§4.2#1Σκοπεῖν δὲ καὶ εἴ τι ἄλλο γένος ἐστὶ τοῦ ἀποδοθέντος εἴδους, ὃ μήτε περιέχει τὸ ἀποδοθὲν γένος μήθ᾿ ὑπ᾿ ἐκεῖνό ἐστιν, οἷον εἴ τις τῆς δικαιοσύνης τὴν ἐπιστήμην θείη γένος.
还要看对于所给出的种,是否还有其他既不包含所给出的属,也不在所给出的属底下的属;例如,如果有人把“知识”设定为“正义”的属。
Ἔστι γὰρ καὶ ἡ ἀρετὴ γένος, καὶ οὐδέτερον τῶν γενῶν τὸ λοιπὸν περιέχει, ὥστ᾿ οὐκ ἂν εἴη ἡ ἐπιστήμη γένος τῆς δικαιοσύνης· δοκεῖ γάρ, ὅταν ἓν εἶδος ὑπὸ δύο γένη ᾖ, τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου περιέχεσθαι.
因为“德性”也是其属,而这两个属中的任何一个都不包含另一个,所以“知识”不会是“正义”的属;因为人们认为,当一个种处于两个属之下时,其中一个必然被另一个所包含。
Ἔχει δ᾿ ἀπορίαν ἐπ᾿ ἐνίων τὸ τοιοῦτο.
然而,这在某些情况下会产生困难。
Δοκεῖ γὰρ ἐνίοις ἡ φρόνησις ἀρετή τε καὶ ἐπιστήμη εἶναι, καὶ οὐδέτερον τῶν γενῶν ὑπ᾿ οὐδετέρου περιέχεσθαι· οὐ μὴν ὑπὸ πάντων γε συγχωρεῖται τὴν φρόνησιν ἐπιστήμην εἶναι.
因为在某些人看来,“明智”似乎既是德性又是知识,而这两个属中的任何一个都不在另一个之下;然而并不是所有人都同意明智是知识。
Εἰ δ᾿ οὖν τις συγχωροίη τὸ λεγόμενον ἀληθὲς εἶναι, ἀλλὰ τό γε ὑπ᾿ ἄλληλα ἢ ὑπὸ ταὐτὸ ἄμφω γίγνεσθαι τὰ τοῦ αὐτοῦ γένη τῶν ἀναγκαίων δόξειεν ἂν εἶναι, καθάπερ καὶ ἐπὶ τῆς ἀρετῆς καὶ τῆς ἐπιστήμης συμβαίνει· ἄμφω γὰρ ὑπὸ τὸ αὐτὸ γένος ἐστίν· ἑκάτερον γὰρ αὐτῶν ἕξις καὶ διάθεσίς ἐστιν.
但是,即便有人同意所说的是真实的,但同一事物的属要么彼此在对方之下,要么两者都在同一事物之下,这似乎仍是必然的,正如在德性和知识的情况中所发生的那样;因为两者都在同一属之下,因为它们中的每一个都是状态和性质。
Σκεπτέον οὖν εἰ μηδέτερον ὑπάρχει τῷ ἀποδοθέντι γένει.
因此,必须考察对于所给出的属,是否两者都不成立。
Εἰ γὰρ μήθ᾿ ὑπ᾿ ἄλληλά ἐστι τὰ γένη μήθ᾿ ὑπὸ ταὐτὸν ἄμφω, οὐκ ἂν εἴη τὸ ἀποδοθὲν γένος.
因为如果这些属既不彼此在对方之下,也不都在同一事物之下,那么所给出的属就不会是属。
Σκοπεῖν δὲ δεῖ καὶ τὸ γένος τοῦ ἀποδοθέντος γένους, καὶ οὕτως ἀεὶ τὸ ἐπάνω γένος, εἰ πάντα κατηγορεῖται τοῦ εἴδους καὶ εἰ ἐν τῷ τί ἐστι κατηγορεῖται· πάντα γὰρ τὰ ἐπάνω γένη κατηγορεῖσθαι δεῖ τοῦ εἴδους ἐν τῷ τί ἐστιν.
