Humanitext Reader

亚里士多德 · 论题篇 §5.3#2

排除感觉依赖与基于属设定的特有属性

第 45 段,共 94 段 · 希腊语

内容简介

本书从反驳和确立两个角度论述了不应给出仅依赖感觉的特有属性,不可将定义(本质)误作特有属性,并在给出特有属性时必须将其设定在对象的“是什么”(属)之中。

§5.3#2Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τοιοῦτο ἀποδέδωκε τὸ ἴδιον, ὃ φανερὸν μή ἐστιν ἄλλως ὑπάρχον ἢ αἰσθήσει· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον.
其次,对于进行反驳的人,要看他给出的特有属性是否是除了通过感觉之外就无法明显得知其存在的;因为这样,特有属性就不会被正确地设定。
Ἅπαν γὰρ τὸ αἰσθητὸν ἔξω γινόμενον τῆς αἰσθήσεως ἄδηλον γίνεται· ἀφανὲς γάρ ἐστιν εἰ ἔτι ὑπάρχει, διὰ τὸ τῇ αἰσθήσει μόνον γνωρίζεσθαι.
因为一切可感之物在超出感觉范围后,都会变得不明显;因为由于它仅通过感觉被认知,所以它是否依然存在是不可知的。
Ἔσται δ᾿ ἀληθὲς τοῦτο ἐπὶ τῶν μὴ ἐξ ἀνάγκης ἀεὶ παρακολουθούντων.
而这在那些非必然总是随之出现的事物上是真实的。
Οἷον ἐπεὶ ὁ θέμενος ἡλίου ἴδιον ἄστρον φερόμενον ὑπὲρ γῆς τὸ λαμπρότατον τοιούτῳ κέχρηται ἐν τῷ ἰδίῳ τῷ ὑπὲρ γῆς φέρεσθαι, ὃ τῇ αἰσθήσει γνωρίζεται, οὐκ ἂν εἴη καλῶς τὸ τοῦ ἡλίου ἀποδεδομένον ἴδιον· ἄδηλον γὰρ ἔσται, ὅταν δύῃ ὁ ἥλιος, εἰ φέρεται ὑπὲρ γῆς, διὰ τὸ τὴν αἴσθησιν τότε ἀπολείπειν ἡμᾶς.
例如,由于把太阳的特有属性规定为“在地上运行的最明亮的星”的人,在特有属性中使用了“在地上运行”这一通过感觉被认知的内容,那么太阳的特有属性就不会被正确地给出;因为当太阳落山时,由于那时感觉脱离了我们,它是否在地上运行就会变得不明显。
Κατασκευάζοντα δ᾿ εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον, ὃ μὴ τῇ αἰσθήσει φανερόν ἐστιν ἢ ὃ αἰσθητὸν ὂν ἐξ ἀνάγκης ὑπάρχον δῆλόν ἐστιν· ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον.
而对于进行确立的人,则是看他给出的特有属性是否并非通过感觉才明显,或者虽是可感之物但显然是必然存在的;因为在这一方面,特有属性将会被正确地设定。
Οἷον ἐπεὶ ὁ θέμενος ἐπιφανείας ἴδιον ὃ πρῶτον κέχρωσται αἰσθητῷ μέν τινι προσκέχρηται τῷ κεχρῶσθαι, τοιούτῳ δ᾿ ὃ φανερόν ἐστιν ὑπάρχον ἀεί, εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ τῆς ἐπιφανείας ἴδιον.
例如,由于把面的特有属性规定为“最先被着色的东西”的人,虽然使用了某种可感特征即“被着色”,但使用的是那种显然总是存在的特征,面的特有属性在这一方面是正确给出的。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸν ὅρον ὡς ἴδιον ἀποδέδωκεν· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον.
其次,对于进行反驳的人,要看他是否将定义作为特有属性给出了;因为这样,特有属性就不会被正确地设定。
οὐ γὰρ δεῖ δηλοῦν τὸ τί ἦν εἶναι τὸ ἴδιον.
因为特有属性不应当表明本质(“是什么”)。
Οἷον ἐπεὶ ὁ εἴπας ἀνθρώπου ἴδιον ζῷον πεζὸν δίπουν τὸ τί ἦν εἶναι σημαῖνον ἀποδέδωκε τοῦ ἀνθρώπου ἴδιον, οὐκ ἂν εἴη τὸ τοῦ ἀνθρώπου ἴδιον καλῶς ἀποδεδομένον.
