Humanitext Reader

亚里士多德 · 论题篇 §4.5#2

关于能力与种差的归属错误及述谓规则

第 38 段,共 94 段 · 希腊语

内容简介

作者指出了将应受谴责者置于能力中、将尊贵者置于有生产力者中、以及将属于多个属的事物仅置于一个属中的错误。他还讨论了属与种差颠倒的现象,以及关于情状态及其主体的错误,指出属必须总是能对其种作真实的陈述。

§4.5#2Ὁρᾶν δὲ καὶ εἴ τι τῶν ψεκτῶν ἢ φευκτῶν εἰς δύναμιν ἢ τὸ δυνατὸν ἔθηκεν, οἷον τὸν σοφιστὴν ἢ διάβολον ἢ κλέπτην τὸν δυνάμενον τὰ ἀλλότρια ὑφαιρεῖσθαι ἢ δυνάμενον διαβάλλειν ἢ σοφίζεσθαι.
还要看是否有人将应受谴责或应予避免的事物之一置于能力或有能力者之中,例如将诡辩者、中伤者或窃贼称为有能力窃取他人财物、有能力中伤或有能力进行诡辩的人。
Οὐδεὶς γὰρ τῶν εἰρημένων τῷ δυνατὸς εἶναί τι τούτων τοιοῦτος λέγεται· δύναται μὲν γὰρ καὶ ὁ θεὸς καὶ ὁ σπουδαῖος τὰ φαῦλα δρᾶν, ἀλλ᾿ οὐκ εἰσὶ τοιοῦτοι· πάντες γὰρ οἱ φαῦλοι κατὰ προαίρεσιν λέγονται.
因为上述的人中,没有一个是因为有能力做这些事中的某事而被称作如此的;因为神和优秀的人也都有能力做坏事,但他们并不是这样的人;因为所有坏人都是根据其抉择而被称作坏人的。
Ἔτι πᾶσα δύναμις τῶν αἱρετῶν· καὶ γὰρ αἱ τῶν φαύλων δυνάμεις αἱρεταί, διὸ καὶ τὸν θεὸν καὶ τὸν σπουδαῖον ἔχειν φαμὲν αὐτάς· δυνατοὺς γὰρ εἶναι τὰ φαῦλα πράσσειν.
此外,每种能力都属于值得选择的事物;因为即使是坏事的外部能力也是值得选择的,所以我们说神和优秀的人也有这些能力;因为他们有能力做坏事。
Ὥστ᾿ οὐδενὸς ἂν εἴη ψεκτοῦ γένος ἡ δύναμις.
因此,能力不会是任何应受谴责之物的属。
Εἰ δὲ μή, συμβήσεται τῶν ψεκτῶν τι αἱρετὸν εἶναι· ἔσται γάρ τις δύναμις ψεκτή.
否则,就会得出应受谴责的事物中某物是值得选择的;因为将会存在某种应受谴责的能力。
Καὶ εἴ τι τῶν δι᾿ αὑτὸ τιμίων ἢ αἱρετῶν εἰς δύναμιν ἢ τὸ δυνατὸν ἢ τὸ ποιητικὸν ἔθηκεν.
还要看是否有人将因其自身而尊贵或值得选择的事物之一置于能力、有能力者或有生产力者之中。
Πᾶσα γὰρ δύναμις καὶ πᾶν τὸ δυνατὸν ἢ τὸ ποιητικὸν δι᾿ ἄλλο αἱρετόν.
因为每种能力以及任何有能力或有生产力者,都是因他物而值得选择的。
Ἢ εἴ τι τῶν ἐν δύο γένεσιν ἢ πλείοσιν εἰς θάτερον ἔθηκεν.
或者是否有人将属于两个或多个属的事物置于其中一个属中。
Ἔνια γὰρ οὐκ ἔστιν εἰς ἓν γένος θεῖναι, οἷον τὸν φένακα καὶ τὸν διάβολον· οὔτε γὰρ ὁ προαιρούμενος ἀδυνατῶν δέ, οὔθ᾿ ὁ δυνάμενος μὴ προαιρούμενος δὲ διάβολος ἢ φέναξ, ἀλλ᾿ ὁ ἄμφω ταῦτα ἔχων.
因为有些事物是无法置于单个属之中的,例如骗子和中伤者;因为既不是那些有意图但无能力的人,也不是那些有能力但无意图的人被称作中伤者或骗子,而是同时具有这两者的人。
Ὥστ᾿ οὐ θετέον εἰς ἓν γένος ἀλλ᾿ εἰς ἀμφότερα τὰ εἰρημένα.
因此,不应将它们置于一个属中,而应置于上述两个属中。
Ἔτι ἐνίοτε ἀνάπαλιν τὸ μὲν γένος ὡς διαφορὰν τὴν δὲ διαφορὰν ὡς γένος ἀποδιδόασιν, οἷον τὴν ἔκπληξιν ὑπερβολὴν θαυμασιότητος καὶ τὴν πίστιν σφοδρότητα ὑπολήψεως.
此外,有时人们反过来将属作为种差,将种差作为属来给出,例如将惊愕称为惊异的超出,将确信称为看法的激烈。
Οὔτε γὰρ ἡ ὑπερβολὴ οὔθ᾿ ἡ σφοδρότης γένος, ἀλλὰ διαφορά· δοκεῖ γὰρ ἡ ἔκπληξις θαυμασιότης γένος, ἀλλὰ διαφορά· δοκεῖ γὰρ ἡ ἔκπληξις θαυμασιότης εἶναι ὑπερβάλλουσα καὶ ἡ πίστις ὑπόληψις σφοδρά, ὥστε γένος ἡ θαυμασιότης καὶ ἡ ὑπόληψις, ἡ δ᾿ ὑπερβολὴ καὶ ἡ σφοδρότης διαφορά.
因为超出和激烈都不是属,而是种差;因为惊愕似乎以惊异为属,而以[超出]为种差;因为惊愕似乎是超出的惊异,而确信是激烈的看法,所以惊异和看法是属,而超出和激烈是种差。
Ἔτι εἴ τις τὴν ὑπερβολὴν καὶ σφοδρότητα ὡς γένος ἀποδώσει, τὰ ἄψυχα πιστεύσει καὶ ἐκπλαγήσεται.
再者,如果有人将超出和激烈作为属给出,无生物就会产生确信和感到惊愕。
Ἡ γὰρ ἑκάστου σφοδρότης, καὶ ὑπερβολὴ πάρεστιν ἐκείνῳ οὗ ἐστὶ σφοδρότης καὶ ὑπερβολή.
因为每件事物的激烈和超出都存在于它是其激烈和超出的那个事物中。
