§5.1## Ε.
Πότερον δ᾿ ἴδιον ἢ οὐκ ἴδιόν ἐστι τὸ εἰρημένον, διὰ τῶνδε σκεπτέον.
所给出的特有属性是特有属性还是不是特有属性,必须通过以下途径予以考察。
Ἀποδίδοται δὲ τὸ ἴδιον ἢ καθ᾿ αὑτὸ καὶ ἀεὶ ἢ πρὸς ἕτερον καὶ ποτέ, οἷον καθ᾿ αὑτὸ μὲν ἀνθρώπου τὸ ζῷον ἥμερον φύσει, πρὸς ἕτερον δὲ οἷον ψυχῆς πρὸς σῶμα, ὅτι τὸ μὲν προστακτικὸν τὸ δ᾿ ὑπηρετικόν ἐστιν, ἀεὶ δὲ οἷον θεοῦ τὸ ζῷον ἀθάνατον, ποτὲ δ᾿ οἷον τοῦ τινὸς ἀνθρώπου τὸ περιπατεῖν ἐν τῷ γυμνασίῳ.
特有属性的给或者是自身的且永久的,或者是相对于他物的且暂时的;例如,就自身而言,人的特有属性是“天性温和的动物”;相对于他物而言,如灵魂相对于身体,是“一者是发号施令的,另一者是服从服务的”;永久的,如神的特有属性是“不死的动物”;暂时的,如某一个人的特有属性是“在体育馆里散步”。
Ἔστι δὲ τὸ πρὸς ἕτερον ἴδιον ἀποδιδόμενον ἢ δύο προβλήματα ἢ τέτταρα.
相对于他物给出的特有属性,或者是两个问题,或者是四个问题。
Ἐὰν μὲν γὰρ τοῦ μὲν ἀποδῷ τοῦ δ᾿ ἀρνήσηται ταὐτὸ τοῦτο, δύο μόνον προβλήματα γίνονται, καθάπερ τὸ ἀνθρώπου πρὸς ἵππον ἴδιον ὅτι δίπουν ἐστίν.
因为如果把同一属性给出一者而对另一者予以否定,就只产生两个问题,正如人相对于马的特有属性是“双足的”。
Καὶ γὰρ ὅτι ἄνθρωπος οὐ δίπουν ἐστὶν ἐπιχειροίη τις ἄν, καὶ ὅτι ὁ ἵππος δίπουν· ἀμφοτέρως δ᾿ ἂν κινοῖ τὸ ἴδιον.
因为人们既可以反驳人不是双足的,也可以反驳马是双足的;无论通过哪种方式,都可以推翻这一特有属性。
Ἐὰν δ᾿ ἑκατέρου ἑκάτερον ἀποδῷ καὶ ἑκατέρου ἀπαρνηθῇ, τέτταρα προβλήματα ἔσται, καθάπερ τὸ ἀνθρώπου ἴδιον πρὸς ἵππον, ὅτι τὸ μὲν δίπουν τὸ δὲ τετράπουν ἐστίν.
但如果对两者的每一者给出每一属性,又对两者的每一者予以否定,就会有四个问题,正如人相对于马的特有属性是“一者是双足的,另一者是四足的”。
Καὶ γὰρ ὅτι ἄνθρωπος οὐ δίπουν καὶ ὅτι τετράπουν πέφυκεν ἔστιν ἐπιχειρεῖν, καὶ διότι ὁ ἵππος δίπουν καὶ διότι οὐ τετράπουν οἷόν τ᾿ ἐπιχειρεῖν.
因为既可以反驳人不是双足的,也可以反驳人天生是四足的;同样,既可以反驳马是双足的,也可以反驳马不是四足的。
Ὅπως δ᾿ οὖν δειχθέντος ἀναιρεῖται τὸ προκείμενον.
无论如何,只要这被证明了,所提议的特有属性就被推翻了。
Ἔστι δὲ τὸ μὲν καθ᾿ αὑτὸ ἴδιον ὃ πρὸς ἅπαντα ἀποδίδοται καὶ παντὸς χωρίζει, καθάπερ ἀνθρώπου τὸ ζῷον θνητὸν ἐπιστήμης δεκτικόν.
自身的特有属性是指相对于一切事物给出并与一切事物区分开来的属性,正如人的特有属性是“能接受知识的有生有死的动物”。
Τὸ δὲ πρὸς ἕτερον ὃ μὴ ἀπὸ παντὸς ἀλλ᾿ ἀπό τινος τακτοῦ διορίζει, καθάπερ ἀρετῆς πρὸς ἐπιστήμην, ὅτι τὸ μὲν ἐν πλείοσι, τὸ δ᾿ ἐν λογιστικῷ μόνον καὶ τοῖς ἔχουσι λογιστικὸν πέφυκε γίνεσθαι.
相对于他物的特有属性是指不与一切事物区分、而只与某种确定的事物区分开来的属性,正如德性相对于知识的特有属性是“一者天生存在于更多事物中,另一者则仅存在于理性部分及具有理性部分的事物中”。
Τὸ δ᾿ ἀεὶ ὃ κατὰ πάντα χρόνον ἀληθεύεται καὶ μηδέποτ᾿ ἀπολείπεται, καθάπερ τοῦ ζῴου τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείμενον.
永久的特有属性是指在一切时间内都为真且绝不分离的属性,正如动物的特有属性是“由灵魂和身体组合而成”。
Τὸ δὲ ποτὲ ὃ κατά τινα χρόνον ἀληθεύεται καὶ μὴ ἐξ ἀνάγκης ἀεὶ παρέπεται, καθάπερ τοῦ τινὸς ἀνθρώπου τὸ περιπατεῖν ἐν ἀγορᾷ.
