονται ὁρισμοὶ τῶν λοιπῶν· δύο γὰρ οἱ κατὰ τοὔνομα λόγοι ἐφαρμόττουσιν ἐπ᾿ αὐτά, ὅ τε πρότερον ἀποδοθεὶς καὶ ὁ ὕστερον.
如果不适用,那么其余事物将会有多个定义;因为对应于该名称的两个定义都适用于它们,即先前给出的和后来给出的。
Πάλιν εἴ τις ὁρισάμενος τῶν πολλαχῶς τι λεγομένων, καὶ τοῦ λόγου μὴ ἐφαρμόττοντος ἐπὶ πάντα, ὅτι μὲν ὁμώνυμον μὴ λέγοι, τὸ δ᾿ ὄνομα μὴ φαίη ἐπὶ πάντα ἐφαρμόττειν, ὅτι οὐδ᾿ ὁ λόγος, ῥητέον πρὸς τὸν τοιοῦτον ὅτι τῇ μὲν ὀνομασίᾳ δεῖ χρῆσθαι τῇ παραδεδομένῃ καὶ παρεπομένῃ καὶ μὴ κινεῖν τὰ τοιαῦτα, ἔνια δ᾿ οὐ λεκτέον ὁμοίως τοῖς πολλοῖς.
再次,如果有人定义了某个多义表达的事物,且该定义不适用于所有情况,但他并不承认该事物是同音异义的,而是声称因为定义不适用,所以名称也不适用于所有情况,对此类人应该说,我们必须使用流传并通用的命名,不应当改动这些事情,尽管某些事情不应当用和大众同样的方式来表述。

词汇与语法注释

  1. 6.10τῶν ὁμοίων τοῦ ὀνόματος πτώσεων — 动词 `ἐφαρμόζω`(适合、适用)通常支配与格,但此处与属格 `πτώσεων` 连用,用以表示适用或比较的对象(即“对于……”)。
  2. p.381κίνησις γένους θρεπτοῦ σύμφυτος παρακολουθοῦσα — 对“生命”定义的句法分析。`γένους θρεπτοῦ`(“营养属的”)是修饰名词 `κίνησις`(“运动”)的属格短语,而主格形容词 `σύμφυτος`(“生来固有的”)和分词 `παρακολουθοῦσα`(“伴随的”)均修饰 `κίνησις`。
  3. p.382ὅτι μὲν ὁμώνυμον μὴ λέγοι — 连词 `ὅτι` 引导间接引语,作为 `λέγοι`(由于句首的条件词 `εἰ` 而使用希求法)的宾语从句,表示“不说它是同音异义的”。

引用这一段

亚里士多德, 论题篇 §6.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:6.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。