Humanitext Reader

亚里士多德 · 论题篇 §5.8#1

基于程度多少的比较检验特有属性

第 54 段,共 94 段 · 希腊语

内容简介

本章节提出了基于程度“较多”与“较少”来检验特有属性的方法(论题)。第一,考察属性和主体在程度上的对应关系;第二,比较不同属性之间的特有程度;第三,考察同一属性对不同主体的特有程度。

§5.8#1Ἔπειτα ἐκ τοῦ μᾶλλον καὶ ἧττον, πρῶτον μὲν ἀνασκευάζοντα εἰ τὸ μᾶλλον τοῦ μᾶλλον μή ἐστιν ἴδιον· οὐδὲ γὰρ τὸ ἧττον τοῦ ἧττον ἔσται ἴδιον, οὐδὲ τὸ ἥκιστα τοῦ ἥκιστα, οὐδὲ τὸ μάλιστα τοῦ μάλιστα, οὐδὲ τὸ ἁπλῶς τοῦ ἁπλῶς.
其次,从程度的“较多”与“较少”来考察。 第一,对于反驳的人,要看较多的属性是否不是较多主体的特有属性;因为这样,较少的属性也不会是较少主体的特有属性,最少的属性也不会是最少主体的特有属性,最多的属性也不会是最多主体的特有属性,无条件说出的属性也不会是无条件说出的主体的特有属性。
Οἷον ἐπεὶ οὐκ ἔστι τὸ μᾶλλον κεχρῶσθαι τοῦ μᾶλλον σώματος ἴδιον, οὐδὲ τὸ ἧττον κεχρῶσθαι τοῦ ἧττον σώματος εἴη ἂν ἴδιον, οὐδὲ τὸ κεχρῶσθαι σώματος ὅλως.
例如,既然较多地具有颜色并不是较多物体之物的特有属性,那么较少地具有颜色也不会是较少物体之物的特有属性,一般地具有颜色也不会是物体的特有属性。
Κατασκευάζοντα δὲ εἰ τὸ μᾶλλον τοῦ μᾶλλόν ἐστιν ἴδιον· καὶ γὰρ τὸ ἧττον τοῦ ἧττον ἔσται ἴδιον, καὶ τὸ ἥκιστα τοῦ ἥκιστα, καὶ τὸ μάλιστα τοῦ μάλιστα, καὶ τὸ ἁπλῶς τοῦ ἁπλῶς.
而对于确立的人,则是看较多的属性是否是较多主体的特有属性;因为这样,较少的属性也将是较少主体的特有属性,最少的属性也将是最少主体的特有属性,最多的属性也将是最多主体的特有属性,无条件说出的属性也将是无条件说出的主体的特有属性。
Οἷον ἐπεὶ τοῦ μᾶλλον ζῶντος τὸ μᾶλλον αἰσθάνεσθαί ἐστιν ἴδιον, καὶ τοῦ ἧττον ζῶντος τὸ ἧττον αἰσθάνεσθαι εἴη ἂν ἴδιον, καὶ τοῦ μάλιστα δὲ τὸ μάλιστα, καὶ τοῦ ἥκιστα τὸ ἥκιστα, καὶ τοῦ ἁπλῶς τὸ ἁπλῶς.
例如,既然较多地具有感觉是较多地活着的生物的特有属性,那么较少地具有感觉也会是较少地活着的生物的特有属性,最多的是最多主体的特有属性,最少的是最少主体的特有属性,无条件说出的属性也将是无条件说出的主体的特有属性。
Καὶ ἐκ τοῦ ἁπλῶς δὲ πρὸς ταὐτὰ σκεπτέον ἐστὶν ἀνασκευάζοντα μὲν εἰ τὸ ἁπλῶς τοῦ ἁπλῶς μή ἐστιν ἴδιον· οὐδὲ γὰρ τὸ μᾶλλον τοῦ μᾶλλον, οὐδὲ τὸ ἧττον τοῦ ἧττον, οὐδὲ τὸ μάλιστα τοῦ μάλιστα, οὐδὲ τὸ ἥκιστα τοῦ ἥκιστα ἔσται ἴδιον.
另外,也应该从无条件说出的属性对上述同样关系的情况进行考察。 对于反驳的人,要看无条件说出的属性是否不是无条件说出的主体的特有属性;因为这样,较多的属性就不会是较多主体的特有属性,较少的属性也不会是较少主体的特有属性,最多的属性也不会是最多主体的特有属性,最少的属性也不会是最少主体的特有属性。
Οἷον ἐπεὶ οὐκ ἔστι τοῦ ἀνθρώπου τὸ σπουδαῖον ἴδον, οὐδ᾿ ἂν τοῦ μᾶλλον ἀνθρώπου τὸ μᾶλλον σπουδαῖον ἴδιον εἴη.
例如,既然优秀并不是人的特有属性,那么较多地优秀也不会是较多地作为人这一主体的特有属性。
Κατασκευάζοντα δὲ εἰ τὸ ἁπλῶς τοῦ ἁπλῶς ἐστὶν ἴδιον· καὶ γὰρ τὸ μᾶλλον τοῦ μᾶλλον καὶ τὸ ἧττον τοῦ ἧττον καὶ τὸ ἥκιστα τοῦ ἥκιστα καὶ τὸ μάλιστα τοῦ μάλιστα ἔσται ἴδιον.
而对于确立的人,则是看无条件说出的属性是否是无条件说出的主体的特有属性;因为这样,较多的属性也将是较多主体的特有属性,较少的属性也将是较少主体的特有属性,最少的属性也将是最少主体的特有属性,最多的属性也将是最多主体的特有属性。
Οἷον ἐπεὶ τοῦ πυρός ἐστιν ἴδιον τὸ ἄνω φέρεσθαι κατὰ φύσιν, καὶ τοῦ μᾶλλον πυρὸς εἴη ἂν ἴδιον τὸ μᾶλλον ἄνω φέρεσθαι κατὰ φύσιν.