例如,由于说人的特有属性是“两足步行的小动物”的人,给出了表明人本质的内容作为人的特有属性,人的特有属性就不会被正确地给出。
Κατασκευάζοντα δὲ εἰ ἀντικατηγορούμενον μὲν ἀποδέδωκε τὸ ἴδιον, μὴ τὸ τί ἦν εἶναι δὲ δηλοῦν. Ἔσται γὰρ κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον.
而对于进行确立的人,则是看他给出的特有属性是否是可以换位陈述的,但并不表明本质;因为在这一方面,特有属性将会被正确地给出。
Οἷον ἐπεὶ ὁ θεὶς ἀνθρώπου ἴδιον ζῷον ἥμερον φύσει ἀντικατηγορούμενον μὲν ἀποδέδωκε τὸ ἴδιον, οὐ τὸ τί ἦν εἶναι δὲ δηλοῦν, εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον τοῦ ἀνθρώπου.
例如,由于把人的特有属性规定为“天性温和的动物”的人,给出了可以换位陈述的特有属性,但并未表明其本质,人的特有属性在这一方面是正确给出的。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ μὴ εἰς τὸ τί ἐστιν ὁ θεὶς ἀποδέδωκε τὸ ἴδιον.
其次,对于进行反驳的人,要看设定者是否未在“是什么”之中给出特有属性。
Δεῖ γὰρ τῶν ἰδίων, καθάπερ καὶ τῶν ὅρων, τὸ πρῶτον ἀποδίδοσθαι γένος, ἔπειθ᾿ οὕτως ἤδη προσάπτεσθαι τὰ λοιπά, καὶ χωρίζειν.
因为对于特有属性,正如对于定义一样,必须首先给出属,然后以这种方式将剩余的部分结合上去并加以区分。
Ὥστε τὸ μὴ τοῦτον τὸν τρόπον κείμενον ἴδιον οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον.
因此,未以这种方式设定的特有属性将不会被正确地给出。
Οἷον ἐπεὶ ὁ εἴπας ζῴου ἴδιον τὸ ψυχὴν ἔχειν οὐκ ἔθηκεν εἰς τὸ τί ἐστι τὸ ζῷον, οὐκ ἂν εἴη καλῶς κείμενον τὸ τοῦ ζῴου ἴδιον.
例如,由于说动物的特有属性是“拥有灵魂”的人未将它设定在动物的“是什么”之中,动物的特有属性就不会被正确地设定。
Κατασκευάζοντα δὲ εἴ τις εἰς τὸ τί ἐστι θεὶς οὗ τὸ ἴδιον ἀποδίδωσι, τὰ λοιπὰ προσάπτει· ἔσται γὰρ κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον.
而对于进行确立的人,则是看他是否在将特有属性设定在被给出者的“是什么”之中后,再结合其余的部分;因为在这一方面,特有属性将会被正确地给出。
Οἷον ἐπεὶ ὁ θεὶς ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης δεκτικὸν εἰς τὸ τί ἐστι θεὶς ἀπέδωκε τὸ ἴδιον, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον τοῦ ἀνθρώπου.
例如,由于把人的特有属性规定为“能够接受知识的动物”的人,在将特有属性设定在“是什么”之中后给出了它,人的特有属性在这一方面是正确设定的。

词汇与语法注释

  1. 5.3#2τὸ τί ἦν εἶναι — 亚里士多德的哲学学术用语,意为“本质”(字面意思为“过去曾是的存在”)。这一带有冠词的不定式短语中,未完成过去时 ἦν 被解释为指代概念上的必然性或原本的本性。在此处,定义(ὅρος)表明本质,而特有属性(ἴ洞)则不应如此。
  2. 5.3#2εἰ μὴ εἰς τὸ τί ἐστιν ὁ θεὶς ἀποδέδωκε τὸ ἴδιον — 意为“设定者是否未在‘是什么’之中给出特有属性”。此处 ὁ θεὶς 作主语(“设定者”),εἰς τὸ τί ἐστιν 意为“在‘是什么’(即属,γένος)之中”。它指的是在给出特有属性时,必须先明确设定其上位概念“属”的规则。

引用这一段

亚里士多德, 论题篇 §5.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:5.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。