Humanitext Reader

亚里士多德 · 论题篇 §4.4#2

通过格变化对应与换位对称检验属种关系

第 36 段,共 94 段 · 希腊语

内容简介

探讨了检验属和种之间关系的论题,重点考察格变化的对应、换位的对称性、相关对象的数量一致性、相反者的关系以及关系者在其相关物中的内在性。

§4.4#2Πάλιν εἰ ὡσαύτως λέγεται τὸ γένος καὶ τὸ εἶδος κατὰ τὰς πτώσεις, οἷον εἰ τινὶ ἢ τινὸς ἢ ὁσαχῶς ἄλλως.
再次,要看属和种在格上是否以同样的方式被说出,例如是针对某物,还是属于某物,或者是以其他任何方式。
Ὡς γὰρ τὸ εἶδος, καὶ τὸ γένος, καθάπερ ἐπὶ τοῦ διπλασίου καὶ τῶν ἐπάνω· τινὸς γὰρ καὶ τὸ διπλάσιον καὶ τὸ πολλαπλάσιον.
因为,正如种被说出那样,属也必须同样被说出,正如在双倍和更上位属的情况中那样;因为双倍和多倍都被说成是属于某物的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐπιστήμης· τινὸς γὰρ καὶ αὐτὴ καὶ τὰ γένη, οἷον ἥ τε διάθεσις καὶ ἡ ἕξις.
同样在知识的情况中也是如此;因为知识自身及其属都被说成是属于某物的,例如状态配置和状态。
Ἔνστασις ὅτι ἐνιαχοῦ οὐχ οὕτως· τὸ μὲν γὰρ διάφορον καὶ τὸ ἐναντίον τινί, τὸ δ᾿ ἕτερον, γένος ὂν τούτων, οὐ τινὶ ἀλλὰ τινός· ἕτερον γάρ τινος λέγεται.
一个异议是:在某些情况下并非如此;因为虽然异质和相反是针对某物的,但作为它们之属的“不同”却不是针对某物,而是属于某物的;因为“不同”被称为属于某物的不同。
Πάλιν εἰ ὁμοίως τὰ πρός τι κατὰ τὰς πτώσεις λεγόμενα μὴ ὁμοίως ἀντιστρέφει, καθάπερ ἐπὶ τοῦ διπλασίου καὶ τοῦ πολλαπλασίου.
再次,要看在格上以相同方式被说出的关系者,是否不以相同方式进行换位,正如在双倍和多倍的情况中那样。
Ἑκάτερον γὰρ τούτων τινὸς καὶ αὐτὸ καὶ κατὰ τὴν ἀντιστροφὴν λέγεται· τινὸς γὰρ καὶ τὸ ἥμισυ καὶ τὸ πολλοστημόριον.
因为这两者在就其自身而言和在换位中,都被说成是属于某物的;因为半倍和分数都被说成是属于某物的。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς ἐπιστήμης καὶ τῆς ὑπολήψεως· αὗται γάρ τινος, καὶ ἀντιστρέφει ὁμοίως· τό τε ἐπιστητὸν καὶ τὸ ὑποληπτὸν τινί.
同样在知识和看法的情况中也是如此;因为这些都被说成是属于某物的,且其换位也相似:可知者和可看法者都是针对某物的。
Εἰ οὖν ἐπί τινων μὴ ὁμοίως ἀντιστρέφει, δῆλον ὅτι οὐ γένος θάτερον θατέρου.
因此,如果有些在换位上不相同,显而易见一者不是另一者的属。
Πάλιν εἰ μὴ πρὸς ἴσα τὸ εἶδος καὶ τὸ γένος λέγεται· ὁμοίως γὰρ καὶ ἰσαχῶς ἑκάτερον δοκεῖ λέγεσθαι, καθάπερ ἐπὶ τῆς δωρεας καὶ τῆς δόσεως.
再次,要看种和属是否不针对同等数量的对象而被说出;因为每一方似乎都以同样的方式和同等数量的方式被说出,正如在赠品和给子的情况中那样。
Ἥ τε γὰρ δωρεὰ τινὸς ἢ τινὶ λέγεται, καὶ ἡ δόσις τινὸς καὶ τινί.
因为赠品被说成是属于某物或给子某人的,而给子也被说成是属于某物和给子某人的。
Ἔστι δὲ ἡ δόσις γένος τῆς δωρεᾶς· ἡ γὰρ δωρεὰ δόσις ἐστὶν ἀναπόδοτος.
给子是赠品的属;因为赠品是无回报的给子。
Ἐπ᾿ ἐνίων δ᾿ οὐ συμβαίνει πρὸς ἴσα λέγεσθαι· τὸ μὲν γὰρ διπλάσιον τινὸς διπλάσιον, τὸ δ᾿ ὑπερέχον καὶ τὸ μεῖζον τινὸς καὶ τινί· πᾶν γὰρ τὸ ὑπερέχον καὶ τὸ μεῖζον τινὶ ὑπερέχει καὶ τινὸς ὑπερέχει.
但在某些情况下,并不针对同等数量的对象被说出;因为双倍是属于某物的双倍,但超出者和更大者则被说成是属于某物和由于某物的;因为所有超出或更大者,都是由于某物而超出且超出某物的。
Ὥστ᾿ οὐ γένη τὰ εἰρημένα τοῦ διπλασίου, ἐπειδὴ οὐ πρὸς ἴσα τῷ εἴδει λέγεται.
因此,上述事物并不是双倍的属,因为它们没有像种那样针对同等数量的对象而被说出。