Εἰ οὖν ἡ ἔκπληξις ὑπερβολή ἐστι θαυμασιότητος, παρέσται τῇ θαυμασιότητι ἡ ἔκπληξις, ὥσθ᾿ ἡ θαυμασιότης ἐκπλαγήσεται.
因此,如果惊愕是惊异的超出,惊愕就会存在于惊异中,从而惊异会感到惊愕。
Ὁμοίως δὲ καὶ ἡ πίστις παρέσται τῇ ὑπολήψει, εἴπερ σφοδρότης ὑπολήψεώς ἐστιν, ὥστε ἡ ὑπόληψις πιστεύσει.
同样,如果确信确实是看法的激烈,确信就会存在于看法中,从而看法会产生确信。
Ἔτι συμβήσεται τῷ οὕτως ἀποδιδόντι σφοδρότητα σφοδρὰν λέγειν καὶ ὑπερβολὴν ὑπερβάλλουσαν.
此外,对于这样给出定义的人,将会得出说激烈是激烈的,超出是超出的结论。
Ἔστι γὰρ πίστις σφοδρά· εἰ οὖν ἡ πίστις σφοδρότης ἐστί, σφοδρότης ἂν εἴη σφοδρά.
因为确信是激烈的;因此,如果确信是激烈,那么激烈就会是激烈的。
Ὁμοίως δὲ καὶ ἔκπληξίς ἐστιν ὑπερβάλλουσα· εἰ οὖν ἡ ἔκπληξις ὑπερβολή ἐστιν, ὑπερβολὴ ἂν εἴη ὑπερβάλλουσα·
同样,惊愕也是超出的;因此,如果惊愕是超出,那么超出就会是超出的。
Οὐ δοκεῖ δ᾿ οὐδέτερον τούτων, ὥσπερ οὐδ᾿ ἐπιστήμη ἐπιστητὸν οὐδὲ κίνησις κινούμενον.
然而,这两者似乎都不是这样,正如知识并不是可知觉的(可知的事物),运动并不是被运动的事物一样。
Ἐνίοτε δὲ διαμαρτάνουσι καὶ τὸ πάθος εἰς γένος τὸ πεπονθὸς τιθέντες, οἷον ὅσοι τὴν ἀθανασίαν ζωὴν ἀΐδιόν φασιν εἶναι· πάθος γάρ τι ζωῆς ἢ σύμπτωμα ἡ ἀθανασία ἔοικεν εἶναι.
有时,人们也会犯错,将承受的情状态置于承受该情状态的事物中作为属,例如那些说不死是永恒生命的人;因为不死似乎是生命的某种情状态或偶性。
Ὅτι δ᾿ ἀληθὲς τὸ λεγόμενον, δῆλον ἂν γένοιτο, εἴ τις συγχωρήσειεν ἐκ θνητοῦ τινὰ ἀθάνατον γίνεσθαι· οὐδεὶς γὰρ φήσει ἑτέραν αὐτὸν ζωὴν λαμβάνειν, ἀλλὰ σύμπτωμά τι ἢ πάθος αὐτῇ ταύτῃ παραγενέσθαι.
如果有人承认某人由有死的变成了不死的,那么所说的话的真实性就会变得很明显;因为没有人会说他获得了另一种生命,而是说某种偶性或情状态伴随了这同一生命而产生。
Ὥστ᾿ οὐ γένος ἡ ζωὴ τῆς ἀθανασίας.
因此,生命不是不死的属。
Πάλιν εἰ τοῦ πάθους, οὗ ἐστὶ πάθος, ἐκεῖνο γένος φασὶν εἶναι, οἷον τὸ πνεῦμα ἀέρα κινούμενον.
再次,如果他们说,承受情状态的事物是该情状态的属,例如说风是运动的空气。
Μᾶλλον γὰρ κίνησις ἀέρος τὸ πνεῦμα· ὁ γὰρ αὐτὸς ἀὴρ διαμένει, ὅταν τε κινῆται καὶ ὅταν μένῃ.
因为风更像是空气的运动;因为无论是空气运动时还是它静止时,同一种空气都保持存在。
Ὥστ᾿ οὐκ ἔστιν ὅλως ἀὴρ τὸ πνεῦμα· ἦν γὰρ ἂν καὶ μὴ κινουμένου τοῦ ἀέρος πνεῦμα, εἴπερ ὁ αὐτὸς ἀὴρ διαμένει ὅσπερ ἦν πνεῦμα.
所以风根本就不是空气;因为如果曾经是风的同一种空气保持存在,那么即使空气不在运动,也会有风。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
在其他此类情况下也是如此。
Εἰ δ᾿ ἄρα καὶ ἐπὶ τούτου δεῖ συγχωρῆσαι ὅτι ἀήρ ἐστι κινούμενος τὸ πνεῦμα, ἀλλ᾿ οὔτι κατὰ πάντων τὸ τοιοῦτον ἀποδεκτέον καθ᾿ ὧν μὴ ἀληθεύεται τὸ γένος, ἀλλ᾿ ἐφ᾿ ὅσων ἀληθῶς κατηγορεῖται τὸ ἀποδοθὲν γένος.
但是,如果在这种情况中,也必须承认风是运动的空气,但绝不能在所有属不真实被陈述的地方都接受这种说法,而应在所给出的属被真实陈述的情况下接受。
Ἐπ᾿ ἐνίων γὰρ οὐ δοκεῖ ἀληθεύεσθαι, οἷον ἐπὶ τοῦ πηλοῦ καὶ τῆς χιόνος.
因为在某些情况下,它似乎并不是真实的陈述,例如在泥和雪的情况中。
Τὴν μὲν γὰρ χιόνα φασὶν ὕδωρ εἶναι πεπηγός, τὸν δὲ πηλὸν γῆν ὑγρῷ πεφυραμένην· ἔστι δ᾿ οὔθ᾿ ἡ χιὼν ὕδωρ οὔθ᾿ ὁ πηλὸς γῆ, ὥστ᾿ οὐκ ἂν εἴη γένος οὐδέτερον τῶν ἀποδοθέντων· δεῖ γὰρ τὸ γένος ἀληθεύεσθαι ἀεὶ κατὰ τῶν εἰδῶν.
因为他们说雪是结冰的水,泥是被湿气揉和的土;但雪既不是水,泥也不是土,所以所给出的两者都不会是属;因为属必须总是其种的真实陈述。
Ὁμοίως δ᾿ οὐδ᾿ ὁ οἶνός ἐστιν ὕδωρ σεσηπός, καθάπερ Ἐμπεδοκλῆς φησὶ σαπὲν ἐν ξύλῳ ὕδωρ· ἁπλως γὰρ οὐκ ἔστιν ὕδωρ.
同样,葡萄酒也不是腐烂的水,正如恩培多克勒所说‘在木中腐烂的水’;因为端地它不是水。

