§4.6#2Ἀναιροῦντι μὲν οὖν καθάπερ εἴρηται χρηστέον· κατασκευάζοντι δέ, εἰ μὲν ἐπιδέχεται τὸ μᾶλλον τό τε ἀποδοθὲν γένος καὶ τὸ εἶδος, οὐ χρήσιμος ὁ τόπος·
因此,对于反驳者而言,应当如前所述地使用这些论点;但对于确立者而言,如果所给出的属和种都接受“更”,那么这一论点就没有用处。
οὐδὲν γὰρ κωλύει ἀμφοτέρων ἐπιδεχομένων μὴ εἶναι θάτερον θατέρου γένος.
因为即使两者都接受它,也并不能阻止其中一者不是另一者的属。
Τό τε γὰρ καλὸν καὶ τὸ λευκὸν ἐπιδέχεται τὸ μᾶλλον, καὶ οὐδέτερον οὐδετέρου γένος.
因为美和白都接受“更”,但两者都不是对方的属。
Ἡ δὲ τῶν γενῶν καὶ τῶν εἰδῶν πρὸς ἄλληλα σύγκρισις χρήσιμος, οἷον εἰ ὁμοίως τόδε καὶ τόδε γένος, εἰ θάτερον γένος, καὶ θάτερον.
但是,属与属、种与种之间的相互比较是有用的,例如,如果这一个和那一个同样是属,那么若其中一个是属,另一个也是。
Ὁμοίως δὲ καὶ εἰ τὸ ἧττον καὶ τὸ μᾶλλον, οἷον εἰ τῆς ἐγκρατείας μᾶλλον ἡ δύναμις ἢ ἡ ἀρετὴ γένος, ἡ δ᾿ ἀρετὴ γένος, καὶ ἡ δύναμις.
同样,对于“更不”和“更”也是如此,例如,如果能力比德性更被认为是自制的属,且德性是属,那么能力也是。
τὰ δ᾿ αὐτὰ καὶ ἐπὶ τοῦ εἴδους ἁρμόσει λέγεσθαι.
同样的话也适用于种。
Εἰ γὰρ ὁμοίως τόδε καὶ τόδε τοῦ προκειμένου εἶδος, εἰ θάτερον εἶδος, καὶ τὸ λοιπόν· καὶ εἰ τὸ ἧττον δοκοῦν εἶδός ἐστι, καὶ τὸ μᾶλλον.
因为如果这一个和那一个同样是所讨论之物的种,若其中一个是种,其余的也是;如果被认为更不像是种的是种,那么更像是的也是。
Ἔτι πρὸς τὸ κατασκευάζειν σκεπτέον εἰ καθ᾿ ὧν ἀπεδόθη τὸ γένος, ἐν τῷ τί ἐστι κατηγορεῖται, μὴ ὄντος ἑνὸς τοῦ ἀποδοθέντος εἴδους, ἀλλὰ πλειόνων καὶ διαφόρων· δῆλον γὰρ ὅτι γένος ἔσται.
此外,为了确立,必须考察所给出的属是否在“是什么”中被陈述于它所对应的那些事物,此时所给出的种不是一个,而是多个且不同的种;因为显然它将是一个属。
Εἰ δ᾿ ἓν τὸ ἀποδοθὲν εἶδός ἐστι, σκοπεῖν εἰ καὶ κατ᾿ ἄλλων εἰδῶν τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται· πάλιν γὰρ συμβήσεται κατὰ πλειόνων καὶ διαφόρων αὐτὸ κατηγορεῖσθαι.
如果所给出的种只有一个,则要考察该属是否也在“是什么”中被陈述于其他种;因为这样又会结果是它被陈述于多个且不同的事物。
Ἐπεὶ δὲ δοκεῖ τισὶ καὶ ἡ διαφορὰ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορεῖσθαι, χωριστέον τὸ γένος ἀπὸ τῆς διαφορᾶς χρώμενον τοῖς εἰρημένοις στοιχείοις, πρῶτον μὲν ὅτι τὸ γένος ἐπὶ πλέον λέγεται τῆς διαφορᾶς, εἶθ᾿ ὅτι κατὰ τὴν τοῦ τί ἐστιν ἀπόδοσιν μᾶλλον ἁρμόττει τὸ γένος ἢ τὴν διαφορὰν εἰπεῖν· ὁ γὰρ ζῷον εἴπας τὸν ἄνθρωπον μᾶλλον δηλοῖ τί ἐστιν ὁ ἄνθρωπος ἢ ὁ πεζόν.
