§5.6#1Ἔπειτ᾿ ἐκ τῶν ἀντικειμένων σκεπτέον ἐστὶ πρῶτον μὲν ἐκ τῶν ἐναντίων ἀνασκευάζοντα μὲν εἰ τοῦ ἐναντίου μή ἐστι τὸ ἐναντίον ἴδιον· οὐδὲ γὰρ τοῦ ἐναντίου ἔσται τὸ ἐναντίον ἴδιον.
其次,必须从对立的事物中进行考虑,首先从相反者开始。 对于反驳的人,要看相反者的相反者是否不是其特有属性;因为这样,相反者的相反者也不会是其特有属性。
Οἷον ἐπεὶ ἐναντίον ἐστὶ δικαιοσύνῃ μὲν ἀδικία, τῷ βελτίστῳ δὲ τὸ χείριστον, οὐκ ἔστι δὲ τῆς δικαιοσύνης ἴδιον τὸ βέλτιστον, οὐκ ἂν εἴη τῆς ἀδικίας ἴδιον τὸ χείριστον.
例如,既然正义的相反者是不正义,最善的相反者是最恶,但最善不是正义的特有属性,那么最恶也不会是不正义的特有属性。
Κατασκευάζοντα δὲ εἰ τοῦ ἐναντίου τὸ ἐναντίον ἴδιόν ἐστιν· καὶ γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον ἴδιον ἔσται.
而对于确立的人,则是看相反者的相反者是否是其特有属性;因为这样,相反者的相反者也将是其特有属性。
Οἷον ἐπεὶ ἐναντίον ἐστὶν ἀγαθῷ μὲν κακόν, αἱρετῷ δὲ φευκτόν, ἔστι δὲ τοῦ ἀγαθοῦ ἴδιον τὸ αἱρετόν, εἴη ἂν κακοῦ ἴδιον τὸ φευκτόν.
例如,既然善的相反者是恶,选择对象的相反者是规避对象,但选择对象是善的特有属性,那么规避对象就会是恶的特有属性。
Δεύτερον δ᾿ ἐκ τῶν πρός τι ἀνασκευάζοντα μὲν εἰ τὸ πρός τι τοῦ πρός τι μή ἐστιν ἴδιον· οὐδὲ γὰρ τὸ πρός τι τοῦ πρός τι ἔσται ἴδιον.
第二,从相关联的事物中考虑。 对于反驳的人,要看相关者的相关者是否不是其特有属性;因为这样,相关者的相关者也不会是其特有属性。
Οἷον ἐπεὶ λέγεται διπλάσιον μὲν πρὸς ἥμισυ, ὑπερέχον δὲ πρὸς ὑπερεχόμενον, οὐκ ἔστι δὲ τοῦ διπλασίου τὸ ὑπερέχον ἴδιον, οὐκ ἂν εἴη τοῦ ἡμίσεος τὸ ὑπερεχόμενον ἴδιον.
例如,既然两倍是对一半而言的,超出者是对被超出者而言的,但超出者不是两倍的特有属性,那么被超出者就不会是一半的特有属性。
Κατασκευάζοντα δὲ εἰ τοῦ πρός τι τὸ πρὸς τί ἐστιν ἴδιον· καὶ γὰρ τοῦ πρός τι τὸ πρός τι ἔσται ἴδιον.
而对于确立的人,则是看相关者的相关者是否是其特有属性;因为这样,相关者的相关者也将是其特有属性。
Οἷον ἐπεὶ λέγεται τὸ μὲν διπλάσιον πρὸς τὸ ἥμισυ, τὰ δὲ δύο πρὸς ἕν, ἔστι δὲ τοῦ διπλασίου ἴδιον τὸ ὡς δύο πρὸς ἕν, εἴη ἂν τοῦ ἡμίσεος ἴδιον τὸ ὡς ἓν πρὸς δύο.
例如,既然两倍是对一半而言的,二是对一而言的,而两倍的特有属性是二对一,那么一半的特有属性就会是一对二。
Τρίτον ἀνασκευάζοντα μὲν εἰ τῆς ἕξεως τὸ καθ᾿ ἕξιν λεγόμενον μή ἐστιν ἴδιον· οὐδὲ γὰρ τῆς στερήσεως τὸ κατὰ στέρησιν λεγόμενον ἔσται ἴδιον.
