Humanitext Reader

亚里士多德 · 论题篇 §4.5#1

状态与现实活动的混淆及伴随能力的检验

第 37 段,共 94 段 · 希腊语

内容简介

亚里士多德指出将状态置于现实活动中、或将伴随的能力与关系视为属的错误,并论证种与属必须存在于灵魂的同一部分,且属不能仅在局部被分有。

§4.5#1Πάλιν εἰ τὴν ἕξιν εἰς τὴν ἐνέργειαν ἔθηκεν ἢ τὴν ἐνέργειαν εἰς τὴν ἕξιν, οἷον τὴν αἴσθησιν κίνησιν διὰ σώματος· ἡ μὲν γὰρ αἴσθησις ἕξις, ἡ δὲ κίνησις ἐνέργεια.
再次,要看是否有人将状态置于现实活动之中,或者将现实活动置于状态之中,例如,若将感觉称为“通过身体的运动”;因为感觉是一种状态,而运动是一种现实活动。
Ὁμοίως δὲ καὶ εἰ τὴν μνήμην ἕξιν καθεκτικὴν ὑπολήψεως εἶπεν· οὐδεμία γὰρ μνήμη ἕξις, ἀλλὰ μᾶλλον ἐνέργεια.
同样,若将记忆说成是“对看法的保持状态”也是如此;因为没有任何记忆是状态,而更是一种现实活动。
Διαμαρτάνουσι δὲ καὶ οἱ τὴν ἕξιν εἰς τὴν ἀκολουθοῦσαν δύναμιν τάττοντες, οἷον τὴν πραότητα ἐγκράτειαν ὀργῆς καὶ τὴν ἀνδρίαν καὶ τὴν δικαιοσύνην φόβων καὶ κερδῶν·
那些将状态归入伴随其后的能力之中的人也犯了错误,例如将温和称为“对愤怒的自制”,将勇敢和公正分别称为“对恐惧和利益的自制”。
ἀνδρεῖος μὲν γὰρ καὶ πρᾶος ὁ ἀπαθὴς λέγεται, ἐγκρατὴς δ᾿ ὁ πάσχων καὶ μὴ ἀγόμενος.
因为勇敢者和温和者被称为是无情念的,而自制者则是遭受情念折磨但不受其支配的人。
Ἴσως μὲν οὖν ἀκολουθεῖ δύναμις ἑκατέρῳ τοιαύτη, ὥστ᾿ εἰ πάθοι, μὴ ἄγεσθαι ἀλλὰ κρατεῖν· οὐ μὴν τοῦτό γ᾿ ἐστὶ τῷ μὲν ἀνδρείῳ τῷ δὲ πράῳ εἶναι, ἀλλὰ τὸ ὅλως μὴ πάσχειν ὑπὸ τῶν τοιούτων μηδέν.
也许,这样一种能力确实伴随着他们之中的每一方,以至于如果他遭受情念,他不会被支配而是去控制它;但这绝不是勇敢或温和的本质,而是完全不遭受任何此类情念。
Ἐνίοτε δὲ καὶ τὸ παρακολουθοῦν ὁπωσοῦν ὡς γένος τιθέασιν, οἷον τὴν λύπην τῆς ὀργῆς καὶ τὴν ὑπόληψιν τῆς πίστεως.
有时,人们也把以任何方式伴随的事物作为属,例如把痛苦作为愤怒的属,把看法作为确信的属。
Ἄμφω γὰρ τὰ εἰρημένα παρακολουθεῖ μὲν τρόπον τινὰ τοῖς ἀποδοθεῖσιν εἴδεσιν, οὐδέτερον δ᾿ αὐτῶν γένος ἐστίν· ὁ μὲν γὰρ ὀργιζόμενος λυπεῖται προτέρας ἐν αὐτῷ τῆς λύπης γενομένης· οὐ γὰρ ἡ ὀργὴ τῆς λύπης, ἀλλ᾿ ἡ λύπη τῆς ὀργῆς αἰτία, ὥσθ᾿ ἁπλῶς ἡ ὀργὴ οὐκ ἔστι λύπη.
因为上述两者在某种程度上都伴随着所给出的种,但它们都不是其属;因为愤怒的人感到痛苦,是因为痛苦首先在他里面产生;因为愤怒不是痛苦的原因,而是痛苦是愤怒的原因,所以愤怒绝不是痛苦。
Κατὰ ταῦτα δ᾿ οὐδ᾿ ἡ πίστις ὑπόληψις· ἐνδέχεται γὰρ τὴν αὐτὴν ὑπόληψιν καὶ μὴ πιστεύοντα ἔχειν.
照此看来,确信也不是看法;因为即使是不确信的人,也可能持有相同的看法。
Οὐκ ἐνδέχεται δ᾿, εἴπερ εἶδος ἡ πίστις ὑπολήψεως· οὐ γὰρ ἐνδέχεται τὸ αὐτὸ ἔτι διαμένειν, ἄνπερ ἐκ τοῦ εἴδους ὅλως μεταβάλῃ, καθάπερ οὐδὲ τὸ αὐτὸ ζῷον ὁτὲ μὲν ἄνθρωπον εἶναι ὁτὲ δὲ μή.
但如果确信是看法的种,这就绝不可能;因为如果一个事物完全改变并脱离了它的种,它就不可能继续保持其同一性,正如同一只动物不可能有时是人,有时又不是人一样。