还要考察所给出的属的属,并以此类推总是考察更高层的属,看它们是否全部叙述该种,并且是否在“是什么”中叙述;因为所有更高层的属都必须在“是什么”中叙述该种。
Εἰ οὖν που διαφωνεῖ, δῆλον ὅτι οὐ γένος τὸ ἀποδοθέν.
因此,如果在任何地方出现不一致,显然所给出的属就不是属。
Πάλιν εἰ μετέχει τὸ γένος τοῦ εἴδους, ἢ αὐτὸ ἢ τῶν ἐπάνω τι γενῶν· οὐδενὸς γὰρ τῶν ὑποκάτω τὸ ἐπάνω μετέχει.
再次,还要看属自身或更高层的属中的某一个是否分有该种;因为更高层的属不分有任何低层的属。
Ἀνασκευάζοντι μὲν οὖν καθάπερ εἴρηται χρηστέον· κατασκευάζοντι δέ, ὁμολογουμένου μὲν ὑπάρχειν τῷ εἴδει τοῦ ῥηθέντος γένους, ὅτι δ᾿ ὡς γένος ὑπάρχει ἀμφισβητουμένου, ἀπόχρη τὸ δεῖξαί τι τῶν ἐπάνω γενῶν ἐν τῷ τί ἐστι τοῦ εἴδους κατηγορούμενον.
因此,对于反驳者来说,应该像已经说过的Headers那样去使用;但对于确立者来说,当大家都承认上述属属于该种、但对于它是否作为属而存在产生争议时,只需证明某个更高层的属在“是什么”中叙述该种即可。
Ἑνὸς γὰρ ἐν τῷ τί ἐστι κατηγορουμένου, πάντα καὶ τὰ ἐπάνω τούτου καὶ τὰ ὑποκάτω, ἄν περ κατηγορῆται τοῦ εἴδους, ἐν τῷ τί ἐστι κατηγορηθήσεται· ὥστε καὶ τὸ ἀποδοθὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται.
因为如果有一个属在“是什么”中被叙述,那么在这个属之上和之下的所有属,只要它们叙述该种,就都将在“是什么”中被叙述;因此所给出的属也在“是什么”中被叙述。
Ὅτι δ᾿ ἑνὸς ἐν τῷ τί ἐστι κατηγορουμένου πάντα τὰ λοιπά, ἄν περ κατηγορῆται, ἐν τῷ τί ἐστι κατηγορηθήσεται, δι᾿ ἐπαγωγῆς ληπτέον.
至于当一个属在“是什么”中被叙述时,其余所有的属(只要它们被叙述)都将在“是什么”中被叙述,这必须通过归纳来掌握。
Εἰ δ᾿ ἁπλῶς ὑπάρχειν ἀμφισβητεῖται τὸ ἀποδοθὲν γένος, οὐκ ἀπόχρη τὸ δεῖξαι τῶν ἐπάνω τι γενῶν ἐν τῷ τί ἐστι τοῦ εἴδους κατηγορούμενον.
但如果对于所给出的属是否根本上属于该种产生争议,那么仅仅证明某个更高层的属在“是什么”中叙述该种是不够的。
Οἷον εἴ τις τῆς βαδίσεως γένος ἀπέδωκε τὴν φοράν, οὐκ ἀπόχρη τὸ δεῖξαι διότι κίνησίς ἐστιν ἡ βάδισις πρὸς τὸ δεῖξαι ὅτι φορά ἐστιν, ἐπειδὴ καὶ ἄλλαι κινήσεις εἰσίν, ἀλλὰ προσδεικτέον ὅτι οὐδενὸς μετέχει ἡ βάδισις τῶν κατὰ τὴν αὐτὴν διαίρεσιν εἰ μὴ τῆς φορᾶς.
