Humanitext Reader

亚里士多德 · 论题篇 §5.4#1

判定属性是否为特有属性的反驳与立论

第 46 段,共 94 段 · 希腊语

内容简介

本文提出了判定所说属性是否根本属于特有属性的托波斯,并从名称与定义的相互适用性、基体与属性的关系、以及非凭分享的本质区别等角度,论述了反驳和确立特有属性的准则。

§5.4#1Πότερον μὲν οὗν καλῶς ἢ οὐ καλῶς ἀποδέδοται τὸ ἴδιον, διὰ τῶνδε σκεπτέον.
因此,关于特有属性是被正确还是错误地给出,必须通过这些来进行考察。
Πότερον δ᾿ ἴδιόν ἐστιν ὅλως τὸ εἰρημένον ἢ οὐκ ἴδιον, ἐκ τῶνδε θεωρητέον.
而所说的是否根本就是特有属性,则必须从以下内容来观察。
Οἱ γὰρ ἁπλῶς κατασκευάζοντες τὸ ἴδιον ὅτι καλῶς κεῖται τόποι οἱ αὐτοὶ ἔσονται τοῖς ἴδιον ὅλως ποιοῦσιν· ἐν ἐκείνοις οὖν ῥηθήσονται.
因为那些单纯确立特有属性已被正确设定的托波斯,与那些使之根本成为特有属性的托波斯是相同的;因此,它们将在其中被论述。
Πρῶτον μὲν οὖν ἀνασκευάζοντα ἐπιβλέπειν ἐφ᾿ ἕκαστον οὗ τὸ ἴδιον ἀποδέδωκεν, [οἷον] εἰ μηδενὶ ὑπάρχει, ἢ εἰ μὴ κατὰ τοῦτο ἀληθεύεται, ἢ εἰ μή ἐστιν ἴδιον ἑκάστου αὐτῶν κατ᾿ ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδέδωκεν· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον.
首先,对于进行反驳的人,要看他给出特有属性的对象的每一个个体,看它是否不属于其中任何一个,或者在这方面是否不真实,或者在给出特有属性的方面是否不是它们每一个的特有属性;因为这样,被设定为特有属性的东西就不会是特有属性。
Οἷον ἐπεὶ κατὰ τοῦ γεωμετρικοῦ οὐκ ἀληθεύεται τὸ ἀνεξαπάτητον εἶναι ὑπὸ λόγου (ἀπατᾶται γὰρ ὁ γεωμετρικὸς ἐν τῷ ψευδογραφεῖσθαι), οὐκ ἂν εἴη τοῦ ἐπιστήμονος ἴδιον τὸ μὴ ἀπατᾶσθαι ὑπὸ λόγου.
例如,由于对几何学家来说,“不被论证所欺骗”并不是真实的(因为几何学家在描绘错误图形时会被欺骗),“不被论证所欺骗”就不会是科学工作者的特有属性。
Κατασκευάζοντα δ᾿ εἰ κατὰ παντὸς ἀληθεύεται καὶ κατὰ τοῦτ᾿ ἀληθεύεται· ἔσται γὰρ ἴδιον τὸ κείμενον εἶναι ἴδιον.
而对于进行确立的人,则是看它是否对每一个个体都真实,且在这方面真实;因为这样,被设定为特有属性的东西就会是特有属性。
Οἷον ἐπεὶ τὸ ζῷον ἐπιστήμης δεκτικὸν κατὰ παντὸς ἀνθρώπου ἀληθεύεται καὶ ᾗ ἄνθρωπος, εἴη ἂν ἀνθρώπου ἴδιον τὸ ζῷον ἐπιστήμης δεκτικόν.
例如,由于“能够接受知识的动物”对每一个人且只要他是人都是真实的,那么“能够接受知识的动物”就是人的特有属性。
Ἔστι δ᾿ ὁ τόπος οὗτος ἀνασκευάζοντι μέν, εἰ μὴ καθ᾿ οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται, καὶ εἰ μὴ καθ᾿ οὗ ὁ λόγος, καὶ τοὔνομα ἀληθεύεται· κατασκευάζοντι δέ, εἰ καθ᾿ οὗ τοὔνομα, καὶ ὁ λόγος, καὶ εἰ καθ᾿ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται.
这个托波斯对于进行反驳的人是:如果名称真实的那个对象上定义并不真实,或者定义真实的那个对象上名称并不真实;而对于进行确立的人则是:如果名称被述语化的那个对象上定义也被述语化,且定义被述语化的那个对象上名称也被述语化。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ μὴ καθ᾿ οὗ τοὔνομα, καὶ ὁ λόγος, καὶ εἰ μὴ καθ᾿ οὗ ὁ λόγος, καὶ τοὔνομα λέγεται· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον ἴδιον εἶναι.
其次,对于进行反驳的人,要看是否名称被述说的那个对象上定义并不被述说,或者定义被述说的那个对象上名称并不被述说;因为这样,设定为特有属性的东西就不会是特有属性。
Οἷον ἐπεὶ τὸ μὲν ζῷον ἐπιστήμης μετέχον ἀληθεύεται κατὰ τοῦ θεοῦ, ὁ δ᾿ ἄνθρωπος οὐ κατηγορεῖται, οὐκ ἂν εἴη τοῦ ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης μετέχον.
例如,由于“分享知识的动物”对神是真实的,但“人”不能述语化于神,那么“分享知识的动物”就不会是人的特有属性。
Κατασκευάζοντα δὲ εἰ καθ᾿ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται, καὶ καθ᾿ οὗ τοὔνομα, καὶ ὁ λόγος κατηγορεῖται· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον.
而对于进行确立的人,则是看在定义被述语化的那个对象上名称也被述语化,且在名称被述语化的那个对象上定义也被述语化;因为这样,本设定为不是特有属性的东西就会成为特有属性。
