§4.3Σκοπεῖν δὲ καὶ εἰ τὸ ἐν τῷ γένει κείμενον μετέχει τινὸς ἐναντίου τῷ γένει ἢ εἰ ἐνδέχεται μετέχειν· τὸ γὰρ αὐτὸ τῶν ἐναντίων ἅμα μεθέξει, ἐπειδὴ τὸ μὲν γένος οὐδέποτ᾿ ἀπολείπει, μετέχει δὲ καὶ τοὐναντίου ἢ ἐνδέχεται μετέχειν.
还要看置于属之中的事物是否分有与该属相反的某种事物,或者是否可能分有;因为同一事物将同时分有相反者,既然属永远不会离开它,而它也分有或可能分有相反者。
Ἔτι εἴ τινος κοινωνεῖ τὸ εἶδος, ὃ ἀδύνατον ὅλως ὑπάρχειν τοῖς ὑπὸ τὸ γένος.
此外,如果种共有了某种事物,而这种事物是完全不可能属于该属之下的事物的。
Οἷον εἰ ἡ ψυχὴ τῆς ζωῆς κοινωνεῖ, τῶν δ᾿ ἀριθμῶν μηδένα δυνατὸν ζῆν, οὐκ ἂν εἴη εἶδος ἀριθμοῦ ἡ ψυχή.
例如,如果灵魂共有生命,而任何数量都不可能活着,那么灵魂就不会是数的种。
Σκεπτέον δὲ καὶ εἰ ὁμώνυμον τὸ εἶδος τῷ γένει, στοιχείοις χρώμενον τοῖς εἰρημένοις πρὸς τὸ ὁμώνυμον· συνώνυμον γὰρ τὸ γένος καὶ τὸ εἶδος.
还要考察种是否与属同名异义,要使用前面针对同名异义所说的那些要素;因为属和种是同名同义的。
Ἐπεὶ δὲ παντὸς γένους εἴδη πλείω, σκοπεῖν εἰ μὴ ἐνδέχεται ἕτερον εἶδος εἶναι τοῦ εἰρημένου γένους· εἰ γὰρ μή ἐστι, δῆλον ὅτι οὐκ ἂν εἴη ὅλως γένος τὸ εἰρημένον.
既然每个属都有多个种,就要看是否不可能存在所说之属的另一个种;因为如果没有,显然所说的这个就根本不是属。
Σκοπεῖν δὲ καὶ εἰ τὸ μεταφορᾷ λεγόμενον ὡς γένος ἀποδέδωκεν, οἷον τὴν σωφροσύνην συμφωνίαν·
还要看他是否把以比喻方式说出的事物作为属给出,例如把“节制”作为“和谐”。
πᾶν γὰρ γένος κυρίως κατὰ τῶν εἰδῶν κατηγορεῖται, ἡ δὲ συμφωνία κατὰ τῆς σωφροσύνης οὐ κυρίως ἀλλὰ μεταφορᾷ· πᾶσα γὰρ συμφωνία ἐν φθόγγοις.
因为所有的属都是在本来意义上用来叙述其种的,而“和谐”用来叙述“节制”则不是在本来意义上,而是通过比喻;因为所有的和谐都存在于声音中。
Ἔτι ἂν ᾖ ἐναντίον τι τῷ εἴδει, σκοπεῖν.
此外,如果种有某种相反者,要予以考察。
Ἔστι δὲ πλεοναχῶς ἡ σκέψις, πρῶτον μὲν εἰ ἐν τῷ αὐτῷ γένει καὶ τὸ ἐναντίον, μὴ ὄντος ἐναντίου τῷ γένει· δεῖ γὰρ τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει εἶναι, ἂν μηδὲν ἐναντίον τῷ γένει ᾖ.
这种考察有多种方式:第一,在属没有相反者的情况下,种的相反者是否也在同一个属中;因为如果该属没有任何相反者,相反者就必须在同一个属中。
Ὄντος δ᾿ ἐναντίου τῷ γένει, σκοπεῖν εἰ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ· ἀνάγκη γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ εἶναι, ἄνπερ ᾖ ἐναντίον τι τῷ γένει.
而如果属有相反者,就要看种的相反者是否在属的相反者中;因为如果属确有某种相反者,种的相反者就必然在属的相反者之中。
Φανερὸν δὲ τούτων ἕκαστον διὰ τῆς ἐπαγωγῆς.
