Humanitext Reader

亚里士多德 · 论题篇 §5.4#2

基于时间同时性与同一性的特有属性考察

第 47 段,共 94 段 · 希腊语

内容简介

亚里士多德论述了特有属性与名称的时间同时性、相同或同种对象中特有属性的一致性,以及在涉及基体与偶性结合或文法格变化时,如何确立或反驳特有属性的托波斯。

§5.4#2Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ μὴ ἐνδέχεται ἅμα ὑπάρχειν τὸ ἴδιον, ἀλλ᾿ ἢ ὕστερον ἢ πρότερον ἢ οὗ τοὔνομα· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον, ἢ οὐδέποτε ἢ οὐκ ἀεί.
其次,对于进行反驳的人,要看特有属性与名称是否不可能同时存在,而是一方较另一方在后或在前;因为这样,被设定为特有属性的东西就不会是特有属性,或者根本不是,或者不总是。
Οἷον ἐπεὶ ἐνδέχεται καὶ πρότερόν τινι ὑπάρξαι καὶ ὕστερον τὸ βαδίζειν διὰ τῆς ἀγορᾶς ἢ τὸ ἄνθρωπος, οὐκ ἂν εἴη τὸ βαδίζειν διὰ τῆς ἀγορᾶς τοῦ ἀνθρώπου ἴδιον, ἢ οὐδέποτ᾿ ἢ οὐκ ἀεί.
例如,由于“在广场上行走”可能比“人”这一名称更早或更晚属于某人,“在广场上行走”就不会是人的特有属性,或者根本不是,或者不总是。
Κατασκευάζοντα δὲ εἰ ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει, μήτε ὅρος ὂν μήτε διαφορά· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον.
而对于进行确立的人,则是看它们是否必然总是同时存在,而既非定义也非种差;因为这样,本设定为不是特有属性的东西就会成为特有属性。
Οἷον ἐπεὶ τὸ ζῷον ἐπιστήμης δεκτικὸν ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει καὶ τὸ ἄνθρωπος, οὔτε διαφορὰ ὂν οὔθ᾿ ὅρος, εἴη ἂν τὸ ζῷον ἐπιστήμης δεκτικὸν τοῦ ἀνθρώπου ἴδιον.
例如,由于“能够接受知识的动物”必然总是与“人”同时存在,而它既非种差也非定义,那么“能够接受知识的动物”就会是人的特有属性。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν, ᾗ ταὐτά ἐστι, μή ἐστι τὸ αὐτὸ ἴδιον· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον.
其次,对于进行反驳的人,要看对于在同一意义上的同一事物,是否同一特有属性并不属于它们;因为这样,被设定为特有属性的东西就不会是特有属性。
Οἷον ἐπεὶ οὐκ ἔστι διωκτοῦ τὸ φαίνεσθαί τισιν ἀγαθὸν ἴδιον, οὐδ᾿ ἂν αἱρετοῦ εἴη ἴδιον τὸ φαίνεσθαί τισιν ἀγαθόν· ταὐτὸν γάρ ἐστι τὸ διωκτὸν καὶ τὸ αἱρετόν.
例如,由于“对某些人显现为善”不是“被追求者”的特有属性,那么“对某些人显现为善”也不会是“被选择者”的特有属性;因为“被追求者”和“被选择者”是同一的。
Κατασκευάζοντα δ᾿ εἰ τοῦ αὐτοῦ, ᾗ ταὐτό ἐστι, ταὐτὸ ἴδιον· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον.
开发而对于进行确立的人,则是看对于同一事物,在其作为同一的限度内,同一特有属性是否属于它;因为这样,本设定为不是特有属性的东西就会成为特有属性。
Οἷον ἐπεὶ ἀνθρώπου, ᾗ ἄνθρωπός ἐστι, λέγεται ἴδιον τὸ τριμερῆ ψυχὴν ἔχειν, καὶ βροτοῦ, ᾗ βροτός ἐστιν, εἴη ἂν ἴδιον τὸ τριμερῆ ψυχὴν ἔχειν.
例如,由于对于人,在其作为人的限度内,其特有属性被说是“具有由三部分组成的灵魂”,那么对于凡夫,在其作为凡夫的限度内,“具有由三部分组成的灵魂”就会是其特有属性。
Χρήσιμος δ᾿ ὁ τόπος οὗτος καὶ ἐπὶ τοῦ συμβεβηκότος· τοῖς γὰρ αὐτοῖς, ᾗ ταὐτά ἐστι, ταὐτὰ δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.
这个托波斯对于偶性也很有用;因为对于同一事物,在其作为同一的限度内,同一属性应当属于或不属于它们。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν τῷ εἴδει μὴ ταὐτὸν ἀεὶ τῷ εἴδει τὸ ἴδιόν ἐστιν· οὐδὲ γὰρ τοῦ εἰρημένου ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον.
其次,对于进行反驳的人,要看在种上同一的事物,其特有属性是否不总是种上同一的;因为这样,被设定为特有属性的东西就不会是所述事物的特有属性。
Οἷον ἐπεὶ ταὐτόν ἐστι τῷ εἴδει ἄνθρωπος καὶ ἵππος, οὐκ ἀεὶ δὲ τοῦ ἵππου ἐστὶν ἴδιον τὸ ἑστάναι ὑφ᾿ αὑτοῦ, οὐκ ἂν εἴη τοῦ ἀνθρώπου ἴδιον τὸ κινεῖσθαι ὑφ᾿ αὑτοῦ· ταὐτὸν γάρ ἐστι τῷ εἴδει τὸ κινεῖσθαι καὶ ἑστάναι ὑφ᾿ αὑτοῦ, ᾗ ζῷόν ἐστιν ἑκατέρῳ αὐτῶν τῷ συμβεβηκέναι.
