§5.5#2Ἐνίοτε δὲ καὶ τὸ τῷ εἴδει προσθεὶς διήμαρτεν.
但有时,由于加上“在种上”,他也会犯错。
Δεήσει γὰρ ἓν εἶδος εἶναι τῶν λεχθέντων, ὅταν τὸ τῷ εἴδει προστεθῇ· τοῦτο δ᾿ ἐπ᾿ ἐνίων οὐ συμπίπτει, καθάπερ οὐδ᾿ ἐπὶ τοῦ πυρός.
因为当加上“在种上”时,所说的事物必须属于单一的种;但这在某些情况下并不成立,就像在火的情形中一样。
Οὐ γὰρ ἐστιν ἓν εἶδος τοῦ πυρός· ἕτερον γάρ ἐστι τῷ εἴδει ἄνθραξ καὶ φλὸξ καὶ φῶς, ἕκαστον αὐτῶν πῦρ ὄν.
因为火并非只有一个种;因为木炭、火焰和光在种上是不同的,而它们每一个都是火。
Διὰ τοῦτο δ᾿ οὐ δεῖ, ὅταν τῷ εἴδει προστεθῇ, ἕτερον εἶναι εἶδος τοῦ λεχθέντος, ὅτι τοῖς μὲν μᾶλλον τοῖς δ᾿ ἧττον ὑπάρξει τὸ λεχθὲν ἴδιον, καθάπερ ἐπὶ τοῦ πυρὸς τὸ λεπτομερέστατον· λεπτομερέστερον γάρ ἐστι τὸ φῶς τοῦ ἄνθρακος καὶ τῆς φλογός.
当加上“在种上”时,所说的事物不能有另一个种,正是因为这个原因:所说的特有属性将会较多地属于某些,而较少地属于另一些,正如火的情形中“由最微细粒子组成”一样;因为光比木炭和火焰由更微细的粒子组成。
Τοῦτο δ᾿ οὐ δεῖ γίνεσθαι, ὅταν μὴ καὶ τὸ ὄνομα μᾶλλον κατηγορῆται, καθ᾿ οὗ ὁ λόγος μᾶλλον, ἀληθεύεται· εἰ δὲ μή, οὐκ ἔσται, καθ᾿ οὗ ὁ λόγος μᾶλλον, καὶ τοὔνομα μᾶλλον.
但这种情况是不应该发生的,除非名称也较多地被陈述于定义对其较多为真的对象;否则,就不会是定义对其较多为真,名称也对其较多为真。
Ἔτι δὲ πρὸς τούτοις ταὐτὸν εἶναι συμβήσεται τὸ ἴδιον τοῦ τε ἁπλῶς καὶ τοῦ μάλιστα ὄντος ἐν τῷ ἁπλῶς τοιούτῳ, καθάπερ ἐπὶ τοῦ πυρὸς ἔχει τὸ λεπτομερέστατον· καὶ γὰρ τοῦ φωτὸς ἔσται ταὐτὸ τοῦτο ἴδιον· λεπτομερέστατον γάρ ἐστι τὸ φῶς.
此外,除了这些,还会发生:端地如此之物的特有属性,与在端地如此之物中最为如此之物的特有属性,将会是同一个,正如火的情形中“由最微细粒子组成”一样;因为对于光来说,这也将是同一个特有属性;因为光是由最微细粒子组成的。
Ἄλλου μὲν οὖν οὕτως ἀποδιδόντος τὸ ἴδιον ἐπιχειρητέον, αὐτῷ δ᾿ οὐ δοτέον ἐστὶ ταύτην τὴν ἔνστασιν, ἀλλ᾿ εὐθὺς τιθέμενον τὸ ἴδιον διοριστέον ὃν τρόπον τίθησι τὸ ἴδιον.
因此,如果别人以这种方式给出特有属性,就应当予以反驳;但自己不应留下这一反驳的余地,而在设定特有属性时,必须立即界定是以何种方式设定该特有属性的。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ αὐτὸ αὑτοῦ ἴδιον ἔθηκεν· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον.
其次,对于进行反驳的人,要看他是否将一个事物设定为它自身的特有属性;因为这样,被设定为特有属性的东西就不会是特有属性。
Αὐτὸ γὰρ αὑτῷ πᾶν τὸ εἶναι δηλοῖ, τὸ δὲ τὸ εἶναι δηλοῦν οὐκ ἴδιον ἀλλ᾿ ὅρος ἐστίν.
因为每个事物自身都向自身表明其本质,而表明本质的东西不是特有属性,而是定义。
Οἷον ἐπεὶ ὁ εἴπας καλοῦ τὸ πρέπον ἴδιον εἶναι αὐτὸ ἑαυτοῦ ἴδιον ἀπέδωκε (ταὐτὸν γάρ ἐστι τὸ καλὸν καὶ πρέπον), οὐκ ἂν εἴη τὸ πρέπον τοῦ καλοῦ ἴδιον.
例如,说美得体是美的特有属性的人,给出了一个事物作为它自身的特有属性(因为美和得体是同一个东西),那么,得体就不会是美的特有属性。
Κατασκευάζοντα δὲ εἰ μὴ αὐτὸ μὲν αὑτοῦ ἴδιον ἀπέδωκεν, ἀντικατηγορούμενον δ᾿ ἔθηκεν· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον.