词汇与语法注释

  1. §4.5#2τὸν δυνάμενον τὰ ἀλλότρια ὑφαιρεῖσθαι — 宾格分词 δυνάμενον 修饰前面的名词 τὸν κλέπτην(并间接修饰前面的其他名词),从能力的角度对它们进行限定说明。
  2. §4.5#2δοκεῖ γὰρ ἡ ἔκπληξις θαυμασιότης γένος, ἀλλὰ διαφορά· — 此处的语法存在破格和潜在的文本抄写错误(重复)。主格的 θαυμασιότης 可能是对后文(δοκεῖ γὰρ ἡ ἔκπληξις θαυμασιότης εἶναι ὑπερβάλλουσα...)的提前预见和误写,或者是省略了部分内容的表达,意为‘惊愕似乎以惊异[为属],而[以超出为]种差’。
  3. §4.5#2τῷ οὕτως ἀποδιδόντι — 取决于非人称动词 συμβήσεται 的行为者(或利益相关者)与格,指明面对这一荒谬结论的论辩者(‘对于这样给出定义的人’)。
  4. §4.5#2τοῦ πάθους, οὗ ἐστὶ πάθος, ἐκεῖνο γένος φασὶν εἶναι — 关系代词 οὗ 的先行词是 τοῦ πάθους,受名词 πάθος 支配(‘它是其情状态的那种情状态’)。指示代词 ἐκεῖνο 指代承受情状态的主体,作为不定式 εἶναι 的主格(对格)主语,阐明了‘他们说承受情状态的事物是该情状态的属’这一结构复杂的句式。

引用这一段

亚里士多德, 论题篇 §4.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:4.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。