§4.6#1Ἔτι εἰ ὅλως τὸ ἀποδοθὲν μηδενός ἐστι γένος· δῆλον γὰρ ὡς οὐδὲ τοῦ λεχθέντος.
还有,如果所给出的根本不是任何事物的属;因为显然它也不是所说之物的属。
Σκοπεῖν δ᾿ ἐκ τοῦ μηδὲν διαφέρειν εἴδει τὰ μετέχοντα τοῦ ἀποδοθέντος γένους, οἷον τὰ λευκά· οὐδὲν γὰρ διαφέρει τῷ εἴδει ταῦτ᾿ ἀλλήλων.
而应该从分享所给出的属的事物在种上毫无区别这一点来进行考察,例如“白色的事物”;因为这些事物彼此在种上毫无区别。
Παντὸς δὲ γένους ἐστὶ τὰ εἴδη διάφορα, ὥστ᾿ οὐκ ἂν εἴη τὸ λευκὸν γένος οὐδενός.
但是,每个属的种都是有区别的,所以“白色”不会是任何事物的属。
Πάλιν εἰ τὸ πᾶσιν ἀκολουθοῦν γένος ἢ διαφορὰν εἶπεν.
再次,看是否有人将伴随一切的事物作为属或种差来给出。
Πλείω γὰρ τὰ πᾶσιν ἑπόμενα, οἷον τὸ ὂν καὶ τὸ ἓν τῶν πᾶσιν ἑπομένων ἐστίν.
因为伴随一切的事物不止一个,例如“存在”和“单一”就属于伴随一切的事物。
Εἰ οὖν τὸ ὂν γένος ἀπέδωκε, δῆλον ὅτι πάντων ἂν εἴη γένος, ἐπειδὴ κατηγορεῖται αὐτῶν· κατ᾿ οὐδενὸς γὰρ τὸ γένος ἀλλ᾿ ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται.
因此,如果有人将“存在”作为属给出,显然它就会是一切事物的属,因为它是陈述于它们的;因为属除了种之外不陈述任何事物。
Ὥστε καὶ τὸ ἓν εἶδος ἂν εἴη τοῦ ὄντος.
从而“单一”也就会是“存在”的一个种。
Συμβαίνει οὖν κατὰ πάντων, ὧν τὸ γένος κατηγορεῖται, καὶ τὸ εἶδος κατηγορεῖσθαι, ἐπειδὴ τὸ ὂν καὶ τὸ ἓν κατὰ πάντων ἁπλῶς κατηγορεῖται, δέον ἐπ᾿ ἔλαττον τὸ εἶδος κατηγορεῖσθαι.
因此,结果是,凡是属所陈述的一切事物,种也被陈述于它们,因为“存在”和“单一”端地陈述于一切事物,而种本应当陈述于较少的范围。
Εἰ δὲ τὸ πᾶσιν ἑπόμενον διαφορὰν εἶπε, δῆλον ὅτι ἐπ᾿ ἴσον ἢ ἐπὶ πλέον ἡ διαφορὰ τοῦ γένους ῥηθήσεται.
而如果有人将伴随一切的事物作为种差给出,显然该种差所适用的范围将与属相等或比属更广。
Εἰ μὲν γὰρ καὶ τὸ γένος τῶν πᾶσιν ἑτομένων, ἐπ᾿ ἴσον, εἰ δὲ μὴ πᾶσιν ἕπεται τὸ γένος, ἐπὶ πλέον ἡ διαφορὰ λέγοιτ᾿ ἂν αὐτοῦ.
因为如果该属也属于伴随一切的事物,则范围相等;但如果该属并不伴随一切,那么该种差所适用的范围就会比该属更广。
Ἔτι εἰ ἐν ὑποκειμένῳ τῷ εἴδει τὸ ἀποδοθὲν γένος λέγεται, καθάπερ τὸ λευκὸν ἐπὶ τῆς χιόνος, ὥστε δῆλον ὅτι οὐκ ἂν εἴη γένος· καθ᾿ ὑποκειμένου γὰρ τοῦ εἴδους μόνον τὸ γένος λέγεται.
还有,如果所给出的属被说成是在作为主体的种之中,就像雪的“白色”那样;从而显然它不可能是属;因为属仅作为主体而被陈述于种。
Σκοπεῖν δὲ καὶ εἰ μὴ συνώνυμον τὸ γένος τῷ εἴδει· κατὰ πάντων γὰρ τῶν εἰδῶν συνωνύμως τὸ γένος κατηγορεῖται.
还要看属是否与种不同义;因为属是同义地陈述于其所有种的。
Ἔτι ὅταν ὄντος καὶ τῷ εἴδει καὶ τῷ γένει ἐναντίου τὸ βέλτιον τῶν ἐναντίων εἰς τὸ χεῖρον γένος θῇ· συμβήσεται γὰρ τὸ λοιπὸν ἐν τῷ λοιπῷ εἶναι, ἐπειδὴ τἀναντία ἐν τοῖς ἐναντίοις γένεσιν, ὥστε τὸ βέλτιον ἐν τῷ χείρονι ἔσται καὶ τὸ χεῖρον ἐν τῷ βελτίονι· δοκεῖ δὲ τοῦ βελτίονος καὶ τὸ γένος βέλτιον εἶναι.