这些情况中的每一个通过归纳都是显而易见的。
Πάλιν εἰ ὅλως ἐν μηδενὶ γένει τὸ τῷ εἴδει ἐναντίον, ἀλλ᾿ αὐτὸ γένος, οἷον τἀγαθόν· εἰ γὰρ τοῦτο μὴ ἐν γένει, οὐδὲ τὸ ἐναντίον τούτου ἐν γένει ἔσται, ἀλλ᾿ αὐτὸ γένος, καθάπερ ἐπὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ συμβαίνει· οὐδέτερον γὰρ τούτων ἐν γένει, ἀλλ᾿ ἑκάτερον αὐτῶν γένος.
或者,如果种的相反者根本不在任何属中,而是其自身就是一个属,例如“善”;因为如果这个不在属中,它的相反者也不会在属中,而其自身将是一个属,正如在善与恶的情况中发生的那样;因为它们两个都不在任何属中,而是它们各自都是一个属。
Ἔτι εἰ ἐναντίον τινὶ καὶ τὸ γένος καὶ τὸ εἶδος, καὶ τῶν μὲν ἔστι τι μεταξύ, τῶν δὲ μή.
此外,如果属和种都与某物相反,而其中一个之间有中间物,另一个之间却没有。
Εἰ γὰρ τῶν γενῶν ἔστι τι μεταξύ, καὶ τῶν εἰδῶν, καὶ εἰ τῶν εἰδῶν, καὶ τῶν γενῶν, καθάπερ ἐπ᾿ ἀρετῆς καὶ κακίας καὶ δικαιοσύνης καὶ ἀδικίας· ἑκατέρων γὰρ ἔστι τι μεταξύ.
因为如果属之间有中间物,种之间也有,如果种之间有,属之间也有,正如在美德与邪恶、正义与非正义的情况中那样;因为它们两对之间都有中间物。
Ἔνστασις τούτου ὅτι ὑγιείας καὶ νόσου οὐδὲν μεταξύ, κακοῦ δὲ καὶ ἀγαθοῦ.
对此的一个异议是:健康和疾病之间没有中间物,但恶与善之间有。
Ἢ εἰ ἔστι μέν τι ἀμφοῖν ἀνὰ μέσον, καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν, μὴ ὁμοίως δέ, ἀλλὰ τῶν μὲν κατὰ ἀπόφασιν τῶν δ᾿ ὡς ὑποκείμενον.
或者,虽然在两者之间(即在种之间也在属之间)确实都有某种中间物,但却不是以同样的方式,而是一方是通过否定,另一方则是作为载体。
Ἔνδοξον γὰρ τὸ ὁμοίως ἀμφοῖν, καθάπερ ἐπ᾿ ἀρετῆς καὶ κακίας καὶ δικαιοσύνης καὶ ἀδικίας· ἀμφοῖν γὰρ κατὰ ἀπόφασιν τὰ ἀνὰ μέσον.
因为人们普遍认为,对于两者来说这应该是相似的,正如在美德与邪恶、正义与非正义的情况中那样;因为它们两对之间的中间物都是通过否定的。
Ἔτι ὅταν μὴ ᾖ ἐναντίον τῷ γένει, σκοπεῖν μὴ μόνον εἰ τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει, ἀλλὰ καὶ τὸ ἀνὰ μέσον· ἐν ᾧ γὰρ τὰ ἄκρα, καὶ τὰ ἀνὰ μέσον, οἷον ἐπὶ λευκοῦ καὶ μέλανος· τὸ γὰρ χρῶμα γένος τούτων τε καὶ τῶν ἀνὰ μέσον χρωμάτων ἁπάντων.
此外,当属没有相反者时,不仅要看相反者是否在同一个属中,还要看中间物是否也在其中;因为在极端所在的任何地方,中间物也在其中,正如在白色和黑色中那样;因为颜色是这些极端以及所有中间颜色的属。
Ἔνστασις ὅτι ἡ μὲν ἔνδεια καὶ ὑπερβολὴ ἐν τῷ αὐτῷ γένει (ἐν τῷ κακῷ γὰρ ἄμφω), τὸ δὲ μέτριον ἀνὰ μέσον ὂν τούτων οὐκ ἐν τῷ κακῷ ἀλλ᾿ ἐν τῷ ἀγαθῷ.
