Humanitext Reader

亚里士多德 · 论题篇 §4.4#1

基于类似关系与生成消灭考察属的判定

第 35 段,共 94 段 · 希腊语

内容简介

阐述了基于关系者、匮乏、否定以及关系的对应方向来考察属与种之恰当给出的各种论题。

§4.4#1Πάλιν ἐπὶ τῶν ὁμοίως ἐχόντων πρὸς ἄλληλα, οἷον τὸ ἡδὺ ὁμοίως ἔχει πρὸς τὴν ἡδονὴν καὶ τὸ ὠφέλιμον πρὸς τἀγαθόν· ἑκάτερον γὰρ ἑκατέρου ποιητικόν.
再次,关于彼此具有相似关系的事物,例如,令人愉悦的事物之于愉悦,正如合乎实用的事物之于善;因为每一方都是另一方的产生者。
Εἰ οὖν ἐστὶν ἡ ἡδονὴ ὅπερ ἀγαθόν, καὶ τὸ ἡδὺ ὅπερ ὠφέλιμον ἔσται· δῆλον γὰρ ὅτι ἀγαθοῦ ἂν εἴη ποιητικόν, ἐπειδὴ ἡ ἡδονὴ ἀγαθόν.
因此,如果愉悦就是善,那么令人愉悦的事物也将是合乎实用的事物;因为显然它将是善的产生者,既然愉悦是善。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν γενέσεων καὶ φθορῶν, οἷον εἰ τὸ οἰκοδομεῖν ἐνεργεῖν, τὸ ᾠκοδομηκέναι ἐνηργηκέναι, καὶ εἰ τὸ μανθάνειν ἀναμιμνήσκεσθαι, καὶ τὸ μεμαθηκέναι ἀναμεμνῆσθαι, καὶ εἰ τὸ διαλύεσθαι φθείρεσθαι, τὸ διαλελύσθαι ἐφθάρθαι καὶ ἡ διάλυσις φθορά τις.
同样,在产生与消灭的情况中也是如此,例如,如果建造是活动,那么已建造完就是已活动完;如果学习是回忆,那么已学完就是已回忆完;如果被分解是消灭,那么已被分解就是已被消灭,且分解是一种消灭。
Καὶ ἐπὶ τῶν γενητικῶν δὲ καὶ φθαρτικῶν ὡσαύτως, καὶ ἐπὶ τῶν δυνάμεων καὶ χρήσεων, καὶ ὅλως καθ᾿ ὁποιανοῦν ὁμοιότητα καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι σκεπτέον, καθάπερ ἐπὶ τῆς γενέσεως καὶ φθορᾶς ἐλέγομεν.
在产生性的事物和消灭性的事物上也是如此,在能力和使用上也是如此,并且对于任何一种相似性,无论是反驳者还是确立者都必须进行考察,正如我们在产生与消灭的情况中所说的那样。
Εἰ γὰρ τὸ φθαρτικὸν διαλυτικόν, καὶ τὸ φθείρεσθαι διαλύεσθαι· καὶ εἰ τὸ γενητικὸν ποιητικόν, τὸ γίνεσθαι ποιεῖσθαι καὶ ἡ γένεσις ποίησις.
因为,如果消灭性的事物是分解性的事物,那么被消灭也就是被分解;如果产生性的事物是制作性的事物,那么产生也就是被制作,且产生是一种制作。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν δυνάμεων καὶ χρήσεων· εἰ γὰρ ἡ δύναμις διάθεσις, καὶ τὸ δύνασθαι διακεῖσθαι, καὶ εἴ τινος ἡ χρῆσις ἐνέργεια, τὸ χρῆσθαι ἐνεργεῖν καὶ τὸ κεχρῆσθαι ἐνηργηκέναι.
同样,在能力和使用上也是如此;因为如果能力是一种状态配置,那么有能力也就是处于某种状态;如果某物的使用是一种活动,那么使用也就是活动,而已使用过就是已活动过。
Ἂν δὲ στέρησις ᾖ τὸ ἀντικείμενον τῷ εἴδει, διχῶς ἔστιν ἀνελεῖν, πρῶτον μὲν εἰ ἐν τῷ ἀποδοθέντι γένει τὸ ἀντικείμενον· ἢ γὰρ ἁπλῶς ἐν οὐδενὶ γένει τῷ αὐτῷ ἡ στέρησις, ἢ οὐκ ἐν τῷ ἐσχάτῳ, οἷον εἰ ἡ ὄψις ἐν ἐσχάτῳ γένει τῇ αἰσθήσει, ἡ τυφλότης οὐκ ἔσται αἴσθησις.
但是,如果与种相反的是一种匮乏,则可以用两种方式进行反驳:第一,看相反者是否在给出的属中;因为匮乏要么根本不在任何相同的属中,要么不在最直接的属中,例如,如果视觉在作为最直接属的感觉中,失明就不会是感觉。
Δεύτερον δ᾿ εἰ καὶ τῷ γένει καὶ τῷ εἴδει ἀντίκειται στέρησις, μή ἐστι δὲ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ, οὐδ᾿ ἂν τὸ ἀποδοθὲν ἐν τῷ ἀποδοθέντι εἴη.
第二,如果匮乏既与属相反又与种相反,而种的相反者不在属的相反者之中,那么所给出的种也就不会在所给出的属之中。
