§5.5#1Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ φύσει ὑπάρχον βουλόμενος ἀποδοῦναι τοῦτον τὸν τρόπον τίθησι τῇ λέξει, ὥστε τὸ ἀεὶ ὑπάρχον σημαίνειν· δόξειε γὰρ ἂν κινεῖσθαι τὸ κείμενον εἶναι ἴδιον.
其次,对于进行反驳的人,要看他虽然意在给出本质上属于的事物,却在措辞上使其显得是指总是属于的事物;因为这样,被设定为特有属性的东西就似乎会被推翻。
Οἷον ἐπεὶ ὁ εἴπας ἀνθρώπου ἴδιον τὸ δίπουν βούλεται μὲν τὸ φύσει ὑπάρχον ἀποδιδόναι, σημαίνει δὲ τῇ λέξει τὸ ἀεὶ ὑπάρχον, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ δίπουν· οὐ γὰρ πᾶς ἄνθρωπός ἐστι δύο πόδας ἔχων.
例如,说人的特有属性是“二足”的人,虽然意在给出本质上属于的属性,但在措辞上却表示了总是属于的属性,因此,“二足”不会是人的特有属性;因为并非每个人都拥有双足。
Κατασκευάζοντα δ᾿ εἰ βούλεται τὸ φύσει ὑπάρχον ἴδιον ἀποδιδόναι καὶ τῇ λέξει τοῦτον τὸν τρόπον σημαίνει· οὐ γὰρ κινήσεται κατὰ τοῦτο τὸ ἴδιον.
而对于进行确立的人,则是看他是否意在给出本质上属于的特有属性,并在措辞中也是这样表示的;因为在这一方面,该特有属性是不会被推翻的。
Οἷον ἐπεὶ ὁ ἀνθρώπου ἴδιον ἀποδιδοὺς τὸ ζῷον ἐπιστήμης δεκτικὸν καὶ βούλεται καὶ τῇ λέξει σημαίνει τὸ φύσει ὑπάρχον ἴδιον, οὐκ ἂν κινοῖτο κατὰ τοῦτο, ὡς οὐκ ἔστιν ἀνθρώπου ἴδιον τὸ ζῷον ἐπιστήμης δεκτικόν.
例如,将“能够接受知识的动物”作为人的特有属性给出的那个人,既意在也通过措辞表示了本质上属于的特有属性,因此在这一方面,他是不会被推翻的,就好像“能够接受知识的动物”不是人的特有属性一样。
Ἔτι ὅσα λέγεται ὡς κατ᾿ ἄλλο τι πρῶτον ἢ ὡς πρῶτον αὐτό, ἔργον ἐστὶν ἀποδοῦναι τῶν τοιούτων τὸ ἴδιον· ἐὰν μὲν γὰρ τοῦ κατ᾿ ἄλλο τι ἴδιον ἀποδῷς, καὶ κατὰ τοῦ πρώτου ἀληθεύσεται, ἐὰν δὲ τοῦ πρώτου θῇς, καὶ τοῦ κατ᾿ ἄλλο κατηγορηθήσεται.
此外,对于所有那些或者因他物而作为第一被说的,或者其自身作为第一被说的东西,要给出这些东西的特有属性是一件困难的工作;因为如果你给出因他物而属于之物的特有属性,它对第一事物也是真的,而如果你设定第一事物的特有属性,它也会被陈述于因他物而属于之物。
Οἷον ἐὰν μέν τις ἐπιφανείας ἴδιον ἀποδῷ τὸ κεχρῶσθαι, καὶ κατὰ σώματος ἀληθεύσεται τὸ κεχρῶσθαι, ἐὰν δὲ σώματος, καὶ κατ᾿ ἐπιφανείας κατηγορηθήσεται.
例如,如果有人将“被着色”给出为表面的特有属性,那么“被着色”对身体(物体)来说也是真的;而如果他将它给出为身体的特有属性,它也会被陈述于表面。
Ὥστε οὐ καθ᾿ οὗ ὁ λόγος, καὶ τοὔνομα ἀληθεύσεται.
因此,定义对其为真的对象,名称并不同样对其为真。
Συμβαίνει δ᾿ ἐν ἐνίοις τῶν ἰδίων ὡς ἐπὶ τὸ πολὺ γίνεσθαί τινα ἁμαρτίαν παρὰ τὸ μὴ διορίζεσθαι πῶς καὶ τίνων τίθησι τὸ ἴδιον.
然而,在某些特有属性中,通常会由于没有界定如何以及对什么事物设定特有属性而产生某种错误。
Ἅπαντες γὰρ ἐπιχειροῦσιν ἀποδιδόναι τὸ ἴδιον ἢ τὸ φύσει ὑπάρχον, καθάπερ ἀνθρώπου τὸ δίπουν, ἢ τὸ ὑπάρχον, καθάπερ ἀνθρώπου τινὸς τὸ τέτταρας δακτύλους ἔχειν, ἢ εἴδει, καθάπερ πυρὸς τὸ λεπτομερέστατον, ἢ ἁπλῶς, καθάπερ ζῴου τὸ ζῆν, ἢ κατ᾿ ἄλλο, καθάπερ ψυχῆς τὸ φρόνιμον, ἢ ὡς τὸ πρῶτον, καθάπερ λογιστικοῦ τὸ φρόνιμον, ἢ ὡς τῷ ἔχειν, καθάπερ ἐπιστήμονος τὸ ἀμετάπειστον ὑπὸ λόγου (οὐδὲν γὰρ ἕτερον ἢ τῷ ἔχειν τι ἔσται ἀμετάπειστος ὑπὸ λόγου), ἢ τῷ ἔχεσθαι, καθάπερ ἐπιστήμης τὸ ἀμετάπειστον ὑπὸ λόγου, ἢ τῷ μετέχεσθαι, καθάπερ ζῴου τὸ αἰσθάνεσθαι (αἰσθάνεται μὲν γὰρ καὶ ἄλλο τι, οἷον ἄνθρωπος, ἀλλὰ μετέχον ἤδη τοῦτο αἰσθάνεται), ἢ τῷ μετέχειν, καθάπερ τοῦ τινὸς ζῴου τὸ ζῆν.