还有,当种和属都有相反者时,如果有人把相反者中较好的一方置于较坏的属中;因为结果将会是其余的一方在其余的属中,因为相反者存在于相反的属中,从而较好的会在较坏的中,而较坏的在较好的中;但较好者的属也被认为是较好的。
Καὶ εἰ τοῦ αὐτοῦ εἴδους ὁμοίως πρὸς ἄμφω ἔχοντος εἰς τὸ χεῖρον καὶ μὴ εἰς τὸ βέλτιον γένος ἔθηκεν, οἷον τὴν ψυχὴν ὅπερ κίνησιν ἢ κινούμενον.
又如,当同一物种对两者具有同样的关系时,如果有人将其置于较坏的而非较好的属中,例如把灵魂说成是运动或被运动者。
Ὁμοίως γὰρ ἡ αὐτὴ στατικὴ καὶ κινητικὴ δοκεῖ εἶναι, ὥστ᾿ εἰ βέλτιον ἡ στάσις, εἰς τοῦτο ἔδει τὸ γένος θεῖναι.
因为同一灵魂似乎同样是静止性的和运动性的,因此如果静止较好,就应当将属置于其中。
Ἔτι ἐκ τοῦ μᾶλλον καὶ ἧττον, ἀνασκευάζοντι μέν, εἰ τὸ γένος δέχεται τὸ μᾶλλον, τὸ δ᾿ εἶδος μὴ δέχεται μήτ᾿ αὐτὸ μήτε τὸ κατ᾿ ἐκεῖνο λεγόμενον.
还有,从“更”和“更不”来看——对于反驳者而言——如果属接受“更”,而种既不自身接受、其根据它而被称呼的事物也不接受它。
Οἷον εἰ ἡ ἀρετὴ δέχεται τὸ μᾶλλον, καὶ ἡ δικαιοσύνη καὶ ὁ δίκαιος· λέγεται γὰρ δικαιότερος ἕτερος ἑτέρου.
例如,如果德性接受“更”,那么正义和正义的人也接受它;因为一人被说成比另一人更正义。
Εἰ οὖν τὸ μὲν ἀποδοθὲν γένος τὸ μᾶλλον δέχεται, τὸ δ᾿ εἶδος μὴ δέχεται μήτ᾿ αὐτὸ μήτε τὸ κατ᾿ ἐκεῖνο λεγόμενον, οὐκ ἂν εἴη γένος τὸ ἀποδοθέν.
因此,如果所给出的属接受“更”,而种既不自身接受、其根据它而被称呼的事物也不接受它,那么所给出的事物就不会是属。
Πάλιν εἰ τὸ μᾶλλον δοκοῦν ἢ ὁμοίως μή ἐστι γένος, δῆλον ὅτι οὐδὲ τὸ ἀποδοθέν.
再次,如果被认为更像或同样是属的事物并不是属,显然所给出的事物也不是。
Χρήσιμος δ᾿ ὁ τόπος ἐπὶ τῶν τοιούτων μάλιστα ἐφ᾿ ὧν πλείω φαίνεται τοῦ εἴδους ἐν τῷ τί ἐστι κατηγορούμενα, καὶ μὴ διώρισται, μηδ᾿ ἔχομεν εἰπεῖν ποῖον αὐτῶν γένος, οἷον τῆς ὀργῆς καὶ ἡ λύπη καὶ ἡ ὑπόληψις ὀλιγωρίας ἐν τῷ τί ἐστι κατηγορεῖσθαι δοκεῖ· λυπεῖταί τε γὰρ ὁ ὀργιζόμενος καὶ ὑπολαμβάνει ὀλιγωρεῖσθαι.
这一论点在这些情况下尤其有用:凡是在种的“是什么”中似乎有多个事物被陈述,并且它们未被区分,我们也不能说其中哪一个是属;例如,在愤怒的情况下,痛苦和被轻视的看法似乎都在其“是什么”中被陈述;因为发怒的人既感到痛苦,又认为自己被轻视。
Ἡ αὐτὴ δὲ σκέψις καὶ ἐπὶ τοῦ εἴδους πρὸς ἄλλο τι συγκρίνοντι· εἰ γὰρ τὸ μᾶλλον ἢ τὸ ὁμοίως δοκοῦν εἶναι ἐν τῷ ἀποδοθέντι γένει μή ἐστιν ἐν τῷ γένει, δῆλον ὅτι οὐδὲ τὸ ἀποδοθὲν εἶδος εἴη ἂν ἐν τῷ γένει.
同样的考察也适用于将该种与别的事物进行比较;因为如果被认为更像或同样属于所给出的属的事物并不在属中,显然所给出的种也不会在属中。