例如,由于“人”和“马”在种上是同一的,而“凭借自身静止”并不总是“马”的特有属性,那么“凭借自身运动”就不会是“人”的特有属性;因为在它们由于偶性而均为动物的限度内,“凭借自身运动”与“凭借自身静止”在种上是同一的。
Κατασκευάζοντα δ᾿ εἰ τῶν αὐτῶν τῷ εἴδει ταὐτὸν ἀεὶ τὸ ἴδιον· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον.
而对于进行确立的人,则是看在种上同一的事物,同一特有属性是否总是属于它们;因为这样,本设定为不是特有属性的东西就会成为特有属性。
Οἷον ἐπεὶ ἀνθρώπου ἐστὶν ἴδιον τὸ εἶναι πεζὸν δίπουν, καὶ ὄρνιθος ἂν εἴη ἴδιον τὸ εἶναι πτηνὸν δίπουν· ἑκάτερον γὰρ τούτων ἐστὶ ταὐτὸν τῷ εἴδει, ᾗ τὰ μὲν ὡς ὑπὸ τὸ αὐτὸ γένος ἐστὶν εἴδη, ὑπὸ τὸ ζῷον ὄντα, τὰ δὲ ὡς γένους διαφοραί, τοῦ ζῴου.
例如,由于“人”的特有属性是“作为二足步行的东西”,那么“鸟”的特有属性就会是“作为二足飞行的东西”;因为这二者中的每一个在种上都是同一的,一者是在同一属之下有的种,另一者是该属的种差。
Οὗτος δ᾿ ὁ τόπος ψευδής ἐστιν, ὅταν τὸ μὲν ἕτερον τῶν λεχθέντων ἑνί τινι μόνῳ ὑπάρχῃ εἴδει, τὸ δ᾿ ἕτερον πολλοῖς, καθάπερ τὸ πεζὸν τετράπουν.
然而,当上述事物中的一个仅属于某一个单一的种,而另一个属于许多种时,这个托波斯是错误的,例如“四足步行的”。
Ἐπεὶ δὲ τὸ ταὐτὸν καὶ τὸ ἕτερον πολλαχῶς λέγεται, ἔργον ἐστὶ σοφιστικῶς λαμβάνοντι ἑνὸς ἀποδοῦναι καὶ μόνου τινὸς τὸ ἴδιον.
由于“同一”和“不同”是在多种意义上被说的,因此,要针对诡辩地理解词义的人给出某一个且仅属于这一个事物的特有属性,是一件困难的工作。
Τὸ γὰρ ὑπάρχον τινὶ ᾧ συμβέβηκέ τι, καὶ τῷ συμβεβηκότι ὑπάρξει λαμβανομένῳ μετὰ τοῦ ᾧ συμβέβηκεν, οἷον τὸ ὑπάρχον ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ ὑπάρξει, ἂν ᾖ λευκὸς ἄνθρωπος, καὶ τὸ λευκῷ δὲ ἀνθρώπῳ ὑπάρχον καὶ ἀνθρώπῳ ὑπάρξει.
因为凡是属于某一个具有偶性之物的东西,也属于与该属性一同被考虑的那个具有该属性之物;例如,属于“人”的东西,若有“白人”存在,也必属于“白人”,而属于“白人”的东西也属于“人”。
Διαβάλλοι δ᾿ ἄν τις τὰ πολλὰ τῶν ἰδίων, τὸ ὑποκείμενον ἄλλο μὲν καθ᾿ αὑτὸ ποιῶν ἄλλο δὲ μετὰ τοῦ συμβεβηκότος, οἷον ἄλλο μὲν ἄνθρωπον εἶναι λέγων ἄλλο δὲ λευκὸν ἄνθρωπον, ἔτι δὲ ἕτερον ποιῶν τὴν ἕξιν καὶ τὸ κατὰ τὴν ἕξιν λεγόμενον.
人们可以通过将基体本身与带有偶性的基体区分为不同事物来驳斥大多数特有属性;例如,说“人”是一回事,而“白人”是另一回事,并且进一步将状态与根据该状态而被说的东西区分为不同的事物。
Τὸ γὰρ τῇ ἕξει ὑπάρχον καὶ τῷ κατὰ τὴν ἕξιν λεγομένῳ ὑπάρξει, καὶ τὸ τῷ κατὰ τὴν ἕξιν λεγομένῳ ὑπάρχον καὶ τῇ ἕξει ὑπάρξει.
因为属于该状态的东西也必属于根据该状态而被说的东西,而属于根据该状态而被说的东西的东西也必属于该状态。
Οἷον ἐπεὶ ὁ ἐπιστήμων κατὰ τὴν ἐπιστήμην λέγεται διακεῖσθαι, οὐκ ἂν εἴη τῆς ἐπιστήμης ἴδιον τὸ ἀμετάπειστον ὑπὸ λόγου· καὶ γὰρ ὁ ἐπιστήμων ἔσται ἀμετάπειστος ὑπὸ λόγου.
例如,由于“有知识者”是根据“知识”这一状态而被说处于该状态的,所以“不被论证所说服”不会是“知识”的特有属性;因为“有知识者”也必是不被论证所说服的。
Κατασκευάζοντα δὲ ῥητέον ὅτι οὐκ ἔστιν ἕτερον ἁπλῶς τὸ ᾧ συμβέβηκε καὶ τὸ συμβεβηκὸς μετὰ τοῦ ᾧ συμβέβηκε λαμβανόμενον, ἀλλ᾿ ἄλλο λέγεται τῷ ἕτερον εἶναι αὐτοῖς τὸ εἶναι· οὐ ταὐτὸν γάρ ἐστιν ἀνθρώπῳ τε τὸ εἶναι ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ τὸ εἶναι ἀνθρώπῳ λευκῷ.
而对于进行确立的人,则必须说:具有偶性的主体和与该主体一同被考虑的偶性并非端的不同,而只是因为它们的存在不同而被说不同;因为对于一个白人来说,“作为人”与“作为白人”并不是同一的。
Ἔτι δὲ θεωρητέον ἐστὶ παρὰ τὰς πτώσεις, λέγοντα διότι οὔθ᾿ ὁ ἐπιστήμων ἔσται τὸ ἀμετάπειστον ὑπὸ λόγου ἀλλ᾿ ὁ ἀμετάπειστος ὑπὸ λόγου, οὔθ᾿ ἡ ἐπιστήμη τὸ ἀμετάπειστον ὑπὸ λόγου ἀλλ᾿ ἡ ἀμετάπειστος ὑπὸ λόγου· πρὸς γὰρ τὸν πάντως ἐνιστάμενον πάντως ἀντιτακτέον ἐστίν.
此外,还必须根据形态变化来观察,指出“有知识者”不会是“不被论证所说服(中性)”,而是“不被论证所说服者(阳性)”;“知识”也不会是“不被论证所说服(中性)”,而是“不被论证所说服的(阴性)”;因为对于无端挑衅的人,必须无端进行反击。

