Humanitext Reader

亚里士多德 · 论题篇 §5.6#2

基于肯定否定与同位划分的特有属性

第 51 段,共 94 段 · 希腊语

内容简介

作者解释了基于肯定与否定(在述语及受词本身中)的论题,指出通过肯定来确立否定的特有属性的尝试是错误的,随后通过德性等例子展示了基于并列划分肢的论题。

§5.6#2Δεύτερον δ᾿ ἐκ τῶν κατηγορουμένων ἢ μὴ κατηγορουμένων, καὶ καθ᾿ ὧν κατηγορεῖται ἢ μὴ κατηγορεῖται, ἀνασκευάζοντα μὲν εἰ ἡ φάσις τῆς φάσεως μή ἐστιν ἴδιον· οὐδὲ γὰρ ἡ ἀπόφασις τῆς ἀποφάσεως ἔσται ἴδιον.
第二,从被述说或不被述说的事物,以及它们所被述说或不被述说的事物中考虑。 对于反驳的人,要看肯定是否不是肯定的特有属性;因为这样,否定也不会是否定的特有属性。
Κἂν εἰ δ᾿ ἡ ἀπόφασις τῆς ἀποφάσεως μή ἐστιν ἴδιον, οὐδ᾿ ἡ φάσις τῆς φάσεως ἔσται ἴδιον.
而且,如果否定不是否定的特有属性,那么肯定也不会是肯定的特有属性。
Οἷον ἐπεὶ οὐκ ἔστι τοῦ ἀνθρώπου ἴδιον τὸ ζῷον, οὐδ᾿ ἂν τοῦ μὴ ἀνθρώπου εἴη ἴδιον τὸ μὴ ζῷον.
例如,既然动物不是人的特有属性,那么非动物也不会是非人的特有属性。
Κἂν εἰ δὲ τοῦ μὴ ἀνθρώπου φαίνηται μὴ ἴδιον τὸ μὴ ζῷον, οὐδὲ τοῦ ἀνθρώπου ἔσται ἴδιον τὸ ζῷον.
而且,如果非动物看起来不是非人的特有属性,那么动物也不会是人的特有属性。
Κατασκευάζοντα δ᾿ εἰ τῆς φάσεως ἡ φάσις ἐστὶν ἴδιον· καὶ γὰρ τῆς ἀποφάσεως ἡ ἀπόφασις ἔσται ἴδιον.
而对于确立的人,则是看肯定是否是肯定的特有属性;因为这样,否定也将是否定的特有属性。
Κἂν εἰ δὲ τῆς ἀποφάσεως ἡ ἀπόφασίς ἐστιν ἴδιον, καὶ ἡ φάσις τῆς φάσεως ἔσται ἴδιον.
而且,如果否定是否定的特有属性,肯定也将是肯定的特有属性。
Οἷον ἐπεὶ τοῦ μὴ ζῴου ἴδιόν ἐστι τὸ μὴ ζῆν, εἴη ἂν τοῦ ζῴου ἴδιον τὸ ζῆν· κἂν εἰ δὲ τοῦ ζῴου φαίνηται ἴδιον τὸ ζῆν, καὶ τοῦ μὴ ζῴου φανεῖται ἴδιον τὸ μὴ ζῆν.
例如,既然不生活是非动物的特有属性,那么生活就会是动物的特有属性;而且,如果生活看起来是动物的特有属性,不生活也将看起来是非动物的特有属性。
Τρίτον δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων ἀνασκευάζοντα μὲν εἰ τὸ ἀποδεδομένον ἴδιον τῆς φάσεώς ἐστιν ἴδιον· οὐ γὰρ ἔσται τὸ αὐτὸ καὶ τῆς ἀποφάσεως ἴδιον.
第三,从受词本身开始。 对于反驳的人,要看被赋予的特有属性是否是肯定的特有属性;因为同一事物不会同时也是否定的特有属性。
Κἂν εἰ δὲ τῆς ἀποφάσεως ἴδιον τὸ ἀποδοθέν, οὐκ ἔσται τῆς φάσεως ἴδιον.
而且,如果被赋予的是否定的特有属性,它就不会是肯定的特有属性。
Οἷον ἐπεὶ τοῦ ζῴου ἴδιον τὸ ἔμψυχον, οὐκ ἂν εἴη τοῦ μὴ ζῴου ἴδιον τὸ ἔμψυχον.
例如,既然有生命的(有魂的)是动物的特有属性,那么有生命的就不会是非动物的特有属性。
Κατασκευάζοντα δὲ εἰ τὸ ἀποδοθὲν μὴ τῆς φάσεως ἴδιον, εἴη ἂν τῆς ἀποφάσεως.
而对于确立的人,则是看如果被赋予的不是肯定的特有属性,它是否就会是否定的特有属性。
Οὗτος δ᾿ ὁ τόπος ψευδής ἐστιν· φάσις γὰρ ἀποφάσεως καὶ ἀπόφασις φάσεως οὐκ ἔστιν ἴδιον.
但是这一论题是错误的;因为肯定不是否定的特有属性,否定也不是肯定的特有属性。
Φάσις μὲν γὰρ ἀποφάσει οὐδ᾿ ὅλως ὑπάρχει, ἀπόφασις δὲ φάσει ὑπάρχει μέν, οὐχ ὡς ἴδιον δὲ ὑπάρχει.
因为肯定根本不属于否定,而否定虽属于肯定,却不作为特有属性属于它。
Ἔπειτα δ᾿ ἐκ τῶν ἀντιδιῃρημένων ἀνασκευάζοντα μὲν εἰ τῶν ἀντιδιῃρημένων μηδὲν μηδενὸς τῶν λοιπῶν ἀντιδιῃρημένων ἐστὶν ἴδιον· οὐδὲ γὰρ τὸ κείμενον ἔσται ἴδιον τούτου οὗ κεῖται ἴδιον.
其次,从并列划分肢中考虑。 对于反驳的人,要看并列划分肢中的任何一个是否都不是其余并列划分肢中任何一个的特有属性;因为这样,所设定的特有属性也不会是它被设定为其特有属性之物的特有属性。
Οἷον ἐπεὶ ζῷον αἰσθητὸν οὐδενὸς τῶν ἄλλων θνητῶν ζῴων ἐστὶν ἴδιον, οὐκ ἂν εἴη τὸ ζῷον νοητὸν τοῦ θεοῦ ἴδιον.
例如,既然感觉动物不是其他任何可死动物的特有属性,那么理智动物就不会是神的特有属性。
Κατασκευάζοντα δ᾿ εἰ τῶν λοιπῶν τῶν ἀντιδιῃρημένων ὁτιοῦν ἐστὶν ἴδιον τούτων ἑκάστου τῶν ἀντιδιῃρημένων· καὶ γὰρ τὸ λοιπὸν ἔσται τούτου ἴδιον, οὗ κεῖται μὴ εἶναι ἴδιον.
而对于确立的人,则是看其余并列划分肢中的任何一个是否是这些并列划分肢中每一个的特有属性;因为这样,其余的也将会是那个被设定为其非特有属性之物的特有属性。
Οἷον ἐπεὶ φρονήσεώς ἐστιν ἴδιον τὸ καθ᾿ αὑτὸ πεφυκέναι λογιστικοῦ ἀρετὴν εἶναι, καὶ τῶν ἄλλων ἀρετῶν οὕτως ἑκάστης λαμβανομένης, εἴη ἂν σωφροσύνης ἴδιον τὸ καθ᾿ αὑτὸ πεφυκέναι ἐπιθυμητικοῦ ἀρετὴν εἶναι.
例如,既然明智的特有属性是依其本性作为理智部分的德性,且其他德性每一项也同样这样取,那么节制的特有属性就会是依其本性作为欲望部分的德性。

