§5.8#2Τέταρτον δ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ μᾶλλον αὐτοῦ ἴδιον μή ἐστιν ἴδιον· οὐδὲ γὰρ τὸ ἧττον αὐτοῦ ἴδιον ἔσται ἴδιον.
第四,对于反驳的人,要看在同一主体中,更有可能是其特有属性的是否不是其特有属性;因为这样,较少可能是其特有属性的也不会是其特有属性。
Οἷον ἐπεὶ μᾶλλόν ἐστι τοῦ ζῴου ἴδιον τὸ αἰσθητὸν ἢ τὸ μεριστόν, οὐκ ἔστι δὲ τοῦ ζῴου τὸ αἰσθητὸν ἴδιον, οὐκ ἂν εἴη τοῦ ζῴου τὸ μεριστὸν ἴδιον.
例如,既然能被感觉作为动物的特有属性,要比能被分割程度“较多”,但能被感觉并不是动物的特有属性,那么能被分割也就不会是动物的特有属性。
Κατασκευάζοντα δὲ εἰ τὸ ἧττον αὐτοῦ ὂν ἴδιον ἔστιν ἴδιον· καὶ γὰρ τὸ μᾶλλον αὐτοῦ ὂν ἴδιον ἔσται ἴδιον.
而对于确立的人,则是看在其主体中,较少可能是其特有属性的是否是其特有属性;因为这样,较多可能是其特有属性的也将是其特有属性。
Οἷον ἐπεὶ ἧττόν ἐστιν ἴδιον ζῴου τὸ αἰσθάνεσθαι ἢ τὸ ζῆν, ἔστι δὲ τοῦ ζῴου τὸ αἰσθάνεσθαι ἴδιον, εἴη ἂν τοῦ ζῴου τὸ ζῆν ἴδιον.
例如,既然具有感觉作为动物的特有属性,要比具有生命程度“较少”,但具有感觉是动物的特有属性,那么具有生命就会是动物的特有属性。
Ἔπειτ᾿ ἐκ τῶν ὁμοίως ὑπαρχόντων πρῶτον μὲν ἀνασκευάζοντα εἰ τὸ ὁμοίως ὂν ἴδιον μή ἐστιν ἴδιον τούτου οὗ ὁμοίως ἐστὶν ἴδιον· οὐδὲ γὰρ τὸ ὁμοίως ὂν ἴδιον ἔσται ἴδιον τούτου οὗ ὁμοίως ἐστὶν ἴδιον.
其次,从同样属于的情况来考察。 第一,对于反驳的人,要看同样可能作为特有属性的是否不是它同样作为其特有属性之主体的特有属性;因为这样,另一个同样可能作为特有属性的也不会是它同样作为其特有属性之主体的特有属性。
Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον ἐπιθυμητικοῦ τὸ ἐπιθυμεῖν καὶ λογιστικοῦ τὸ λογίζεσθαι, οὐκ ἔστι δ᾿ ἴδιον ἐπιθυμητικοῦ τὸ ἐπιθυμεῖν, οὐκ ἂν εἴη ἴδιον λογιστικοῦ τὸ λογίζεσθαι.
例如,既然欲求作为欲望部分的特有属性,与理智作为理智部分的特有属性程度“同样”,但欲求并不是欲望部分的特有属性,那么理智也就不会是理智部分的特有属性。
Κατασκευάζοντα δὲ εἰ τὸ ὁμοίως ὂν ἴδιον ἔστι τούτου ἴδιον οὗ ὁμοίως ἐστὶν ἴδιον· ἔσται γὰρ καὶ τὸ ὁμοίως ὂν ἴδιον τούτου ἴδιον οὗ ὁμοίως ἐστὶ ἴδιον.
而对于确立的人,则是看同样可能作为特有属性的是否是它同样作为其特有属性之主体的特有属性;因为这样,另一个同样可能作为特有属性的也将是它同样作为其特有属性之主体的特有属性。
Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον λογιστικοῦ τὸ πρῶτον φρόνιμον καὶ ἐπιθυμητικοῦ τὸ πρῶτον σῶφρον, ἔστι δὲ τοῦ λογιστικοῦ ἴδιον τὸ πρῶτον φρόνιμον, εἴη ἂν τοῦ ἐπιθυμητικοῦ ἴδιον τὸ πρῶτον σῶφρον.
