§5.2#2Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ πλεοναχῶς λέγεται τοῦτο οὗ τὸ ἴδιον ἀποδίδωσι, μὴ διώρισται δὲ τὸ τίνος αὐτῶν ἴδιον τίθησιν· οὐ γὰρ ἔσται καλῶς ἀποδεδομένον τὸ ἴδιον.
其次,对于进行反驳的人,要看所给出特有属性的那个对象本身是否有多种含义,且没有区分他所设定的是其中哪一个含义的特有属性;因为这样,特有属性就不会被正确地给出。
Δι᾿ ἃς δ᾿ αἰτίας, οὐκ ἄδηλόν ἐστιν ἐκ τῶν πρότερον εἰρημένων· τὰ γὰρ αὐτὰ συμβαίνειν ἀναγκαῖόν ἐστιν.
至于其中的原因,从前面所说的话中是不难看出的;因为必然会产生同样的结果。
Οἷον ἐπεὶ τὸ ἐπίστασθαι τοῦτο πολλὰ σημαίνει (τὸ μὲν γὰρ ἐπιστήμην ἔχειν αὐτό, τὸ δ᾿ ἐπιστήμῃ χρῆσθαι αὐτό, τὸ δ᾿ ἐπιστήμην εἶναι αὐτοῦ, τὸ δ᾿ ἐπιστήμῃ χρῆσθαι αὐτοῦ), οὐκ ἂν εἴη τοῦ ἐπίστασθαι τοῦτο καλῶς ἴδιον ἀποδεδομένον μὴ διορισθέντος τοῦ τίνος τίθησιν αὐτῶν τὸ ἴδιον.
例如,由于“知道这个”指代多种含义(其一是它本身具有知识,其二是它本身使用知识,其三是存在关于它的知识,其四是使用关于它的知识),如果未区分他是为其中哪一个设定特有属性,那么“知道这个”的特有属性就不会被正确地给出。
Κατασκευάζοντα δὲ εἰ μὴ λέγεται πολλαχῶς τοῦτο οὗ τὸ ἴδιον τίθησιν, ἀλλ᾿ ἔστιν ἓν καὶ ἁπλοῦν· ἔσται γὰρ καλῶς κατὰ τοῦτο κείμενον τὸ ἴδιον.
而对于进行确立的人,则是看设定特有属性的对象是否不指代多种含义,而是单一且简单的;因为在这一方面,特有属性将会被正确地设定。
Οἷον ἐπεὶ ὁ ἄνθρωπος λέγεται ἕν, εἴη ἂν καλῶς κείμενον κατὰ τοῦ ἀνθρώπου ἴδιον τὸ ζῷον ἥμερον φύσει.
例如,由于“人”是在一种意义上被说的,那么“天性温顺的动物”作为人的特有属性在这一方面是正确设定的。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ πλεονάκις εἴρηται τὸ αὐτὸ ἐν τῷ ἰδίῳ.
其次,对于进行反驳的人,要看特有属性中是否多次说到了同一件事情。
Πολλάκις γὰρ λανθάνουσι τοῦτο ποιοῦντες καὶ ἐν τοῖς ἰδίοις, καθάπερ καὶ ἐν τοῖς ὅροις.
因为人们在特有属性中也常常在不自知的情况下这样做,就像在定义中一样。
Οὐκ ἔσται δὲ καλῶς κείμενον τὸ τοῦτο πεπονθὸς ἴδιον· ταράττει γὰρ τὸν ἀκούοντα πλεονάκις λεχθέν· ἀσαφὲς οὖν ἀναγκαῖόν ἐστι γίνεσθαι, καὶ πρὸς τούτοις ἀδολεσχεῖν δοκοῦσιν.
而遭到这种情况的特有属性将不会被正确地设定;因为多次说到同一件事会使听者感到困惑,因此必然会变得不清晰,此外,他们还会显得在说废话。
Ἔσται δὲ συμπῖπτον τὸ πλεονάκις εἰπεῖν τὸ αὐτὸ κατὰ δύο τρόπους, καθ᾿ ἕνα μὲν ὅταν ὀνομάσῃ πλεονάκις τὸ αὐτό, καθάπερ εἴ τις ἴδιον ἀποδοίη πυρὸς σῶμα τὸ λεπτότατον τῶν σωμάτων (οὗτος γὰρ πλεονάκις εἴρηκε τὸ σῶμα), δεύτερον δ᾿ ἄν τις μεταλαμβάνῃ τοὺς λόγους ἀντὶ τῶν ὀνομάτων, καθάπερ εἴ τις ἀποδοίη γῆς ἴδιον οὐσία ἡ μάλιστα κατὰ φύσιν φερομένη τῶν σωμάτων εἰς τὸν κάτω τόπον, ἔπειτα μεταλάβοι ἀντὶ τῶν σωμάτων τὸ οὐσιῶν τοιωνδί· ἓν γὰρ καὶ ταὐτόν ἐστι σῶμα καὶ οὐσία τοιαδί.
多次说同一件事会通过两种方式发生:第一种方式是,当有人多次命名同一个事物时,例如有人把火的特有属性给出为“诸物体中最稀薄的物体”(因为这个人多次说到了“物体”);第二种方式是,如果有人用说明方式来替换词语,例如有人把地的特有属性给出为“在诸物体中天性最易向下方运动的实体”,然后用“此种实体”来替换“诸物体”;因为“物体”和“此种实体”是一而相同的。
Ἔσται γὰρ οὗτος τὸ οὐσία πλεονάκις εἰρηκώς, ὥστ᾿ οὐδέτερον ἂν εἴη καλῶς κείμενον τῶν ἰδίων.