Ἂν δέ τις φῇ ἐξ ἀνάγκης τὸν ὑπολαμβάνοντα καὶ πιστεύειν, ἐπ᾿ ἴσον ἡ ὑπόληψις καὶ ἡ πίστις ῥηθήσεται, ὥστ᾿ οὐδ᾿ ἂν οὕτως εἴη γένος· ἐπὶ πλέον γὰρ δεῖ λέγεσθαι τὸ γένος.
但是,如果有人说持有看法的人必然也确信,那么看法和确信就将在同等范围上被说出,从而即便如此它也不会是属;因为属必须在更广的范围上被说出。
Ὁρᾶν δὲ καὶ εἰ ἔν τινι τῷ αὐτῷ πέφυκεν ἄμφω γίνεσθαι· ἐν ᾧ γὰρ τὸ εἶδος, καὶ τὸ γένος, οἷον ἐν ᾧ τὸ λευκόν, καὶ τὸ χρῶμα, καὶ ἐν ᾧ γραμματική, καὶ ἐπιστήμη.
还要看两者是否自然地在某个相同的事物中产生;因为种所在的地方,属也在那里,例如白色所在的地方,颜色也在那里,语法所在的地方,知识也在那里。
Ἐὰν οὖν τις τὴν αἰσχύνην φόβον εἴπῃ ἢ τὴν ὀργὴν λύπην, οὐ συμβήσεται ἐν τῷ αὐτῷ τὸ εἶδος καὶ τὸ γένος ὑπάρχειν· ἡ μὲν γὰρ αἰσχύνη ἐν τῷ λογιστικῷ, ὁ δὲ φόβος ἐν τῷ θυμοειδεῖ, καὶ ἡ μὲν λύπη ἐν τῷ ἐπιθυμητικῷ (ἐν τούτῳ γὰρ καὶ ἡ ἡδονή), ἡ δὲ ὀργὴ ἐν τῷ θυμοειδεῖ, ὥστ᾿ οὐ γένη τὰ ἀποδοθέντα, ἐπειδὴ οὐκ ἐν τῷ αὐτῷ τοῖς εἴδεσι πέφυκε γίνεσθαι.
因此,如果有人说羞耻是恐惧,或者愤怒是痛苦,那么种和属就不会存在于相同的事物之中;因为羞耻在理知部分,而恐惧在激情部分,痛苦在欲望部分(因为快乐也在此部分中),而愤怒在激情部分。 因此,所给出的事物不是属,因为它们自然地不会与种在相同的地方产生。
Ὁμοίως δὲ καὶ εἰ ἡ φιλία ἐν τῷ ἐπιθυμητικῷ, οὐκ ἂν εἴη βούλησίς τις· πᾶσα γὰρ βούλησις ἐν τῷ λογιστικῷ.
同样,如果友爱存在于欲望部分,它就不会是某种意志;因为所有的意志都在理知部分。
Χρήσιμος δ᾿ ὁ τόπος καὶ πρὸς τὸ συμβεβηκός· ἐν τῷ αὐτῷ γὰρ τὸ συμβεβηκὸς καὶ ᾧ συμβέβηκεν, ὥστ᾿ ἂν μὴ ἐν τῷ αὐτῷ φαίνηται, δῆλον ὅτι οὐ συμβέβηκεν.
这一论点对于偶性也是有用的;因为偶性与它所附着的事物在同一地方,所以如果它们看起来不在同一地方,显而易见它就不是偶性。
Πάλιν εἰ κατά τι τὸ εἶδος τοῦ εἰρημένου γένους μετέχει· οὐ δοκεῖ γὰρ κατά τι μετέχεσθαι τὸ γένος· οὐ γάρ ἐστιν ὁ ἄνθρωπος κατά τι ζῷον, οὐδ᾿ ἡ γραμματικὴ κατά τι ἐπιστήμη·
再次,要看种是否在某个部分上分有了所说的属;因为属似乎不能在某个部分上被分有;因为人人并不是在某个部分上是动物,语法也不是在某个部分上是知识。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
在其他情况下也是如此。
Σκοπεῖν οὖν εἰ ἐπί τινων κατά τι μετέχεται τὸ γένος, οἷον εἰ τὸ ζῷον ὅπερ αἰσθητὸν ἢ ὁρατὸν εἴρηται.
因此,必须考察是否在某些情况下,属在某个部分上被分有,例如,如果动物被称为“可知觉的”或“可见的”。
Κατά τι γὰρ αἰσθητὸν ἢ ὁρατὸν τὸ ζῷον· κατὰ τὸ σῶμα γὰρ αἰσθητὸν καὶ ὁρατόν, κατὰ δὲ τὴν ψυχὴν οὔ, ὥστ᾿ οὐκ ἂν εἴη γένος τὸ ὁρατὸν καὶ τὸ αἰσθητὸν τοῦ ζῴου.
因为动物是在某个部分上可知觉或可见的;因为就其身体而言它是可知觉和可见的,但就其灵魂而言则不然,所以可见者和可知觉者不会是动物的属。
Λανθάνουσι δ᾿ ἐνίοτε καὶ τὸ ὅλον εἰς τὸ μέρος τιθέντες, οἷον τὸ ζῷον σῶμα ἔμψυχον.
有时,人们甚至会犯下将整体置于部分之中的错误,例如说动物是“有灵魂的身体”。
Οὐδαμῶς δὲ τὸ μέρος τοῦ ὅλου κατηγορεῖται, ὥστ᾿ οὐκ ἂν εἴη τὸ σῶμα γένος τοῦ ζῴου, ἐπειδὴ μέρος ἐστίν.
但部分绝不能用来陈述整体,因此,既然身体是部分,它就不会是动物的属。