Ἀναιροῦντι μὲν οὖν καθάπερ εἴρηται χρηστέον, κατασκευάζοντι δὲ μοναχῶς· εἰ γὰρ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ, καὶ τὸ προκείμενον ἐν τῷ προκειμένῳ ἂν εἴη, οἷον εἰ ἡ τυφλότης ἀναισθησία τις, ἡ ὄψις αἴσθησίς τις.
因此,反驳者应当如前所述那样使用,而确立者则仅能以一种方式使用:因为如果相反者在相反者之中,那么所讨论的种也将在所讨论的属之中;例如,如果失明是一种无感觉,那么视觉就是一种感觉。
Πάλιν ἐπὶ τῶν ἀποφάσεων σκοπεῖν ἀνάπαλιν, καθάπερ ἐπὶ τοῦ συμβεβηκότος ἐλέγετο, οἷον εἰ τὸ ἡδὺ ὅπερ ἀγαθόν, τὸ μὴ ἀγαθὸν οὐχ ἡδύ.
再次,关于否定,必须像在偶性情况中所说的那样,以相反的顺序进行考察;例如,如果令人愉悦的事物就是善,那么非善的事物就不是令人愉悦的。
Εἰ γὰρ μὴ οὕτως ἔχοι, εἴη ἄν τι καὶ οὐκ ἀγαθὸν ἡδύ.
因为如果不是这样,就会有某种非善的事物也是令人愉悦的。
Ἀδύνατον δέ, εἴπερ τὸ ἀγαθὸν γένος τοῦ ἡδέος, εἶναί τι μὴ ἀγαθὸν ἡδύ· ὧν γὰρ τὸ γένος μὴ κατηγορεῖται, οὐδὲ τῶν εἰδῶν οὐδέν.
但如果善确实是令人愉悦事物的属,那么某种非善的事物是令人愉悦的则是不可能的;因为对于属不能用作陈述的事物,种也都不能用作陈述。
Καὶ κατασκευάζοντι δὲ ὡσαύτως σκεπτέον· εἰ γὰρ τὸ μὴ ἀγαθὸν οὐχ ἡδύ, τὸ ἡδὺ ἀγαθόν, ὥστε γένος τὸ ἀγαθὸν τοῦ ἡδέος.
对于确立者也必须同样进行考察;因为如果非善的事物不是令人愉悦的,那么令人愉悦的事物就是善,从而善是令人愉悦事物的属。
Ἐὰν δ᾿ ᾖ πρός τι τὸ εἶδος, σκοπεῖν εἰ καὶ τὸ γένος πρός τι· εἰ γὰρ τὸ εἶδος τῶν πρός τι, καὶ τὸ γένος, καθάπερ ἐπὶ τοῦ διπλασίου καὶ πολλαπλασίου· ἑκάτερον γὰρ τῶν πρός τι.
如果种是关系者,要看属是否也是关系者;因为如果种是关系者之一,属也是,正如在双倍和多倍的情况中那样;因为每一方都是关系者。
Εἰ δὲ τὸ γένος τῶν πρός τι, οὐκ ἀνάγκη καὶ τὸ εἶδος· ἡ μὲν γὰρ ἐπιστήμη τῶν πρός τι, ἡ δὲ γραμματικὴ οὔ.
但如果属是关系者,种不必然也是;因为知识是关系者,而语法则不是。
Ἢ οὐδὲ τὸ πρότερον ῥηθὲν ἀληθὲς ἂν δόξειεν· ἡ γὰρ ἀρετὴ ὅπερ καλὸν καὶ ὅπερ ἀγαθόν, καὶ ἡ μὲν ἀρετὴ τῶν πρός τι, τὸ δ᾿ ἀγαθὸν καὶ τὸ καλὸν οὐ τῶν πρός τι ἀλλὰ ποιά.
或者,甚至前面所说的那个也可能不被认为是真实的;因为美德就是美和善,美德是关系者,而善和美则不是关系者,而是性质。
Πάλιν εἰ μὴ πρὸς ταὐτὸ λέγεται τὸ εἶδος καθ᾿ αὑτό τε καὶ κατὰ τὸ γένος, οἷον εἰ τὸ διπλάσιον ἡμίσεος λέγεται διπλάσιον, καὶ τὸ πολλαπλάσιον ἡμίσεος δεῖ λέγεσθαι.
再次,如果种在就其自身而言和就其属而言时,指称的不是同一个对象;例如,如果双倍被说成是半倍的双倍,那么多倍也必须被说成是半倍的多倍。
Εἰ δὲ μή, οὐκ ἂν εἴη τὸ πολλαπλάσιον γένος τοῦ διπλασίου.
如果不是这样,多倍就不会是双倍的属。
Ἔτι εἰ μὴ πρὸς ταὐτὸ κατά τε τὸ γένος λέγεται καὶ κατὰ πάντα τὰ τοῦ γένους γένη.
此外,如果不仅就属而言,而且就属的所有属而言,指称的不是同一个对象。
Εἰ γὰρ τὸ διπλάσιον ἡμίσεος πολλαπλάσιόν ἐστι, καὶ τὸ ὑπερέχον ἡμίσεος ῥηθήσεται, καὶ ἁπλῶς κατὰ πάντα τὰ ἐπάνω γένη πρὸς τὸ ἥμισυ ῥηθήσεται.
因为,如果半倍的双倍是多倍,那么它也将被称为超出半倍者,并且,简单地说,对于所有更上位的属,它都将针对半倍而被说出。
Ἔνστασις ὅτι οὐκ ἀνάγκη καθ᾿ αὑτὸ καὶ κατὰ τὸ γένος πρὸς ταὐτὸ λέγεσθαι· ἡ γὰρ ἐπιστήμη ἐπιστητοῦ λέγεται, ἕξις δὲ καὶ διάθεσις οὐκ ἐπιστητοῦ ἀλλὰ ψυχῆς.
对此的一个异议是:并非必须在就其自身而言和就其属而言时指称同一个对象;因为知识被称为可知事物的知识,而状态和状态配置则不被称为可知事物的,而是被称为灵魂的。