例如,既然按自然本性向上运动是火的特有属性,那么较多地按自然本性向上运动就会是较多地作为火之物的特有属性。
Τὸν αὐτὸν δὲ τρόπον σκεπτέον ἐστὶ καὶ ἐκ τῶν ἄλλων πρὸς ἅπαντα ταῦτα.
同样的方式,也应该从其他情况出发对所有这些情况进行考察。
Δεύτερον δ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ μᾶλλον τοῦ μᾶλλον μή ἐστιν ἴδιον· οὐδὲ γὰρ τὸ ἧττον τοῦ ἧττον ἔσται ἴδιον.
第二,对于反驳的人,要看较多的特有属性是否不是其主体的特有属性;因为这样,较少的特有属性也不会是其主体的特有属性。
Οἷον ἐπεὶ μᾶλλόν ἐστιν ἴδιον ζῴου τὸ αἰσθάνεσθαι ἢ ἀνθρώπου τὸ ἐπίστασθαι, οὐκ ἔστι δὲ ζῴου ἴδιον τὸ αἰσθάνεσθαι, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ ἐπίστασθαι.
例如,既然具有感觉作为动物的特有属性,要比具有知识作为人的特有属性程度“较多”,但具有感觉并不是动物的特有属性,那么具有知识也就不会是人的特有属性。
Κατασκευάζοντα δ᾿ εἰ τὸ ἧττον τοῦ ἧττόν ἐστιν ἴδιον· καὶ γὰρ τὸ μᾶλλον τοῦ μᾶλλον ἔσται ἴδιον.
而对于确立的人,则是看较少的特有属性是否是其主体的特有属性;因为这样,较多的特有属性也将是其主体的特有属性。
Οἷον ἐπεὶ ἧττόν ἐστιν ἴδιον ἀνθρώπου τὸ ἥμερον φύσει ἢ ζῴου τὸ ζῆν, ἔστι δ᾿ ἀνθρώπου ἴδιον τὸ ἥμερον φύσει, εἴη αν ζῴου ἴδιον τὸ ζῆν.
例如,既然按自然本性温顺作为人的特有属性,要比具有生命作为动物的特有属性程度“较少”,但按自然本性温顺是人的特有属性,那么具有生命就会是动物的特有属性。
Τρίτον δ᾿ ἀνασκευάζοντα μὲν εἰ οὗ μᾶλλόν ἐστιν ἴδιον, μή ἐστιν ἴδιον· οὐδὲ γὰρ οὗ ἧττόν ἐστιν ἴδιον, ἔσται τούτου ἴδιον.
第三,对于反驳的人,要看某种属性在它更有可能成为其特有属性的主体中,是否不是该主体的特有属性;因为这样,在它较少可能成为其特有属性的主体中,它也就不会是该主体的特有属性。
Εἰ δ᾿ ἐκείνου ἐστὶν ἴδιον, οὐκ ἔσται τούτου ἴδιον.
此外,如果它是前者的特有属性,它就不会是后者的特有属性。
Οἷον ἐπεὶ τὸ κεχρῶσθαι μᾶλλον τῆς ἐπιφανείας ἢ τοῦ σώματός ἐστιν ἴδιον, οὐκ ἔστι δὲ τῆς ἐπιφανείας ἴδιον, οὐκ ἂν εἴη τοῦ σώματος ἴδιον τὸ κεχρῶσθαι.
例如,既然具有颜色作为表面的特有属性,要比作为物体的特有属性程度“较多”,但它并不是表面的特有属性,那么具有颜色也就不会是物体的特有属性。
Εἰ δ᾿ ἐστὶ τῆς ἐπιφανείας ἴδιον, οὐκ ἂν εἴη τοῦ σώματος ἴδιον.
此外,如果它是表面的特有属性,它就不会是物体的特有属性。
Κατασκευάζοντι δὲ ὁ τόπος οὗτος οὐκ ἔστι χρήσιμος· ἀδύνατον γάρ ἐστι ταὐτὸ πλειόνων ἴδιον εἶναι.
但对于确立的人,这个论题没有任何用处;因为同一事物不可能成为多个事物的特有属性。

词汇与语法注释

  1. 5.8#1τὸ μᾶλλον τοῦ μᾶλλον — 带有冠词的比较级 `τὸ μᾶλλον` 表示属性(特有属性、谓语),而属格的 `τοῦ μᾶλλον` 则表示更大程度具有该性质的主体(主语)。这指的是一种对应关系,即“程度更深的属性是程度更深的主体的特有属性”。
  2. 5.8#1εἰ οὗ μᾶλλόν ἐστιν ἴδιον, μή ἐστιν ἴδιον — 关系代词 `οὗ`(格)在此充当比较的基准主体,或作为关系从句中的所有格起作用。意思是“如果某种属性在它(相比于其他对象)更有可能成为其特有属性的对象(先行词)中,并非该对象的特有属性”。
  3. 5.8#1τὸ ἁπλῶς τοῦ ἁπλῶς — 该表达指某种属性在不伴随比较级程度差异的情况下,“无条件地”或“绝对地”(ἁπλῶς)属于主体。它在关于比较的论题中被用作基准点(非比较级的标准形式)。

引用这一段

亚里士多德, 论题篇 §5.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:5.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。