而对于进行确立的人,则是看他是否给出了一个事物,不是作为它自身的特有属性,而是设定为相互陈述的;因为这样,被设定为不是特有属性的东西就会是特有属性。
Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ οὐσία ἔμψυχος οὐκ αὐτὸ μὲν αὑτοῦ ἴδιον ἔθηκεν, ἀντικατηγορούμενον δ᾿ ἀποδέδωκεν, εἴη ἂν ἴδιον τοῦ ζῴου τὸ οὐσία ἔμψυχος.
例如,将“有灵魂的实体”设定为动物之特有属性的人,并不是将一个事物设定为它自身的特有属性,而是给出了相互陈述的属性,因此,“有灵魂的实体”将会是动物的特有属性。
Ἔπειτ᾿ ἐπὶ τῶν ὁμοιομερῶν σκεπτέον ἐστὶν ἀνασκευάζοντα μὲν εἰ τὸ τοῦ συνόλου ἴδιον μὴ ἀληθεύεται κατὰ τοῦ μέρους, ἢ εἰ τὸ τοῦ μέρους μὴ λέγεται κατὰ τοῦ σύμπαντος· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον ἴδιον εἶναι.
其次,在由同质部分组成的事物中,必须考虑,对于反驳的人,整体的特有属性是否对部分不真,或者部分的特有属性是否不对整体说;因为这样,被设定为特有属性的东西就不会是特有属性。
Συμβαίνει δ᾿ ἐπ᾿ ἐνίων τοῦτο γίνεσθαι· ἀποδοίη γὰρ ἄν τις ἐπὶ τῶν ὁμοιομερῶν ἴδιον ἐνίοτε μὲν ἐπὶ τὸ σύμπαν βλέψας, ἐνίοτε δ᾿ ἐπὶ τὸ κατὰ μέρος λεγόμενον αὐτὸς αὑτὸν ἐπιστήσας· ἔσται δ᾿ οὐδέτερον ὀρθῶς ἀποδεδομένον.
在某些情况下这确实会发生;因为在给出同质部分组成之物的特有属性时,有人可能有时着眼于整体给出,有时则自己关注于对部分所说的内容给出;但这两种方式给出的特有属性都不会是正确的。
Οἷον ἐπὶ μὲν τοῦ σύμπαντος, ἐπεὶ ὁ εἴπας θαλάττης ἴδιον τὸ πλεῖστον ὕδωρ ἁλμυρὸν ὁμοιομεροῦς μέν τινος ἔθηκε τὸ ἴδιον, τοιοῦτον δ᾿ ἀπέδωκεν ὃ οὐκ ἀληθεύεται κατὰ τοῦ μέρους (οὐ γάρ ἐστιν ἡ τὶς θάλαττα τὸ πλεῖστον ὕδωρ ἁλμυρόν), οὐκ ἂν εἴη τῆς θαλάττης ἴδιον τὸ πλεῖστον ὕδωρ ἁλμυρόν.
例如,关于整体,说海洋的特有属性是“最大量的咸水”的人,虽然设定了某种同质部分组成之物的特有属性,但他给出的属性却对部分不真(因为某一部分的海洋并不是最大量的咸水),那么“最大量的咸水”就不会是海洋的特有属性。
Ἐπὶ δὲ τοῦ μέρους, οἷον ἐπεὶ ὁ θεὶς ἀέρος ἴδιον τὸ ἀναπνευστὸν ὁμοιομεροῦς μέν τινος εἴρηκε τὸ ἴδιον, τοιοῦτον δ᾿ ἀπέδωκεν ὃ κατὰ τοῦ τινὸς ἀέρος ἀληθεύεται, κατὰ δὲ τοῦ σύμπαντος οὐ λέγεται (οὐ γάρ ἐστιν ὁ σύμπας ἀναπνευστός), οὐκ ἂν εἴη τοῦ ἀέρος ἴδιον τὸ ἀναπνευστόν.
而关于部分,例如,将“可呼吸的”设定为空气之特有属性的人,虽然说了某种同质部分组成之物的特有属性,但他给出的属性却虽对某一部分空气为真,但不对整体说(因为全部的空气并非都是可呼吸的),那么“可呼吸的”就不会是空气的特有属性。
Κατασκευάζοντα δὲ εἰ ἀληθεύεται μὲν καθ᾿ ἑκάστου τῶν ὁμοιομερῶν, ἔστι δ᾿ ἴδιον αὐτῶν κατὰ τὸ σύμπαν· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον.
而对于进行确立的人,则是看该属性是否对每个同质部分都为真,并且就整体而言是它们的特有属性;因为这样,被设定为不是特有属性的东西就会是特有属性。
Οἷον ἐπεὶ ἀληθεύεται κατὰ πάσης τῆς γῆς τὸ κάτω φέρεσθαι κατὰ φύσιν, ἔστι δὲ τοῦτο ἴδιον καὶ τῆς τινὸς γῆς κατὰ τὴν γῆν, εἴη ἂν τῆς γῆς ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν.
例如,既然“自然地向下移动”对所有的土都为真,且就土而言这对于某一部分的土来说也是特有属性,那么“自然地向下移动”就会是土的特有属性。