词汇与语法注释

  1. §4.4#1τὸ ἡδὺ ὁμοίως ἔχει πρὸς τὴν ἡδονὴν καὶ τὸ ὠφέλιμον πρὸς τἀγαθόν — 在主语和其对象之间的对应关系中,“ὁμοίως ἔχει”表明一对事物(“ἡδύ”和“ἡδονή”)之间的关系等同于另一对事物(“ὠφέλιμον”和“ἀγαθόν”)之间的关系。随后的解释性从句“ἑκάτερον γὰρ ἑκατέρου ποιητικόν”明确了这种关系是因果或产生性的关系。
  2. §4.4#1ἀναιροῦντι μὲν οὖν καθάπερ εἴρηται χρηστέον, κατασκευάζοντι δὲ μοναχῶς — 在关于匮乏(“στέρησις”)的讨论中,此句对比了用于反驳(“ἀναιροῦντι”)的两种方法(“διχῶς”)与用于确立(“κατασκευάζοντι”)的唯一一种方法(“μοναχῶς”),后者依赖于“如果相反者在相反者之中,则所讨论的种也在所讨论的属之中”的推论。
  3. §4.4#1ἢ οὐδὲ τὸ πρότερον ῥηθὲν ἀληθὲς ἂν δόξειεν — 连词“ἤ”对前述的“如果种是关系者,则属也必须是关系者”这一原则引入了反驳或限制。通过提供美德(关系者)是美与善(非关系者,而是性质)的种这一反例,表明该原则本身可能并非普遍为真(使用了潜能希求法“ἄν δόξειεν”)。

引用这一段

亚里士多德, 论题篇 §4.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:4.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。