第三,对于反驳的人,要看依状态而说的是否不是该状态的特有属性;因为这样,依匮乏而说的也不会是该匮乏的特有属性。
Κἂν εἰ δὲ τῆς στερήσεως τὸ κατὰ στέρησιν λεγόμενον μή ἐστιν ἴδιον, οὐδὲ τῆς ἕξεως τὸ κατὰ τὴν ἕξιν λεγόμενον ἴδιον ἔσται.
而且,如果依匮乏而说的不该是匮乏的特有属性,那么依状态而说的也不会是状态的特有属性。
Οἷον ἐπεὶ οὐ λέγεται τῆς κωφότητος ἴδιον τὸ ἀναισθησίαν εἶναι, οὐδ᾿ ἂν τῆς ἀκούσεως εἴη ἴδιον τὸ αἴσθησιν εἶναι.
例如,既然“无感觉”不被说成是聋的特有属性,那么“有感觉”也不会是听觉的特有属性。
Κατασκευάζοντα δὲ εἰ τὸ καθ᾿ ἕξιν λεγόμενόν ἐστι τῆς ἕξεως ἴδιον· καὶ γὰρ τῆς στερήσεως τὸ κατὰ στέρησιν λεγόμενον ἔσται ἴδιον.
而对于确立的人,则是看依状态而说的是否是状态的特有属性;因为这样,依匮乏而说的也将是匮乏的特有属性。
Κἂν εἰ τῆς στερήσεως τὸ κατὰ στέρησιν λεγόμενον ἔστιν ἴδιον, καὶ τῆς ἕξεως τὸ καθ᾿ ἕξιν λεγόμενον ἔσται ἴδιον.
而且,如果依匮乏而说的是匮乏的特有属性,那么依状态而说的也将是状态的特有属性。
Οἷον ἐπεὶ τῆς ὄψεώς ἐστιν ἴδιον τὸ βλέπειν, καθὸ ἔχομεν ὄψιν, εἴη ἂν τῆς τυφλότητος ἴδιον τὸ μὴ βλέπειν, καθὸ οὐκ ἔχομεν ὄψιν πεφυκότες ἔχειν.
例如,既然“看”是视觉的特有属性,就我们拥有视觉而言,那么“不看”就会是盲的特有属性,就我们虽然天生具有拥有视觉的本性却不拥有视觉而言。
Ἔπειτα ἐκ τῶν φάσεων καὶ τῶν ἀποφάσεων, πρῶτον μὲν ἐξ αὐτῶν τῶν κατηγορουμένων.
其次,从肯定与否定中考虑,首先从述语本身开始。
Ἔστι δ᾿ ὁ τόπος οὗτος χρήσιμος ἀνασκευάζοντι μόνον.
这一论题仅对反驳的人有用。
Οἷον εἰ ἡ φάσις ἢ τὸ κατὰ τὴν φάσιν λεγόμενον αὐτοῦ ἴδιόν ἐστιν· οὐ γὰρ ἔσται αὐτοῦ ἡ ἀπόφασις οὐδὲ τὸ κατὰ τὴν ἀπόφασιν λεγόμενον ἴδιον.
例如,如果肯定或者依肯定而说的是某物的特有属性;因为这样,它的否定或者依否定而说的就不是它的特有属性。
Κἂν εἰ δ᾿ ἡ ἀπόφασις ἢ τὸ κατὰ τὴν ἀπόφασιν λεγόμενόν ἐστιν αὐτοῦ ἴδιον, οὐκ ἔσται ἡ φάσις οὐδὲ τὸ κατὰ τὴν φάσιν λεγόμενον ἴδιον·
而且,如果否定或者依否定而说是某物的特有属性,那么肯定或者依肯定而说的就不会是它的特有属性。
οἷον ἐπεὶ τοῦ ζῴου ἐστὶν ἴδιον τὸ ἔμψυχον, οὐκ ἂν εἴη τοῦ ζῴου ἴδιον τὸ οὐκ ἔμψυχον.
例如,既然“有生命的”是动物的特有属性,那么“无生命的”就不会是动物的特有属性。