Ἢ οὐ καθόλου ἀληθὲς τὸ πρὸς ἴσα τὸ εἶδος καὶ τὸ γένος λέγεσθαι.
或者,种和属针对同等数量的对象而被说出这一说法并非普遍为真?
Ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον γένος, οἷον εἰ τοῦ διπλασίου τὸ πολλαπλάσιον καὶ τοῦ ἡμίσεος τὸ πολλοστημόριον· δεῖ γὰρ τὸ ἀντικείμενον τοῦ ἀντικειμένου γένος εἶναι.
还要看相反者的相反者是否为属,例如,如果多倍是双倍的属,那么分数是否也是半倍的属;因为相反者的相反者必须是属。
Εἰ οὖν τις θείη τὴν ἐπιστήμην ὅπερ αἴσθησιν, δεήσει καὶ τὸ ἐπιστητὸν ὅπερ αἰσθητὸν εἶναι.
因此,如果有人认为知识就是感觉,那么可知者也必须是可感者。
Οὐκ ἔστι δέ· οὐ γὰρ πᾶν τὸ ἐπιστητὸν αἰσθητόν· καὶ γὰρ τῶν νοητῶν ἔνια ἐπιστητά.
但事实并非如此;因为并非所有可知者都是可感者;因为在理智所及的事物中,有些是可知的。
Ὥστ᾿ οὐ γένος τὸ αἰσθητὸν τοῦ ἐπιστητοῦ.
因此,可感者不是可知者的属。
Εἰ δὲ τοῦτο μή, οὐδ᾿ αἴσθησις ἐπιστήμης.
如果这不是属,那么感觉也不是知识的属。
Ἐπεὶ δὲ τῶν πρός τι λεγομένων τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περὶ ἐκεῖνά ἐστι πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον ἡ διάθεσις καὶ ἡ ἕξις καὶ ἡ συμμετρία (ἐν ἄλλῳ γὰρ οὐδενὶ δυνατὸν ὑπάρχειν. τὰ εἰρημένα ἢ ἐν ἐκείνοις πρὸς ἃ λέγεται), τὰ δ᾿ οὐκ ἀνάγκη μὲν ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε λέγεται, ἐνδέχεται δέ (οἷον εἰ ἐπιστητὸν ἡ ψυχή· οὐδὲν γὰρ κωλύει τὴν αὑτῆς ἐπιστήμην ἔχειν τὴν ψυχήν, οὐκ ἀναγκαῖον δέ· δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην), τὰ δ᾿ ἁπλῶς οὐκ ἐνδέχεται ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ οὐδὲ τὴν ἐπιστήμην ἐν τῷ ἐπιστητῷ, ἐὰν μὴ τυγχάνῃ τὸ ἐπιστητὸν ψυχὴ ἢ ἄνθρωπος ὄν, σκοπεῖν οὖν χρὴ ἐάν τις εἰς γένος θῇ τὸ τοιοῦτον εἰς τὸ μὴ τοιοῦτον, οἷον εἰ τὴν μνήμην μονὴν ἐπιστήμης εἶπεν.
由于在关系者中,有些必然存在于它们被说成与其相关的那些事物之中或周围,例如状态配置、状态和对称(因为上述事物除了存在于它们被说成与其相关的那些事物之中以外,不可能存在于任何其他事物之中);有些虽然不必然存在于它们被说成与其相关的那些事物之中,但却有可能存在(例如,如果灵魂是可知者;因为没有什么阻碍灵魂拥有其自身的知识,但这不是必然的,因为同样的知识也可能存在于其他事物之中);而另一些则绝不可能存在于它们被说成与其相关的那些事物之中,例如相反者不存在于相反者之中,知识也不存在于可知者之中(除非可知者碰巧是灵魂或人)。 因此,如果有人把前一类事物放在后一类事物作为其属之中,就必须予以考察,例如把记忆说成是“知识的保持”。
Πᾶσα γὰρ μονὴ ἐν τῷ μένοντι καὶ περὶ ἐκεῖνο, ὥστε καὶ ἡ τῆς ἐπιστήμης μονὴ ἐν τῇ ἐπιστήμῃ.
因为所有的保持都在保持者之中且在其周围,从而知识的保持也存在于知识之中。
Ἡ μνήμη ἄρα ἐν τῇ ἐπιστήμῃ, ἐπειδὴ μονὴ τῆς ἐπιστήμης ἐστίν· τοῦτο δ᾿ οὐκ ἐνδέχεται· μνήμη γὰρ πᾶσα ἐν ψυχῇ.
因此,记忆存在于知识之中,既然它是知识的保持;但这绝不可能,因为所有的记忆都在灵魂之中。
Ἔστι δ᾿ ὁ εἰρημένος τόπος καὶ πρὸς τὸ συμβεβηκὸς κοινός· οὐδὲν γὰρ διαφέρει τῆς μνήμης γένος τὴν μονὴν εἰπεῖν ἢ συμβεβηκέναι φάσκειν αὐτῇ τοῦτο· εἰ γὰρ ὁπωσοῦν ἐστὶν ἡ μνήμη μονὴ ἐπιστήμης, ὁ αὐτὸς ἁρμόσει περὶ αὐτῆς λόγος.
而且,上述论点对于偶性也是通用的;因为说保持是记忆的属,还是断言这是记忆的偶性,并没有任何区别;因为如果记忆在任何意义上是知识的保持,同样的论证都将适用于它。