因为所有人企图给出的特有属性,要么是本质上属于的(如人的“二足”),要么是现实际属于的(如某人的“有四根手指”),要么是在种上的(如火的“由最微细粒子组成”),要么是端地属于的(如动物的“活生生”),要么是因他物而属于的(如灵魂的“明智”),要么是作为第一而属于的(如理智部分的“明智”),要么是通过拥有的方式(如有知识者的“不被论证说服”——因为除了通过拥有某物之外,他不可能成为不被论证说服的人),要么是通过被拥有的方式(如知识的“不被论证说服”),要么是通过被分有的方式(如动物的“有感觉”——因为其他东西如人也有感觉,但人是由于分有了动物才具有感觉),要么是通过分有的方式(如某一特定动物的“活生生”)。
Μὴ προσθεὶς μὲν οὖν τὸ φύσει ἁμαρτάνει, διότι ἐνδέχεται τὸ φύσει ὑπάρχον μὴ ὑπάρχειν ἐκείνῳ ᾧ φύσει ὑπάρχει, καθάπερ ἀνθρώπῳ τὸ δύο πόδας ἔχειν.
因此,如果他不加上“本质上”,就会犯错,因为本质上属于的事物有可能并不属于其在本质上所属的对象(如人的“拥有双足”)。
Μὴ διορίσας δ᾿ ὅτι τὸ ὑπάρχον ἀποδίδωσιν, ὅτι οὐκ ἔσται τοιοῦτον οἷον νῦν ὑπάρχει ἐκεῖνο, καθάπερ τὸ τέτταρας δακτύλους ἔχειν τὸν ἄνθρωπον.
而如果他不界定他是给出现实际属于的属性,因为该事物不会总是像现在这样属于它(如人“有四根手指”)。
Μὴ δηλώσας δὲ διότι ὡς πρῶτον ἢ ὡς κατ᾿ ἄλλο τίθησιν, ὅτι οὐ καθ᾿ οὗ ὁ λόγος, καὶ τοὔνομα ἀληθεύσεται, καθάπερ τὸ κεχρῶσθαι, εἴτε τῆς ἐπιφανείας εἴτε τοῦ σώματος ἀποδοθὲν ἴδιον.
如果他不表明他是作为第一还是因他物而设定,因为定义对其为真的对象,名称并不同样为其真(例如“被着色”,无论是被给出为表面还是身体的特有属性)。
Μὴ προείπας δὲ διότι ἢ τῷ ἔχειν ἢ τῷ ἔχεσθαι τὸ ἴδιον ἀποδέδωκε, διότι οὐκ ἔσται ἴδιον· ὑπάρξει γάρ, ἐὰν μὲν τῷ ἔχεσθαι ἀποδιδῷ τὸ ἴδιον, τῷ ἔχοντι, ἐὰν δὲ τῷ ἔχοντι, τῷ ἐχομένῳ, καθάπερ τὸ ἀμετάπειστον ὑπὸ λόγου τῆς ἐπιστήμης ἢ τοῦ ἐπιστήμονος τεθὲν ἴδιον.
而如果不提前说明他是通过拥有还是被拥有给出特有属性,因为它不会是特有属性;因为如果他通过被拥有给出特有属性,它将属于拥有者,而如果通过拥有,则属于被拥有者(例如,将“不被论证说服”设定为知识或有知识者的特有属性)。
Μὴ προσσημήνας δὲ τῷ μετέχειν ἢ τῷ μετέχεσθαι, ὅτι καὶ ἄλλοις τισὶν ὑπάρξει τὸ ἴδιον· ἐὰν μὲν γὰρ τῷ μετέχεσθαι ἀποδῷ, τοῖς μετέχουσιν, ἐὰν δὲ τῷ μετέχειν, τοῖς μετεχομένοις, καθάπερ εἰ τοῦ τινὸς ζῴου ἢ τοῦ ζῴου τιθείη τὸ ζῆν ἴδιον.
如果他不另外指明是通过分有还是被分有,那么特有属性也将属于其他一些事物;因为如果他通过被分有给出,它将属于分有者,而如果通过分有给出,则属于被分有者(例如,如果将“活生生”设定为某一特定动物或动物的特有属性)。
Μὴ διαστείλας δὲ τὸ τῷ εἴδει, ὅτι ἑνὶ μόνῳ ὑπάρξει τῶν ὑπὸ τοῦτο ὄντων οὗ τὸ ἴδιον τίθησι· τὸ γὰρ καθ᾿ ὑπερβολὴν ἑνὶ μόνῳ ὑπάρχει, καθάπερ τοῦ πυρὸς τὸ κουφότατον.
如果他不区分“在种上”,因为它将仅属于他设定特有属性的对象之下的一个事物;因为因超越而属于的属性仅属于单一的事物(如火的“最轻”)。