由于在一些人看来,种差也在“是什么”中被陈述于种,因此必须利用已述的要素将属与种差区分开来:第一,属比种差说得更广;第二,在说明“是什么”时,说出属比说出种差更合适,因为称人温为“动物”的人比称其为“步行的”人更能表明人是什么。
Καὶ ὅτι ἡ μὲν διαφορὰ ποιότητα τοῦ γένους ἀεὶ σημαίνει, τὸ δὲ γένος τῆς διαφορᾶς οὔ· ὁ μὲν γὰρ εἴπας πεζὸν ποιόν τι ζῷον λέγει, ὁ δὲ ζῷον εἴπας οὐ λέγει ποιόν τι πεζόν.
而且,种差总是表示属的性质,而属却不表示种差的性质;因为说“步行的”人是在说“哪种动物”,而说“动物”的人却不是在说“哪种步行的”。
Τὴν μὲν οὖν διαφορὰν ἀπὸ τοῦ γένους οὕτω χωριστέον.
因此,应当这样将种差与属区分开。
Ἐπεὶ δὲ δοκεῖ τὸ μουσικόν, ᾗ μουσικόν ἐστιν, ἐπιστῆμόν τ᾿ εἶναι καὶ ἡ μουσικὴ ἐπιστήμη τις εἶναι, καὶ εἰ τὸ βαδίζον τῷ βαδίζειν κινεῖται, ἡ βάδισις κίνησίς τις εἶναι, σκοπεῖν ἐν ᾧ ἂν γένει βούλῃ τι κατασκευάσαι, τὸν εἰρημένον τρόπον, οἷον εἰ τὴν ἐπιστήμην ὅπερ πίστιν, εἰ ὁ ἐπιστάμενος ᾗ ἐπίσταται πιστεύει· δῆλον γὰρ ὅτι ἡ ἐπιστήμη πίστις ἄν τις εἴη.
既然有音乐教养的人,在其作为有音乐教养的人而言,似乎是有知识的,而音乐似乎是某种知识,且如果行步者通过步行而运动,步行似乎是某种运动,那么在你想确立某物属于某属的任何情况下,都应当按照已说的方式进行考察,例如,如果你想把知识确立为某种信念,就要看知者在其知晓的范围内是否相信;因为显然,如果是这样,知识就会是某种信念。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
对于其他类似的情况也应当采用同样的方法。
Ἔτι ἐπεὶ τὸ παρεπόμενόν τινι ἀεὶ καὶ μὴ ἀντιστρέφον χαλεπὸν χωρίσαι τοῦ μὴ γένος εἶναι, ἂν τόδε μὲν τῷδ᾿ ἕπηται παντί, τόδε δὲ τῷδε μὴ παντί, οἷον τῇ νηνεμίᾳ ἡ ἠρεμία καὶ τῷ ἀριθμῷ τὸ διαιρετόν, ἀνάπαλιν δ᾿ οὔ (τὸ γὰρ διαιρετὸν οὐ πᾶν ἀριθμός, οὐδ᾿ ἡ ἠρεμία νηνεμία), αὐτὸν μὲν χρῆσθαι ὡς γένους ὄντος τοῦ ἀεὶ ἀκολουθοῦντος, ὅταν μὴ ἀντιστρέφῃ θάτερον, ἄλλου δὲ προτείνοντος μὴ ἐπὶ πάντων ὑπακούειν.
此外,由于总是伴随某物且不换位的事物,很难将其与不是属的事物区分开来——如果这一物伴随那一物的全部,而那一物并不伴随这一物的全部(例如,静止伴随无风,可分性伴随数量,但反之不然,因为并非所有可分之物都是数量,也不是所有静止都是无风)——当另一方不换位时,自己应当将总是伴随者作为属来使用,但在别人提出时,不要在所有情况下都予以赞同。
Ἔνστασις δ᾿ αὐτοῦ ὅτι τὸ μὴ ὂν ἕπεται παντὶ τῷ γινομένῳ (τὸ γὰρ γινόμενον οὐκ ἔστι) καὶ οὐκ ἀντιστρέφει (οὐ γὰρ πᾶν τὸ μὴ ὂν γίνεται), ἀλλ᾿ ὅμως οὐκ ἔστι γένος τὸ μὴ ὂν τοῦ γινομένου· ἁπλῶς γὰρ οὐκ ἔστι τοῦ μὴ ὄντος εἴδη.
对此的一个异议是:非存在伴随一切生成者(因为生成者还不存在)且不换位(因为并非所有非存在都在生成),但非存在却不是生成者的属;因为端地没有非存在的种。
Περὶ μὲν οὖν τοῦ γένους, καθάπερ εἴρηται, μετιτέον.
因此,关于属的讨论,必须如前所述地进行下去。