Οἷον ἐπεὶ καθ᾿ οὗ τὸ ψυχὴν ἔχειν, τὸ ζῷον ἀληθεύεται, καὶ καθ᾿ οὗ τὸ ζῷον, τὸ ψυχὴν ἔχειν, εἴη ἂν τὸ ψυχὴν ἔχειν τοῦ ζῴου ἴδιον.
例如,由于“拥有灵魂”真实的那个对象上“动物”是真实的,且“动物”真实的那个对象上“拥有灵魂”也是真实的,那么“拥有灵魂”就会是动物的特有属性。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ ὑποκείμενον ἴδιον ἀπέδωκε τοῦ ἐν τῷ ὑποκειμένῳ λεγομένου· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον ἴδιον.
其次,对于进行反驳的人,要看他是否将基体给作在基体中被陈述者的特有属性;因为这样,设定为特有属性的东西就不会是特有属性。
Οἷον ἐπεὶ ὁ ἀποδοὺς ἴδιον τοῦ λεπτομερεστάτου σώματος τὸ πῦρ τὸ ὑποκείμενον ἀποδέδωκε τοῦ κατηγορουμένου ἴδιον, οὐκ ἂν εἴη τὸ πῦρ σώματος τοῦ λεπτομερεστάτου ἴδιον.
例如,由于给出“最微细的身体”的特有属性为“火”的人,将基体作为了谓项的特有属性给出,所以“火”不会是“最微细的身体”的特有属性。
Διὰ τοῦτο δ᾿ οὐκ ἔσται τὸ ὑποκείμενον τοῦ ἐν τῷ ὑποκειμένῳ ἴδιον, ὅτι τὸ αὐτὸ πλειόνων ἔσται καὶ διαφόρων τῷ εἴδει ἴδιον.
而基体不能作为在基体中者的特有属性,其原因在于:同一事物将成为在种上不同的若干事物的特有属性。
Τῷ γὰρ αὐτῷ πλείω τινὰ διάφορα τῷ εἴδει ὑπάρχει κατὰ μόνου λεγόμενα, ὧν ἔσται πάντων ἴδιον τὸ ὑποκείμενον, ἐάν τις οὕτω τιθῆται τὸ ἴδιον.
因为对于同一事物,有若干种上不同的仅述说它自身的属性属于它,如果有人这样设定特有属性,基体将成为所有这些属性的特有属性。
Κατασκευάζοντα δ᾿ εἰ τὸ ἐν τῷ ὑποκειμένῳ ἀπέδωκεν ἴδιον τοῦ ὑποκειμένου. Ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον, ἐάνπερ κατὰ μόνων κατηγορῆται, ὧν εἴρηται τὸ ἴδιον.
而对于进行确立的人,则是看他是否将在基体中者给作基体的特有属性;因为这样,如果它确实仅在所说的特有属性的对象上被述语化,那么设定为不是特有属性的东西就会成为特有属性。
Οἷον ἐπεὶ ὁ εἴπας γῆς ἴδιον σῶμα τὸ βαρύτατον τῷ εἴδει τοῦ ὑποκειμένου ἀπέδωκε τὸ ἴδιον κατὰ μόνου λεγόμενον τοῦ πράγματος, καὶ ὡς τὸ ἴδιον κατηγορεῖται, εἴη ἂν τὸ τῆς γῆς ἴδιον ὀρθῶς κείμενον.
例如,由于说地的特有属性是“在种上最重的身体”的人,将基体的特有属性作为仅述说该事物的内容给出,且它是作为特有属性被述语化的,那么地的特有属性就是被正确设定的。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ κατὰ μέθεξιν ἀπέδωκε τὸ ἴδιον· οὐ γὰρ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον.
其次,对于进行反驳的人,要看他是否凭着分享给出了特有属性;因为这样,设定为特有属性的东西就不会是特有属性。
Τὸ γὰρ κατὰ μέθεξιν ὑπάρχον εἰς τὸ τί ἦν εἶναι συμβάλλεται· εἴη δ᾿ ἂν τὸ τοιοῦτο διαφορά τις κατά τινος ἑνὸς εἴδους λεγομένη.
因为凭着分享而存在的东西有助于本质的构成;而这样的东西将是针对某一单一物种被陈述的某种种差。
Οἷον ἐπεὶ ὁ εἴπας ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν κατὰ μέθεξιν ἀπέδωκε τὸ ἴδιον, οὐκ ἂν εἴη τἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν.
例如,由于说人的特有属性是“两足步行的”的人凭着分享给出了特有属性,那么“两足步行的”就不会是人的特有属性。
Κατασκευάζοντα δὲ εἰ μὴ κατὰ μέθεξιν ἀπέδωκε τὸ ἴδιον, μηδὲ τὸ τί ἦν εἶναι δηλοῦν, ἀντικατηγορουμένου τοῦ πράγματος· ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον.
而对于进行确立的人,则是看他给出的特有属性是否既不凭着分享也不表明本质,而该事物又是可以换位陈述的;因为这样,设定为不是特有属性的东西就会成为特有属性。
Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ αἰσθάνεσθαι πεφυκὸς οὔτε κατὰ μέθεξιν ἀπέδωκεν ἴδιον οὔτε τὸ τί ἦν εἶναι δηλοῦν, ἀντικατηγορουμένου τοῦ πράγματος, εἴη ἂν ζῴου ἴδιον τὸ αἰσθάνεσθαι πεφυκός.
例如,由于把动物的特有属性规定为“天生能够感觉的”的人,既没有凭着分享给出特有属性,也没有表明本质,而该事物又是可以换位陈述的,那么“天生能够感觉的”就是动物的特有属性。