暂时的特有属性是指在某一时间内为真且不必然总是伴随的属性,正如某一个人的特有属性是“在广场上散步”。
Ἔστι δὲ τὸ πρὸς ἄλλο ἴδιον ἀποδοῦναι τὸ διαφορὰν εἰπεῖν ἢ ἐν ἅπασι καὶ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις, οἷον ἐν ἅπασι μὲν καὶ ἀεί, καθάπερ τὸ ἀνθρώπου ἴδιον πρὸς ἵππον ὅτι δίπουν· ἄνθρωπος μὲν γὰρ καὶ ἀεὶ καὶ πᾶς ἐστὶ δίπους, ἵππος δ᾿ οὐδείς ἐστι δίπους οὐδέποτε.
给出相对于他物的特有属性,就是说出一种差异,这种差异或者是存在于所有事物中且永久的,或者是在大多数情况下且存在于绝大多数事物中的;例如,存在于所有事物中且永久的,正如人相对于马的特有属性是“双足的”;因为人总是且每个人都是双足的,而马则绝没有任何一匹在任何时候是双足的。
Ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ ἐν τοῖς πλείστοις, καθάπερ τὸ λογιστικοῦ ἴδιον πρὸς ἐπιθυμητικὸν καὶ θυμικὸν τῷ τὸ μὲν προστάττειν τὸ δ᾿ ὑπηρετεῖν· οὔτε γὰρ τὸ λογιστικὸν πάντοτε προστάττει, ἀλλ᾿ ἐνίοτε καὶ προστάττεται, οὔτε τὸ ἐπιθυμητικὸν καὶ θυμικὸν ἀεὶ προστάττεται, ἀλλὰ καὶ προστάττει ποτέ, ὅταν ᾖ μοχθηρὰ ἡ ψυχὴ τοῦ ἀνθρώπου.
在大多数情况下且存在于绝大多数事物中的,正如理性部分相对于欲望部分和激情部分的特有属性是“一者发号施令而另一者服从服务”;因为理性部分并不总是发号施令,而是有时也被发号施令,欲望部分和激情部分也不总是被发号施令,而是当人的灵魂堕落时,它们有时也发号施令。
Τῶν δ᾿ ἰδίων ἐστὶ λογικὰ μάλιστα τά τε καθ᾿ αὑτὰ καὶ ἀεὶ καὶ τὰ πρὸς ἕτερον.
在各种特有属性中,最适合用于推论的是自身的、永久的以及相对于他物的特有属性。
Τὸ μὲν γὰρ πρὸς ἕτερον ἴδιον πλείω προβλήματά ἐστι, καθάπερ εἴπομεν καὶ πρότερον· ἢ γὰρ δύο ἢ τέτταρα ἐξ ἀνάγκης γίνονται τὰ προβλήματα· πλείους οὖν οἱ λόγοι γίνονται πρὸς ταῦτα.
因为相对于他物的特有属性构成更多的问题,如我们先前所说;因为问题必然变成两个或四个,因此针对这些会产生更多的论证。
Τὸ δὲ καθ᾿ αὑτὸ καὶ τὸ ἀεὶ πρὸς πολλὰ ἔστιν ἐπιχειρεῖν ἢ πρὸς πλείους χρόνους παρατηρεῖν, τὸ μὲν καθ᾿ αὑτὸ πρὸς πολλά· πρὸς ἕκαστον γὰρ τῶν ὄντων δεῖ ὑπάρχειν αὐτῷ τὸ ἴδιον, ὥστ᾿ εἰ μὴ πρὸς ἅπαντα χωρίζεται, οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδον.
而对于自身的和永久的特有属性,则可以针对许多事物进行反驳,或针对更多的时间进行观察:对于自身的特有属性是针对许多事物,因为特有属性必须相对于存在的每一事物都属于它,所以如果它不能与一切事物区分开来,这一特有属性就没有被很好地给出。
Τὸ δ᾿ ἀεὶ πρὸς πολλοὺς χρόνους τηρεῖν· κἂν γὰρ εἰ μὴ ὑπάρχει κἂν εἰ μὴ ὑπῆρξε κἂν εἰ μὴ ὑπάρξει, οὐκ ἔσται ἴδιον.
而对于永久的特有属性,必须针对很多时间进行守候;因为如果它现在不属于、或过去不属于、或将来不属于,它就不是特有属性。
Τὸ δὲ ποτὲ οὐκ ἐν ἄλλοις ἢ πρὸς τὸν νῦν λεγόμενον χρόνον ἐπισκοποῦμεν· οὔκουν εἰσὶ λόγοι πρὸς αὐτὸ πολλοί.
但对于暂时的特有属性,我们不是在其他时间里、而只是针对现在所说的时间进行考察;因此针对它的论证并不多。
λογικὸν δὲ τοῦτ᾿ ἐστὶ πρόβλημα πρὸς ὃ λόγοι γένοιντ᾿ ἂν καὶ συχνοὶ καὶ καλοί.
而一个适合辩证的问题,是指针对它能产生许多且优秀的论证的问题。
Τὸ μὲν οὖν πρὸς ἕτερον ἴδιον ῥηθὲν ἐκ τῶν περὶ τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον ἐστίν, εἰ τῷ μὲν συμβέβηκε τῷ δὲ μὴ συμβέβηκεν· περὶ δὲ τῶν ἀεὶ καὶ τῶν καθ᾿ αὑτὸ διὰ τῶνδε θεωρητέον.
因此,相对于他物而说的特有属性,必须从关于偶性的论点中予以考察,看它是否作为偶性属于一者而不属于另一者;但关于永久的和自身的特有属性,则必须通过以下内容予以观察。