§5.3#1Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ αὐτῷ προσκέχρηται οὗ τὸ ἴδιον ἀποδίδωσιν, ἢ τῶν αὐτοῦ τινί· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον.
其次,对于进行反驳的人,要看他是否使用了给出特有属性的对象本身,或者使用了属于该对象的某些东西;因为这样,特有属性就不会被正确地设定。
Τοῦ γὰρ μαθεῖν χάριν ἀποδίδοται τὸ ἴδιον· αὐτὸ μὲν οὖν αὑτῷ ὁμοίως ἄγνωστόν ἐστι, τὸ δέ τι τῶν αὐτοῦ ὕστερον·
因为给出特有属性是为了有助于理解;而对象本身和它自身一样是不可知的,且属于该对象的任何东西都是后于它的;因此这些东西并不能更易于为人所知。
οὔκουν ἐστὶ γνωριμώτερον. Ὥστ᾿ οὐ γίνεται διὰ τούτων μᾶλλόν τι μαθεῖν.
所以,通过这些东西并不能让人更理解任何事情。
Οἷον ἐπεὶ ὁ εἴπας ζῴου ἴδιον οὐσίαν ἧς εἶδός ἐστιν ἄνθρωπος τινὶ προσκέχρηται τῶν τούτου, οὐκ ἂν εἴη καλῶς κείμενον τὸ ἴδιον.
例如,由于说动物的特有属性是“人是其一种(种)的实体”的人使用了属于这一对象的某些东西,该特有属性就不会被正确地设定。
Κατασκευάζοντα δὲ εἰ μήτε αὐτῷ μήτε τῶν αὐτοῦ μηδενὶ χρῆται. Ἔσται γὰρ καλῶς κατὰ τοῦτο κείμενον τὸ ἴδιον.
而对于进行确立的人,则是看他是否既没有使用对象本身,也没有使用属于该对象的任何东西;因为在这一方面,特有属性将会被正确地设定。
Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείμενον οὔτε αὐτῷ οὔτε τῶν αὐτοῦ οὐδενὶ προσκέχρηται, εἴη ἂν καλῶς κατὰ τοῦτο ἀποδεδομένον τὸ τοῦ ζῴου ἴδιον.
例如,由于把动物的特有属性规定为“由灵魂和肉体合成的东西”的人既没有使用对象本身,也没有使用属于该对象的任何东西,那么这一动物的特有属性在这一方面可以说是正确给出的。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων σκεπτέον ἐστὶ τῶν μὴ ποιούντων ἢ ποιούντων γνωριμώτερον, ἀνασκευάζοντα μὲν εἴ τινι προσκέχρηται ἢ ἀντικειμένῳ ἢ ὅλως ἅμα τῇ φύσει ἢ ὑστέρῳ τινί· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον.
同样地,对于那些不能或能使事物更易于为人所知的情况,也必须进行考察:对于进行反驳的人,要看他是否使用了某种相反的东西,或者总的来说是本性上同时的东西,或者某种后于它的东西;因为这样,特有属性就不会被正确地设定。
Τὸ μὲν γὰρ ἀντικείμενον ἅμα τῇ φύσει, τὸ δ᾿ ἅμα τῇ φύσει καὶ τὸ ὕστερον οὐ ποιεῖ γνωριμώτερον.
因为相反的东西是本性上同时的,而本性上同时的东西和后于它的东西并不能使事物更易于为人所知。
Οἷον ἐπεὶ ὁ εἴπας ἀγαθοῦ ἴδιον ὃ κακῷ μάλιστ᾿ ἀντίκειται, τῷ ἀντικειμένῳ προσκέχρηται τοῦ ἀγαθοῦ, οὐκ ἂν εἴη τοῦ ἀγαθοῦ καλῶς ἀποδεδομένον τὸ ἴδιον.
例如,由于说善的特有属性是“与恶最相反的东西”的人使用了善的相反者,善的特有属性就不会被正确地给出。
Κατασκευάζοντα δὲ εἰ μηδενὶ προσκέχρηται μήτ᾿ ἀντικειμένῳ μήτε ὅλως ἅμα τῇ φύσει μήθ᾿ ὑστέρῳ· ἔσται γὰρ κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον.
而对于进行确立的人,则是看他是否没有使用任何相反的东西,也没有使用任何总的来说本性上同时的东西,也没有使用任何后于它的东西;因为在这一方面,特有属性将会被正确地给出。
Οἷον ἐπεὶ ὁ θεὶς ἐπιστήμης ἴδιον ὑπόληψιν τὴν πιστοτάτην οὐδενὶ προσκέχρηται οὔτ᾿ ἀντικειμένῳ οὔθ᾿ ἅμα τῇ φύσει οὔθ᾿ ὑστέρῳ, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον τὸ τῆς ἐπιστήμης ἴδιον.
例如,由于把知识的特有属性规定为“最可靠的判断”的人没有使用任何相反的东西,也没有使用本性上同时的东西,也没有使用后于它的东西,知识的特有属性在这一方面是正确设定的。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ μὴ ἀεὶ παρεπόμενον ἴδιον ἀποδέδωκεν, ἀλλὰ τοῦτο ὃ γίνεταί ποτε μὴ ἴδιον· οὐ γὰρ ἔσται καλῶς εἰρημένον τὸ ἴδιον.