例如,既然首要地具有明智作为理智部分的特有属性,与首要地具有节制作为欲望部分的特有属性程度“同样”,而首要地具有明智是理智部分的特有属性,那么首要地具有节制就会是欲望部分的特有属性。
Δεύτερον δ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ ὁμοίως ὂν ἴδιον μή ἐστιν ἴδιον αὐτοῦ· οὐδὲ γὰρ τὸ ὁμοίως ὂν ἴδιον ἔσται ἴδιον αὐτοῦ.
第二,对于反驳的人,要看同样可能作为特有属性的是否不是该主体的特有属性;因为这样,另一个同样可能作为特有属性的也不会是该主体的特有属性。
Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον ἀνθρώπου τὸ ὁρᾶν καὶ τὸ ἀκούειν, οὐκ ἔστι δ᾿ ἀνθρώπου ἴδιον τὸ ὁρᾶν, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ ἀκούειν.
例如,既然视觉与听觉作为人的特有属性程度“同样”,但视觉并不是人的特有属性,那么听觉也就不会是人的特有属性。
Κατασκευάζοντα δὲ εἰ τὸ ὁμοίως αὐτοῦ ὂν ἴδιον ἔστιν ἴδιον· καὶ γὰρ τὸ ὁμοίως αὐτοῦ ὂν ἴδιον ἔσται ἴδιον.
而对于确立的人,则是看同样可能作为该主体特有属性的是否是其特有属性;因为这样,另一个同样可能作为其特有属性的也将是其特有属性。
Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον ψυχῆς τὸ μέρος αὐτῆς ἐπιθυμητικὸν εἶναι καὶ λογιστικὸν πρώτου, ἔστι δὲ ψυχῆς ἴδιον τὸ μέρος αὐτῆς εἶναι ἐπιθυμητικὸν πρώτου, εἴη ἂν ἴδιον ψυχῆς τὸ μέρος αὐτῆς εἶναι λογιστικὸν πρώτου.
例如,既然其欲望部分作为首要的存在与其理智部分作为首要的存在作为心灵的特有属性程度“同样”,而其欲望部分作为首要的存在是心灵的特有属性,那么其理智部分作为首要的存在就会是心灵的特有属性。
Τρίτον δ᾿ ἀνασκευάζοντα μὲν εἰ οὗ ὁμοίως ἐστὶν ἴδιον, μή ἐστιν ἴδιον· οὐδὲ γὰρ οὗ ὁμοίως ἐστὶν ἴδιον, ἔσται ἴδιον.
第三,对于反驳的人,要看它同样作为其特有属性的主体中,它是否不是该主体的特有属性;因为这样,在另一个它同样作为其特有属性的主体中,它也不会是其特有属性。
Εἰ δ᾿ ἐκείνου ἐστὶν ἴδιον, οὐκ ἔσται θατέρου ἴδιον.
此外,如果它是前者的特有属性,它就不会是后者的特有属性。
Οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον τὸ καίειν φλογὸς καὶ ἄνθρακος, οὐκ ἔστι δ᾿ ἴδιον φλογὸς τὸ καίειν, οὐκ ἂν εἴη ἴδιον ἄνθρακος τὸ καίειν.
例如,既然燃烧作为火焰的特有属性与作为炭火的特有属性程度“同样”,但燃烧并不是火焰的特有属性,那么燃烧也就不会是炭火的特有属性。
Εἰ δ᾿ ἐστὶ φλογὸς ἴδιον, οὐκ ἂν εἴη ἄνθρακος ἴδιον.
此外,如果它是火焰的特有属性,它就不会是炭火的特有属性。
Κατασκευάζοντι δὲ οὐδὲν οὗτος ὁ τόπος ἐστὶ χρήσιμος.
但对于确立的人,这个论题没有任何用处。
Διαφέρει δ᾿ ὁ ἐκ τῶν ὁμοίως ἐχόντων τοῦ ἐκ τῶν ὁμοίως ὑπαρχόντων, ὅτι τὸ μὲν κατ᾿ ἀναλογίαν λαμβάνεται, οὐκ ἐπὶ τοῦ ὑπάρχειν τι θεωρούμενον, τὸ δ᾿ ἐκ τοῦ ὑπάρχειν τι συγκρίνεται.
而从“处于同样关系”出发的论题,与从“同样属于”出发的论题的不同之处在于,前者是按比例关系来理解的,并不是基于某种属性的属于而进行的考察,而后者则是基于某种属性的属于而进行比较的。