因为这样一来,这个人就会多次说到了“实体”,从而这两个特有属性都不会被正确地设定。
Κατασκευάζοντα δὲ εἰ μηδενὶ χρῆται πλεονάκις ὀνόματι τῷ αὐτῷ· ἔσται γὰρ κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον.
而对于进行确立的人,则是看他是否没有多次使用同一个词语;因为在这一方面,特有属性将会被正确地给出。
Οἷον ἐπεὶ ὁ εἴπας ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης δεκτικὸν οὐ κέχρηται τῷ αὐτῷ πολλάκις ὀνόματι, εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τοῦ ἀνθρώπου τὸ ἴδον.
例如,由于说人的特有属性是“能接受知识的动物”的人没有多次使用同一个词语,那么这一特有属性在这一方面可以说被正确地给出了。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τοιοῦτόν τι ἀποδέδωκεν ἐν τῷ ἰδίῳ ὄνομα, ὃ πᾶσιν ὑπάρχει.
其次,对于进行反驳的人,要看他在特有属性中是否给出了某种属于一切事物的词语。
Ἀχρεῖον γὰρ ἔσται τὸ μὴ χωρίζον ἀπό τινων, τὸ δ᾿ ἐν τοῖς ἰδίοις λεγόμενον χωρίζειν δεῖ, καθάπερ καὶ τὰ ἐν τοῖς ὅροις· οὔκουν ἔσται καλῶς κείμενον τὸ ἴδιον.
因为不能将事物与某些东西区分开来的词语是无用的,而特有属性中所说的话必须起到区分作用,就像定义中的词语一样;因此特有属性不会被正确地设定。
Οἷον ἐπεὶ ὁ θεὶς ἐπιστήμης ἴδιον ὑπόληψιν ἀμετάπειστον ὑπὸ λόγου, ἓν ὄν, τοιούτῳ τινὶ κέχρηται ἐν τῷ ἰδίῳ τῷ ἑνὶ ὃ πᾶσιν ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον τὸ τῆς ἐπιστήμης ἴδιον.
例如,由于把知识的特有属性规定为“不能被论证改变的判断,是一”的人,在特有属性中使用了像“是一”这样属于一切事物的东西,那么知识的特有属性就不会被正确地设定。
Κατασκευάζοντα δὲ εἰ μηδενὶ κέχρηται κοινῷ, ἀλλ᾿ ἀπό τινος χωρίζοντι· ἔσται γὰρ καλῶς κείμενον κατὰ τοῦτο τὸ ἴδιον.
而对于进行确立的人,则是看他是否没有使用任何共同的东西,而是使用了与某些事物区分开来的东西;因为在这一方面,特有属性将会被正确地设定。
Οἷον ἐπεὶ ὁ εἴπας ζῴου ἴδιον τὸ ψυχὴν ἔχειν οὐδενὶ κέχρηται κοινῷ, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον ζῴου ἴδιον τὸ ψυχὴν ἔχειν.
例如,由于说动物的特有属性是“具有灵魂”的人没有使用任何共同的东西,因此“具有灵魂”作为动物的特有属性在这一方面是正确设定的。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ πλείω ἴδια ἀποδίδωσι τοῦ αὐτοῦ, μὴ διορίσας ὅτι πλείω τίθησιν· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον.
其次,对于进行反驳的人,要看他是否为同一事物给出了多个特有属性,而没有区分他设定了多个;因为这样,特有属性就不会被正确地设定。
Καθάπερ γὰρ οὐδ᾿ ἐν τοῖς ὅροις δεῖ παρὰ τὸν δηλοῦντα λόγον τὴν οὐσίαν προσκεῖσθαί τι πλέον, οὕτως οὐδ᾿ ἐν τοῖς ἰδίοις παρὰ τὸν ποιοῦντα λόγον ἴδιον τὸ ῥηθὲν οὐδὲν προσαποδοτέον· ἀχρεῖον γὰρ γίνεται τὸ τοιοῦτον.
因为正如在定义中,除了表明本质的说明方式之外,不应再添加任何多余的内容一样,在特有属性中,除了使所说内容成为特有属性的说明方式之外,也不应再给出任何多余的内容;因为这样的东西会变得无用。
Οἷον ἐπεὶ ὁ εἴπας ἴδιον πυρὸς σῶμα τὸ λεπτότατον καὶ κουφότατον πλείω ἀποδέδωκεν ἴδια (ἑκάτερον γὰρ κατὰ μόνου τοῦ πυρὸς ἀληθές ἐστιν εἰπεῖν), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρὸς σῶμα τὸ λεπτότατον καὶ κουφότατον.
例如,由于说火的特有属性是“最稀薄且最轻的物体”的人给出了多个特有属性(因为这两个中的每一个仅对火来说是真实的),所以“最稀薄且最轻的物体”不会被正确设定为火的特有属性。
Κατασκευάζοντα δ᾿ εἰ μὴ πλείω τοῦ αὐτοῦ τὰ ἴδια ἀποδέδωκεν, ἀλλ᾿ ἕν· ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον τὸ ἴδιον.
而对于进行确立的人,则是看他是否没有对同一事物给出多个特有属性,而只给出了一个;因为在这一方面,特有属性将会被正确地设定。
Οἷον ἐπεὶ ὁ εἴπας ὑγροῦ ἴδιον σῶμα τὸ εἰς ἅπαν σχῆμα ἀγόμενον ἓν ἀποδέδωκε τὸ ἴδιον ἀλλ᾿ οὐ πλείω, εἴη ἂν κατὰ τοῦτο καλῶς κείμενον τὸ τοῦ ὑγροῦ ἴδιον.
例如,由于说液体的特有属性是“能适应一切形状的物体”的人给出一个特有属性而非多个,那么液体的特有属性在这一方面是正确设定的。