词汇与语法注释

  1. 5.4ἔσται γὰρ ἴδιον τὸ κείμενον μὴ εἶναι ἴδιον — 意为“本设定为不是特有属性的东西,将会成为特有属性”。此处的 μὴ 否定不定式 εἶναι,整句话表示一种看似矛盾但成立的确立过程:“本被设定(τὸ κείμενον)为不是特有属性(μὴ εἶναι ἴδιον)的东西,实际上将会成为(ἔσται)特有属性(ἴδιον)”。这与反驳方的公式“设定为特有属性的东西将不会是特有属性”(οὐκ ἔσται ἴδιον τὸ κείμενον εἶναι ἴδιον)相对应。
  2. 5.4καὶ κατὰ τοῦτ᾿ ἀληθεύεται — τοῦτο 指代前文的 ἕκαστον(每一个个体),或表示“就其自身而言 / 在这方面”。它指出了确立特有属性的双重条件:不仅必须对每一个个体都真实(κατὰ παντὸς ἀληθεύεται),而且必须针对该主项自身(κατὰ τοῦτο)而言是真实的。
  3. 341a13τοῦ ἐν τῷ ὑποκειμένῳ λεγομένου — 意为“在基体中被陈述者”。这指的是亚里士多德范畴论中“存在于基体之中(属于基体)”的属性(例如某种物理特征)。此处批判了将基体本身(如“火”)作为属于该基体的属性(如“最微细的身体”)的特有属性这一不当做法。
  4. 341a29τῷ εἴδει τοῦ ὑποκειμένου — 意为“在基体的种上”。与格 τῷ εἴδει 起到限定或方式与格的作用(“在种上 / 从种的角度”),说明设定者给出了直接关系到基体(如“地”)之种的本质的特有属性。

引用这一段

亚里士多德, 论题篇 §5.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:5.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。