Humanitext Reader

亚里士多德 · 论题篇 §5.2#1

通过更已知事物和避免歧义检验特有属性

第 42 段,共 94 段 · 希腊语

内容简介

作者讨论了检验特有属性是否正确给出的两个标准:第一,它是否是通过更为人所知的事物来设定的;第二,其中的词语或整个说明方式是否具有多重含义。

§5.2#1Πρῶτον μὲν εἰ μὴ καλῶς ἀποδέδοται τὸ ἴδιον ἢ καλῶς.
第一,所给出的特有属性是正确的还是不正确的。
Τοῦ δὲ μὴ καλῶς ἢ καλῶς ἐστὶν ἓν μέν, εἰ μὴ διὰ γνωριμωτέρων ἢ γνωριμωτέρων κεῖται τὸ ἴδιον, ἀνασκευάζοντα μὲν εἰ μὴ διὰ γνωριμωτέρων, κατασκευάζοντα δὲ εἰ διὰ γνωριμωτέρων.
在给出得正确与否之中,一个方面是,特有属性是否是通过更为人所知的事物来设定的,或者是相反;对于进行反驳的人,看它是否不是通过更为人所知的事物设定的,而对于进行确立的人,看它是否是通过更为人所知的事物设定的。
Τοῦ δὲ μὴ διὰ γνωριμωτέρων ἐστὶ τὸ μέν, εἰ ὅλως ἀγνωστότερόν ἐστι τὸ ἴδιον ὃ ἀποδίδωσι τούτου οὗ τὸ ἴδιον εἴρηκεν· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον.
在非通过更为人所知的事物中,一种情况是,如果他给出的特有属性比起他所陈述其特有属性的事物本身,在整体上是更为未知的;因为这样,特有属性就不会被正确地设定。
Γνώσεως γὰρ ἕνεκα τὸ ἴδιον ποιούμεθα· διὰ γνωριμωτέρων οὖν ἀποδοτέον· οὕτω γὰρ ἔσται κατανοεῖν ἱκανῶς μᾶλλον.
因为我们是为了认识才确立特有属性的;因此,必须通过更为人所知的事物来给出;因为只有这样,才能更充分地理解它。
Οἷον ἐπεὶ ὁ θεὶς πυρὸς ἴδιον εἶναι τὸ ὁμοιότατον ψυχῇ ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρὸς τῇ ψυχῇ (μᾶλλον γὰρ ἴσμεν τί ἐστι πῦρ ἢ ψυχή), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρὸς τὸ ὁμοιότατον ψυχῇ.
例如,由于把火的特有属性规定为“最像灵魂的东西”的人,使用了比起火来更为未知的“灵魂”(因为比起灵魂,我们更清楚火是什么),所以“最像灵魂的东西”不会是被正确设定的火的特有属性。
Τὸ δ᾿, εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδ᾿ ὑπάρχον.
另一种情况是,如果这件东西属于那件东西这一事实并不是更为人所知的。
Δεῖ γὰρ μὴ μόνον εἶναι γνωριμώτερον τοῦ πράγματος, ἀλλὰ καὶ ὅτι τῷδ᾿ ὑπάρχον γνωριμώτερον ὑπάρχει.
因为不仅它应该比该事物本身更为人所知,而且它属于这件东西这一事实也必须是更为人所知地属于。
Ὁ γὰρ μὴ εἰδὼς εἰ τῷδ᾿ ὑπάρχει, οὐδ᾿ εἰ τῷδ᾿ ὑπάρχει μόνῳ γνωριεῖ, ὥσθ᾿ ὁποτέρου τούτων συμβάντος ἀσαφὲς γίνεται τὸ ἴδιον.
因为不知道它是否属于这件东西的人,也不会知道它是否仅仅属于这件东西,以至于这两种情况无论发生哪一种,特有属性都会变得不清晰。
Οἷον ἐπεὶ ὁ θεὶς πυρὸς ἴδιον τὸ ἐν ᾧ πρώτῳ ψυχὴ πέφυκεν εἶναι ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρὸς τῷ εἰ ἐν τούτῳ ὑπάρχει ψυχὴ καὶ εἰ ἐν πρώτῳ ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρὸς τὸ ἐν ᾧ πρώτῳ ψυχὴ πέφυκεν εἶναι.
例如,由于把火的特有属性规定为“魂天性上最先存在于其中的东西”的人,使用了比起火本身更为未知的事情,即灵魂是否属于它以及是否最先属于它,所以“魂天性上最先存在于其中的东西”不会是被正确设定的火的特有属性。
Κατασκευάζοντα δὲ εἰ διὰ γνωριμωτέρων κεῖται τὸ ἴδιον, καὶ εἰ διὰ γνωριμωτέρων καθ᾿ ἑκάτερον τῶν τρόπων.
而对于进行确立的人,则是看特有属性是否是通过更为人所知的事物设定的,以及在上述两种方式的每一种中是否都是通过更为人所知的事物。
Ἔσται γὰρ καλῶς κατὰ τοῦτο κείμενον τὸ ἴδιον· τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς οἱ μὲν κατὰ τοῦτο μόνον οἱ δ᾿ ἁπλῶς δείξουσιν ὅτι καλῶς.
因为在这一方面,特有属性将会被正确地设定;因为在那些确立正确性的论点中,有一些将仅表明在此方面是正确的,而另一些则表明它绝对是正确的。