对此的一个异议是:不足和过度在同一个属中(因为两者都在恶中),而作为它们中间物的适度,却不在恶中而在善中。
Σκοπεῖν δὲ καὶ εἰ τὸ μὲν γένος ἐναντίον τινί, τὸ δὲ εἶδος μηδενί.
还要看属是否与某物相反,而种却不与任何事物相反。
Εἰ γὰρ τὸ γένος ἐναντίον τινί, καὶ τὸ εἶδος, καθάπερ ἀρετὴ κακίᾳ καὶ δικαιοσύνη ἀδικίᾳ.
因为如果属与某物相反,种也相反,正如美德与邪恶、正义与非正义。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σκοποῦντι φανερὸν ἂν δόξειεν εἶναι τὸ τοιοῦτον.
同样,在其他情况中,这对于考察者来说似乎也是显而易见的。
Ἔνστασις ἐπὶ τῆς ὑγιείας καὶ νόσου· ἁπλῶς μὲν γὰρ πᾶσα ὑγίεια νόσῳ ἐναντίον, ἡ δέ τις νόσος εἶδος ὂν νόσου οὐδενὶ ἐναντίον, οἷον ὁ πυρετὸς καὶ ἡ ὀφθαλμία καὶ τῶν ἄλλων ἕκαστον.
关于健康和疾病有一个异议:因为简单地说,所有的健康都与疾病相反,但某种作为疾病之种的疾病却不与任何事物相反,例如发烧、眼病以及其他每一个病症。
Ἀναιροῦντι μὲν οὖν τοσαυταχῶς ἐπισκεπτέον· εἰ γὰρ μὴ ὑπάρχει τὰ εἰρημένα, δῆλον ὅτι οὐ γένος τὸ ἀποδοθέν· κατασκευάζοντι δὲ τριχῶς, πρῶτον μὲν εἰ τὸ ἐναντίον τῷ εἴδει ἐν τῷ εἰρημένῳ γένει, μὴ ὄντος ἐναντίου τῷ γένει· εἰ γὰρ τὸ ἐναντίον ἐν τούτῳ, δῆλον ὅτι καὶ τὸ προκείμενον.
因此,对于进行反驳的人,必须从这么多方式进行考察;因为如果所说的情况不成立,显然所给出的属就不是属;而对于进行确立的人,则可以从三种方式:第一,在属没有相反者的情况下,种的相反者是否在所说的属中;因为如果相反者在其中,显然所讨论的种也在其中。
Ἔτι εἰ τὸ ἀνὰ μέσον ἐν τῷ εἰρημένῳ γένει· ἐν ᾧ γὰρ τὸ ἀνὰ μέσον, καὶ τὰ ἄκρα.
此外,中间物是否在所说的属中;因为在中间物所在的任何地方,极端也在其中。
Πάλιν ἂν ᾖ ἐναντίον τι τῷ γένει, σκοπεῖν εἰ καὶ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ· ἂν γὰρ ᾖ, δῆλον ὅτι καὶ τὸ προκείμενον ἐν τῷ προκειμένῳ.
再次,如果属有某种相反者,要看种的相反者是否也在属的相反者中;因为如果是,显然所讨论的种也在所讨论的属中。
Πάλιν ἐπὶ τῶν πτώσεων καὶ ἐπὶ τῶν συστοίχων, εἰ ὁμοίως ἀκολουθοῦσι, καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι.
再次,关于屈折形和同配词,无论是反驳还是确立,都要看它们是否相似地随伴。
Ἅμα γὰρ ἑνὶ καὶ πᾶσιν ὑπάρχει ἢ οὐχ ὑπάρχει, οἷον εἰ ἡ δικαιοσύνη ἐπιστήμη τις, καὶ τὸ δικαίως ἐπιστημόνως καὶ ὁ δίκαιος ἐπιστήμων· εἰ δὲ τούτων τι μή, οὐδὲ τῶν λοιπῶν οὐδέν.
因为它们要么同时属于一个和所有,要么同时不属于,例如,如果正义是某种知识,“正义地”也就是“有知识地”,“正义的人”也就是“有知识的人”;但如果其中任何一个不是这样,其余的任何一个也都不是。