词汇与语法注释

  1. p.350εἰ ἡ φάσις τῆς φάσεως μή ἐστιν ἴδιον — 此处的“肯定”(φάσις)与“否定”(ἀπόφασις)并不是指命题,而是指肯定性术语(如“人”、“动物”)与否定性术语(如“非人”、“非动物”)之间的关系。
  2. p.350εἰ τὸ ἀποδεδομένον ἴδιον τῆς φάσεώς ἐστιν ἴδιον — 主语“被赋予的特有属性”(τὸ ἀποδεδομένον ἴδιον)与谓语部分“肯定的特有属性”(τῆς φάσεως ἴδιον)重叠。第一个 ἴδιον 指的是被作为候选提出来的特有属性,第二个 ἴδιον 则作谓语用(作为……的特有属性)。
  3. p.350ἀπόφασις δὲ φάσει ὑπάρχει μέν, οὐχ ὡς ἴδιον δὲ ὑπάρχει — 解释了尽管一个否定的对立概念(如“非无生命的”)必然伴随着肯定的概念(如“有生命的”),但这仅仅是平凡的随伴,并不具有可逆性,因此在严格定义上不能作为“特有属性”(ἴδιον)存在。
  4. p.351τῶν ἀντιδιῃρημένων — 指从同一属中相互排他地划分出来的“并列划分肢”(并列的协同分肢)。在上下文中,德性(如明智、节制)和动物分类(如感觉的、理智的)被用作该概念的代表例。

引用这一段

亚里士多德, 论题篇 §5.6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:5.6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。