Οἷον ἐπεὶ ὁ εἴπας ζῴου ἴδιον τὸ αἴσθησιν ἔχειν διὰ γνωριμωτέρων καὶ γνωριμώτερον ἀποδέδωκε τὸ ἴδιον καθ᾿ ἑκάτερον τῶν τρόπων, εἴη ἂν καλῶς ἀποδεδομένον κατὰ τοῦτο τοῦ ζῴου ἴδιον τὸ αἴσθησιν ἔχειν.
例如,由于说动物的特有属性是“具有感觉”的人,在两种方式的每一种中都是通过更为人所知且作为更为人所知的事物给出了这一特有属性,因此“具有感觉”在这一方面可以说是被正确给出的动物的特有属性。
Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἴ τι τῶν ὀνομάτων τῶν ἐν τῷ ἰδίῳ ἀποδεδομένων πλεοναχῶς λέγεται ἢ καὶ ὅλος ὁ λόγος πλείω σημαίνει· οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον.
第二,对于进行反驳的人,要看所给出的特有属性中的词语是否有歧义(在多重意义上被使用),或者整个说明方式是否指代了多种含义;因为这样,特有属性就不会被正确地设定。
Οἷον ἐπεὶ τὸ αἰσθάνεσθαι πλείω σημαίνει, ἓν μὲν τὸ αἴσθησιν ἔχειν ἓν δὲ τὸ αἰσθήσει χρῆσθαι, οὐκ ἂν εἴη τοῦ ζῴου ἴδιον καλῶς κείμενον τὸ αἰσθάνεσθαι πεφυκός.
例如,由于“感觉”指代多种含义,其一是“具有感觉”,其二是“使用感觉”,所以把“天性上感觉”作为动物的特有属性设定,是不会被正确设定的。
Διὰ τοῦτο δ᾿ οὐ χρηστέον ἐστὶν οὔτ᾿ ὀνόματι πλεοναχῶς λεγομένῳ οὔτε λόγῳ τῷ τὸ ἴδιον σημαίνοντι, διότι τὸ πλεοναχῶς λεγόμενον ἀσαφὲς ποιεῖ τὸ ῥηθέν, ἀποροῦντος τοῦ μέλλοντος ἐπιχειρεῖν πότερον λέγει τῶν πλεοναχῶς λεγομένων· τὸ γὰρ ἴδιον τοῦ μαθεῖν χάριν ἀποδίδοται.
因此,既不应该使用在多重意义上被使用的词语,也不应该使用表示该特有属性的说明方式,因为多重意义的表达会使所说的内容变得不清晰,使企图反驳的人感到困惑,不知道对方在多重意义中到底是指哪一个;因为特有属性是为了学习而给出的。
Ἔτι δὲ πρὸς τούτοις ἀναγκαῖόν ἐστιν ἔλεγχόν τινα γίνεσθαι τοῖς οὕτως ἀποδιδοῦσι τὸ ἴδιον, ὅταν ἐπὶ τοῦ διαφωνοῦντός τις ποιῇ τὸν συλλογισμὸν τοῦ πλεοναχῶς λεγομένου.
此外,对于以这种方式给出特有属性的人来说,当有人针对其多重意义中不一致的含义进行推论时,必然会产生某种反驳。
Κατασκευάζοντα δὲ εἰ μὴ πλείω σημαίνει μήτε τῶν ὀνομάτων μηδὲν μήθ᾿ ὅλος ὁ λόγος· ἔσται γὰρ καλῶς κατὰ τοῦτο κείμενον τὸ ἴδιον.
而对于进行确立的人,则是看无论词语中的任何一个还是整个说明方式都没有指代多种含义;因为在这一方面,特有属性将会被正确地设定。
Οἷον ἐπεὶ οὔτε τὸ σῶμα πολλὰ δηλοῖ οὔτε τὸ εὐκινητότατον εἰς τὸν ἄνω τόπον οὔτε τὸ σύνολον τὸ ἐκ τούτων συντιθέμενον, εἴη ἂν καλῶς κείμενον κατὰ τοῦτο πυρὸς ἴδιον σῶμα τὸ εὐκινητότατον εἰς τὸν ἄνω τόπον.
例如,由于“身体”和“最容易向上方运动的东西”以及由这些合成的整体都没有表示多种含义,所以把“最容易向上方运动的身体”设定为火的特有属性在这一方面是正确设定的。

词汇与语法注释

  1. p.333Τὸ δ᾿ — 句首的 `Τὸ δ᾿` 作为一个中性单数主格,表示与前句中的 `Τοῦ δὲ μὴ διὰ γνωριμωτέρων ἐστὶ τὸ μέν` 相对应的第二个要素。
  2. p.333τῷ εἰ ἐν τούτῳ ὑπάρχει ψυχὴ καὶ εἰ ἐν πρώτῳ ὑπάρχει — 由与格中性冠词 `τῷ` 引导的并列 `εἰ` 从句(间接疑问从句)作为前述与格形容词 `ἀγνωστοτέρῳ` 的同位语,充当支配与格的动词 `κέχρηται` 的补足语,同时与作为比较属格的 `τοῦ πυρὸς` 进行比较。
  3. p.334τοῖς οὕτως ἀποδιδοῦσι — 与格分词 `τοῖς ... ἀποδιδοῦσι` 与非人称表达 `ἀναγκαῖόν ἐστι` 连用的不定式 `γίνεσθαι` 搭配,可解释为表示受影响对象的“利害与格”或“施事者与格”。

引用这一段

亚里士多德, 论题篇 §5.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:5.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。