词汇与语法注释

  1. p.323ἀνδρεῖος μὲν γὰρ καὶ πρᾶος ὁ ἀπαθὴς λέγεται — 主语是 'ὁ ἀπαθὴς'(无情念者、不受影响者),而 'ἀνδρεῖος' 和 'πρᾶος' 是表语(谓语形容词)。连词 'γάρ' 引导原因解释。
  2. p.323ὥστ᾿ εἰ πάθοι, μὴ ἄγεσθαι ἀλλὰ κρατεῖν — 在由 'ὥστε' 引导的连续不定式结构('ἄγεσθαι' 和 'κρατεῖν')中嵌入了一个条件选择语气从句 'εἰ πάθοι'。不定式的主谓逻辑主语是主句中的 'ἑκατέρῳ'(两者中的每一个,即勇敢者和温厚者)。
  3. p.323οὐδ᾿ ἡ πίστις ὑπόληψις· ἐνδέχεται γὰρ τὴν αὐτὴν ὑπόληψιν καὶ μὴ πιστεύοντα ἔχειν — 在前一个分句中省略了系动词 'ἐστί'。在后一个分句中,不定式 'ἔχειν' 的逻辑主语是分词 'μὴ πιστεύοντα'(不确信的人),而 'τὴν αὐτὴν ὑπόληψιν'(相同的看法)则是其直接宾语。
  4. p.324ἐπειδὴ οὐκ ἐν τῷ αὐτῷ τοῖς εἴδεσι πέφυκε γίνεσθαι — 与格的 'τοῖς εἴδεσι' 取决于表示同一性的 'τῷ αὐτῷ'(与种相同)。整句意为“因为它们(被给出的属)本质上不会与种在相同的地方产生”。

引用这一段

亚里士多德, 论题篇 §4.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:4.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。