例如,如果有人把“位移”作为“步行”的属给出,那么仅仅证明步行是运动,并不足以证明它是位移,因为还有其他的运动,而必须进一步证明步行在属于同一划分的种中除了位移之外不分有任何其他种。
Ἀνάγκη γὰρ τὸ τοῦ γένους μετέχον καὶ τῶν εἰδῶν τινὸς μετέχειν τῶν κατὰ τὴν πρώτην διαίρεσιν.
因为分有属的东西必然也分有属于第一划分的某种。
Εἰ οὖν ἡ βάδισις μήτ᾿ αὐξήσεως μήτε μειώσεως μήτε τῶν ἄλλων κινήσεων μετέχει, δῆλον ὅτι τῆς φορᾶς ἂν μετέχοι, ὥστ᾿ εἴη ἂν γένος ἡ φορὰ τῆς βαδίσεως.
因此,如果步行既不分有增加,也不分有减少,亦不分有其他运动,显然它就会分有位移,从而位移就会是步行的属。
Πάλιν ἐφ᾿ ὧν τὸ εἶδος τὸ τεθὲν ὡς γένος κατηγορεῖται, σκοπεῖν εἰ καὶ τὸ ἀποδοθὲν γένος ἐν τῷ τί ἐστιν αὐτῶν τούτων κατηγορεῖται ὧνπερ τὸ εἶδος, ὁμοίως δὲ καὶ εἰ τὰ ἐπάνω τοῦ γένους πάντα.
再次,对于那些以被设定的种作为属来叙述的事物,要看所给出的属是否也在这些事物的“是什么”中被叙述(即被叙述该种的那些事物),同样也要看属之上的所有更高层的属是否也是如此。
Εἰ γάρ που διαφωνεῖ, δῆλον ὅτι οὐ γένος τὸ ἀποδοθέν· εἰ γὰρ ἦν γένος, ἅπαντ᾿ ἂν καὶ τὰ ἐπάνω τούτου καὶ αὐτὸ τοῦτο ἐν τῷ τί ἐστι κατηγορεῖτο, ὧνπερ καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται.
因为如果在任何地方出现不一致,显然所给出的属就不是属;因为如果它是属,那么在它之上的所有属以及它自身,都会在那些种在“是什么”中被叙述的事物的“是什么”中被叙述。
Ἀνασκευάζοντι μὲν οὖν χρήσιμον, εἰ μὴ κατηγορεῖται τὸ γένος ἐν τῷ τί ἐστιν ὧνπερ καὶ τὸ εἶδος κατηγορεῖται· κατασκευάζοντι δ᾿, εἰ κατηγορεῖται ἐν τῷ τί ἐστι, χρήσιμον.
因此,对于反驳者来说,如果属不在那些种也被叙述的事物的“是什么”中被叙述,这是有用的;而对于确立者来说,如果属在“是什么”中被叙述,这是有用的。
Συμβήσεται γὰρ τὸ γένος καὶ τὸ εἶδος τοῦ αὐτοῦ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, ὥστε τὸ αὐτὸ ὑπὸ δύο γένη γίνεται.
因为结果将是属和种在同一事物的“是什么”中被叙述,从而同一事物处于两个属之下。
Ἀναγκαῖον οὖν ὑπ᾿ ἄλληλα τὰ γένη εἶναι.
因此,这些属必然彼此在对方之下。
Ἂν οὖν δειχθῇ, ὃ βουλόμεθα γένος κατασκευάσαι, μὴ ὂν ὑπὸ τὸ εἶδος, δῆλον ὅτι τὸ εἶδος ὑπὸ τοῦτ᾿ ἂν εἴη, ὥστε δεδειγμένον ἂν εἴη ὅτι γένος τοῦτο.
因此,如果我们想要确立为属的东西被证明不在该种之下,显然该种就会在它之下,从而这就被证明了是属。