其次,对于进行反驳的人,要看他给出的特有属性是否并非总是随之出现的,而是给出了那种有时会变得不再是特有属性的东西;因为这样,特有属性就不会被正确地表述。
Οὔτε γὰρ ἐφ᾿ ᾧ καταλαμβάνομεν ὑπάρχον αὐτό; κατὰ τούτου καὶ τοὔνομα ἐξ ἀνάγκης ἀληθεύεται· οὔτ᾿ ἐφ᾿ ᾧ καταλαμβάνεται μὴ ὑπάρχον, κατὰ τούτου ἐξ ἀνάγκης οὐ ῥηθήσεται τοὔνομα.
因为,对于我们理解为它所属于的对象,该名称不一定必然对其为真;而对于被理解为它不所属于的对象,该名称也并非必然不适用于它。
Ἔτι δὲ πρὸς τούτοις οὐδ᾿ ὅτε ἀποδέδωκε τὸ ἴδιον, ἔσται φανερὸν εἰ ὑπάρχει, εἴπερ τοιοῦτόν ἐστιν οἷον ἀπολείπειν.
此外,除此以外,甚至在给出特有属性时,如果它是那种会脱离对象的东西,它是否属于对象也并不明显。
Οὔκουν ἔσται σαφὲς τὸ ἴδιον.
因此,特有属性将是不清晰的。
Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ κινεῖσθαί ποτε καὶ ἑστάναι τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον ὃ οὐ γίνεταί ποτε ἴδιον, οὐκ ἂν εἴη καλῶς κείμενον τὸ ἴδιον.
例如,由于把动物的特有属性规定为“有时运动且静止”的人给出了这种有时变得不再是特有属性的特有属性,该特有属性就不会被正确地设定。
Κατασκευάζοντα δὲ εἰ τὸ ἐξ ἀνάγκης ἀεὶ ὂν ἴδιον ἀποδέδωκεν· ἔσται γὰρ καλῶς κείμενον τὸ ἴδιον κατὰ τοῦτο.
而对于进行确立的人,则是看他给出的特有属性是否是必然总是存在的;因为在这一方面,特有属性将会被正确地设定。
Οἷον ἐπεὶ ὁ θεὶς ἀρετῆς ἴδιον ὃ τὸν ἔχοντα ποιεῖ σπουδαῖον τὸ ἀεὶ παρεπόμενον ἴδιον ἀποδέδωκεν, εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ τῆς ἀρετῆς ἴδιον.
例如,由于把德性的特有属性规定为“使具有它的人变得优秀的东西”的人,给出了总是随之出现的特有属性,德性的特有属性在这一方面是正确给出的。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ νῦν ἴδιον ἀποδιδοὺς μὴ διωρίσατο ὅτι τὸ νῦν ἴδιον ἀποδίδωσιν· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον.
其次,对于进行反驳的人,要看他在给出当下的特有属性时,是否没有说明他给出的是当下的特有属性;因为这样,特有属性就不会被正确地设定。
Πρῶτον μὲν γὰρ τὸ παρὰ τὸ ἔθος γινόμενον ἅπαν διορισμοῦ προσδεῖται· εἰώθασι δ᾿ ὡς ἐπὶ τὸ πολὺ πάντες τὸ ἀεὶ παρακολουθοῦν ἴδιον ἀποδιδόναι.
因为第一,凡是违反习惯而发生的事情都需要加以说明;而人们通常都习惯于给出总是随之出现的特有属性。
Δεύτερον δὲ ἄδηλός ἐστιν ὁ μὴ διορισάμενος εἰ τὸ νῦν ἴδιον ἐβούλετο θεῖναι· οὔκουν δοτέον ἐστὶν ἐπιτιμήσεως σκῆψιν.
第二,没有加以说明的人,其是否想要设定当下的特有属性是不明显的;因此,不应给他提供免受指责的借口。
Οἷον ἐπεὶ ὁ θέμενος τοῦ τινὸς ἀνθρώπου ἴδιον τὸ καθῆσθαι μετά τινος τὸ νῦν ἴδιον τίθησιν, οὐκ ἂν εἴη καλῶς τὸ ἴδιον ἀποδεδωκώς, εἴπερ μὴ διορισάμενος εἶπεν.
例如,由于把某个具体人的特有属性设定为“与某人坐在一起”的人设定了当下的特有属性,如果他未加说明地这样说,他就没有正确地给出这一特有属性。
Κατασκευάζοντα δ᾿ εἰ τὸ νῦν ἴδιον ἀποδιδοὺς διορισάμενος ἔθηκεν ὅτι τὸ νῦν ἴδιον τίθησιν· ἔσται γὰρ καλῶς κείμενον κατὰ τοῦτο τὸ ἴδιον.
而对于进行确立的人,则是看他在给出当下的特有属性时,是否说明了他设定的是当下的特有属性;因为在这一方面,特有属性将会被正确地设定。
Οἷον ἐπεὶ ὁ εἴπας τοῦ τινὸς ἀνθρώπου ἴδιον τὸ περιπατεῖν νῦν διαστειλάμενος ἔθηκε τοῦτο, καλῶς ἂν εἴη κείμενον τὸ ἴδιον.
例如,由于说某个具体人的特有属性是“现在正在散步”的人在明确区分说明后设定了这一点,该特有属性就是正确设定的。