§5.9Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ δυνάμει τὸ ἴδιον ἀποδιδοὺς καὶ πρὸς μὴ ὂν ἀποδέδωκε τὸ ἴδιον τῇ δυνάμει, μὴ ἐνδεχομένης τῆς δυνάμεως ὑπάρχειν τῷ μὴ ὄντι· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον.
其次,对于反驳的人,要看在以潜能的方式提供特有属性时,是否也针对不存在的事物提供了特有的潜能,而该潜能是不能属于不存在的事物的;因为这样,被设定为特有属性的将不会是特有属性。
Οἷον ἐπεὶ ὁ εἴπας ἀέρος ἴδιον τὸ ἀναπνευστὸν τῇ δυνάμει μὲν ἀπέδωκε τὸ ἴδιον (τὸ γὰρ τοιοῦτον οἷον ἀναπνεῖσθαι ἀναπνευστόν ἐστιν), ἀποδέδωκε δὲ καὶ πρὸς τὸ μὴ ὂν τὸ ἴδιον· καὶ γὰρ μὴ ὄντος ζῴου, οἷον ἀναπνεῖν πέφυκε τὸν ἀέρα, ἐνδέχεται ἀέρα εἶναι· οὐ μέντοι μὴ ὄντος ζῴου δυνατόν ἐστιν ἀναπνεῖν· ὥστ᾿ οὐδ᾿ ἀέρος ἔσται ἴδιον τὸ τοιοῦτον οἷον ἀναπνεῖσθαι, τότε ὅτε ζῷον οὐκ ἔσται τοιοῦτον οἷον ἀναπνεῖν.
例如,既然说“可呼吸”是空气的特有属性的人,是以潜能的方式提供了特有属性(因为能够被呼吸的此类事物就是可呼吸的),但他也是针对不存在的事物提供了特有属性;因为即使没有自然地能够呼吸空气的动物存在,空气也是可能存在的,然而如果没有动物存在,就不可能呼吸;因此,在没有能呼吸的动物存在的那个时候,能被呼吸的此类属性也就不会是空气的特有属性。
Οὐκ ἂν οὖν εἴη ἀέρος ἴδιον τὸ ἀναπνευστόν.
所以,可呼吸不会是空气的特有属性。
Κατασκευάζοντα δὲ εἰ τῇ δυνάμει ἀποδιδοὺς τὸ ἴδιον ἢ πρὸς ὂν ἀποδίδωσι τὸ ἴδιον ἢ πρὸς μὴ ὄν, ἐνδεχομένης τῆς δυνάμεως τῷ μὴ ὄντι ὑπάρχειν· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον.
而对于确立的人,则是看在以潜能的方式提供特有属性时,他是否针对存在的事物提供了特有属性,或者,如果是针对不存在的事物,该潜能是否能够属于不存在的事物;因为这样,被设定为不是特有属性的将会是特有属性。
Οἷον ἐπεὶ ὁ ἀποδιδοὺς ἴδιον τοῦ ὄντος τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι, δυνάμει ἀποδιδοὺς τὸ ἴδιον, πρὸς ὂν ἀπέδωκε τὸ ἴδιον· ὅτε γὰρ ὄν ἐστι, καὶ δυνατὸν παθεῖν τι ἢ ποιῆσαι ἔσται· ὥστε εἴη ἂν ἴδιον τοῦ ὄντος τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι.
例如,既然把“能够受动或能动”提供为存在者的特有属性的人,是以潜能的方式提供了特有属性,并且是针对存在者提供的;因为当存在者存在时,“能够受动或能动”也将存在;因此,能够受动或能动将会是存在者的特有属性。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ ὑπερβολῇ τέθεικε τὸ ἴδιον· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον.
其次,对于反驳的人,要看他是否通过过度设定了特有属性;因为这样,被设定为特有属性的将不会是特有属性。
Συμβαίνει γὰρ τοῖς οὕτως ἀποδιδοῦσι τὸ ἴδιον οὐ καθ᾿ οὗ τὸν λόγον, τοὔνομα ἀληθεύεσθαι· φθαρέντος γὰρ τοῦ πράγματος οὐδὲν ἧττον ἔσται ὁ λόγος· τῶν γὰρ ὄντων τινὶ μάλιστα ὑπάρχει.
因为对于这样提供特有属性的人来说,会导致其名称不适用于其定义所适用的对象;因为即使事物被毁灭,该定义也依然会存在,因为它最属于现存事物中的某一个。
Οἷον εἴ τις ἀποδοίη τοῦ πυρὸς ἴδιον σῶμα τὸ κουφότατον· φθαρέντος γὰρ τοῦ πυρὸς ἔσται τι τῶν σωμάτων ὃ κουφότατον ἔσται, ὥστ᾿ οὐκ αν εἴη τοῦ πυρὸς ἴδιον σῶμα τὸ κουφότατον.
例如,如果有人把“最轻的物体”提供为火的特有属性;因为当火被毁灭时,物体中仍会有某种最轻的物体,因此最轻的物体不会是火的特有属性。
Κατασκευάζοντα δὲ εἰ μὴ ὑπερβολῇ τέθεικε τὸ ἴδιον· ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον.
而对于确立的人,则是看他是否没有通过过度设定特有属性;因为这样,在这方面,该特有属性将被很好地设定。
Οἷον ἐπεὶ ὁ θεὶς ἀνθρώπου ἴδιον ζῷον ἥμερον φύσει οὐχ ὑπερβολῇ ἀποδέδωκε τὸ ἴδιον, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον.
例如,既然把“天生温和的动物”设定为人的特有属性的人,没有通过过度提供该特有属性,在这方面,该特有属性就会被很好地设定。