词汇与语法注释

  1. 5.4#2ἀλλ᾿ ἢ ὕστερον ἢ πρότερον ἢ οὗ τοὔνομα — 意为“或者(特有属性与名称)一者在另一者之后或之前”。此处关系代词属格 `οὗ` 充当由比较级副词 `ὕστερον` 和 `πρότερον` 支配的比较属格(genitive of comparison),其先行词是 `τοὔνομα`(或暗指的 `τὸ ἴδιον`),用以表达两者的不一致性。
  2. p.343ᾗ ζῷόν ἐστιν ἑκατέρῳ αὐτῶν τῷ συμβεβηκέναι — 与格不定式短语 `τῷ συμβεβηκέναι` 充当表示原因或方式的与格(dative of cause/means),意为“由于(作为偶性)属于(它们)”。从句 `ᾗ ζῷόν ἐστιν`(在其作为动物的限度内)修饰 `ἑκατέρῳ αὐτῶν`(它们中的每一个),表明,人与马在作为动物这一共同偶性的层面上,其自身的运动或静止在种上是同一的。
  3. p.344οὔθ᾿ ὁ ἐπιστήμων ἔσται τὸ ἀμετάπειστον — 基于文法上“性(gender)”的一致性(作为 `πτώσεις` 即词尾/形态变化的一种形式)的论证。亚里士多德指出,将中性名词短语 `τὸ ἀμετάπειστον`(不被说服者/不被说服这件事)直接作为阳性主语 `ὁ ἐπιστήμων`(有知识者)或阴性名词 `ἡ ἐπιστήμη`(知识)的特有属性(谓项)在文法上是不协调的。他认为,若主语是阳性,谓项也应一致为阳性(`ὁ ἀμετάπειστος`);若主语是阴性,谓项也应一致为阴性(`ἡ ἀμετάπειστος`),而不应直接使用中性形式。

引用这一段

亚里士多德, 论题篇 §5.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:5.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。