词汇与语法注释

  1. §4.4#2κατὰ τὰς πτώσεις — 这里的“格”(πτῶσις)不仅指语法上的名词格变化(与格、属格等),还指关系概念要求何种格的补足语(例如 τινί “针对某物” [与格]、τινός “属于某物” [属格])这一句法关联方式。
  2. ¦p.321¦τὸ μὲν γὰρ διάφορον καὶ τὸ ἐναντίον τινί — 谓语的省略。此处与后半部分“不同”(ἕτερον)的句法 `ἕτερον γάρ τινος λέγεται` 相对照,表明“异质”(διάφορον)和“相反”(ἐναντίον)要求与格(τινί),而“不同”(ἕτερον)则要求属格(τινός)。
  3. ¦p.321¦πρὸς ἴσα — 意为“针对同等数量的对象”。指关系概念所要求的关联对象(参数/配价)数量相等。例如,“双倍”仅有一个关联项(属格“属于某物”),而“超出者”则需要两个关联项(属格“超出某物”和与格“由于某物”),因此被称为并非针对同等数量的对象而被说出。
  4. ¦p.322¦τῶν νοητῶν — 部分属格。表示“在理智所及的事物(νοητά)中,有些是可知的(ἐπιστητά)”。由于不仅感觉的对象(αἰσθητά)可以成为知识(ἐπιστήμη)的对象,纯粹被思考的对象中也有可以被知晓的,因此“可感者”不能作为“可知者”的属。

引用这一段

亚里士多德, 论题篇 §4.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:4.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。