Humanitext Reader

亚里士多德 · 论题篇 §4.2#2

属的定义的适用性及与种差的关系

第 33 段,共 94 段 · 希腊语

内容简介

阐述了检验属的定义是否适用于种及其分有物的标准,以及检查属、种、种差之间的包含和先后关系是否出错的各种规则。

§4.2#2Σκοπεῖν δὲ καὶ τοὺς λόγους τῶν γενῶν, εἰ ἐφαρμόττουσιν ἐπί τε τὸ ἀποδοθὲν εἶδος καὶ τὰ μετέχοντα τοῦ εἴδους.
还要考察属的定义,看它们是否适用于所给出的种以及分有该种的事物。
Ἀνάγκη γὰρ τοὺς τῶν γενῶν λόγους κατηγορεῖσθαι τοῦ εἴδους καὶ τῶν μετεχόντων τοῦ εἴδους· εἰ οὖν που διαφωνεῖ, δῆλον ὅτι οὐ γένος τὸ ἀποδοθέν.
因为属的定义必然要叙述种以及分有该种的事物;因此,如果在任何地方出现不一致,显然所给出的属就不是属。
Πάλιν εἰ τὴν διαφορὰν ὡς γένος ἀπέδωκεν, οἷον εἰ τὸ ἀθάνατον γένος θεοῦ.
再次,要看他是否把种差作为属给出,例如,如果把 “不死”作为“神”的属。
Διαφορὰ γάρ ἐστι ζῴου τὸ ἀθάνατον, ἐπειδὴ τῶν ζῴων τὰ μὲν θνητὰ τὰ δ᾿ ἀθάνατα.
因为“不死”是“生物”的种差,因为在生物中,有些是有死的,有些是不死的。
Δῆλον οὖν ὅτι διημάρτηται· οὐδενὸς γὰρ ἡ διαφορὰ γένος ἐστίν.
因此,显然这是错误的;因为种差不是任何事物的属。
Ὅτι δὲ τοῦτ᾿ ἀληθές, δῆλον. οὐδεμία γὰρ διαφορὰ σημαίνει τί ἐστιν, ἀλλὰ μᾶλλον ποιόν τι, καθάπερ τὸ πεζὸν καὶ τὸ δίπουν.
这显然是真实的;因为任何种差都不表示“是什么”,而更表示“是什么样的(性质)”,就像“陆生的”和“双足的”。
Καὶ εἰ τὴν διαφορὰν εἰς τὸ γένος ἔθηκεν, οἷον τὸ περιττὸν ὅπερ ἀριθμόν.
还要看他是否把种差放进属中,例如把作为数之下的奇数。
Διαφορὰ γὰρ ἀριθμοῦ τὸ περιττόν, οὐκ εἶδός ἐστιν.
因为“奇数”是“数”的种差,而不是种。
Οὐδὲ δοκεῖ μετέχειν ἡ διαφορὰ τοῦ γένους· πᾶν γὰρ τὸ μετέχον τοῦ γένους ἢ εἶδος ἢ ἄτομόν ἐστιν, ἡ δὲ διαφορὰ οὔτε εἶδος οὔτε ἄτομόν ἐστιν.
种差似乎也不分有属;因为分有属的一切事物要么是种要么是个体,而种差既不是种也不是个体。
Δῆλον οὖν ὅτι οὐ μετέχει τοῦ γένους ἡ διαφορά, ὥστ᾿ οὐδὲ τὸ περιττὸν εἶδος ἂν εἴη ἀλλὰ διαφορά, ἐπειδὴ οὐ μετέχει τοῦ γένους.
因此,显然种差不分有属,所以“奇数”不会是种,而会是种差,因为它不分有属。
Ἔτι εἰ τὸ γένος εἰς τὸ εἶδος ἔθηκεν, οἷον τὴν ἅψιν ὅπερ συνοχὴν ἢ τὴν μίξιν ὅπερ κρᾶσιν, ἢ ὡς Πλάτων ὁρίζεται φορὰν τὴν κατὰ τόπον κίνησιν.
还要看他是否把属放进种中,例如把“接触”作为“连续(接合)”,或把“混合”作为“调合”,或者像柏拉图把“位移”定义为“空间运动”。
Οὐ γὰρ ἀναγκαῖον τὴν ἅψιν συνοχὴν εἶναι, ἀλλ᾿ ἀνάπαλιν τὴν συνοχὴν ἅψιν· οὐ γὰρ πᾶν τὸ ἁπτόμενον συνέχεται, ἀλλὰ τὸ συνεχόμενον ἅπτεται.
因为接触并不安全必然是连续(接合),相反,连续(接合)必然是接触;因为并不是所有接触的东西都是连续的,但连续的东西是接触的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν· οὔτε γὰρ ἡ μίξις ἅπασα κρᾶσις (ἡ γὰρ τῶν ξηρῶν μίξις οὐκ ἔστι κρᾶσις) οὔθ᾿ ἡ κατὰ τόπον μεταβολὴ πᾶσα φορά·
对于其余的情况也是如此;因为并非所有的混合都是调合(因为干燥物的混合就不是调合),也不是所有的空间变化都是位移。
ἡ γὰρ βάδισις οὐ δοκεῖ φορὰ εἶναι· σχεδὸν γὰρ ἡ φορὰ ἐπὶ τῶν ἀκουσίως τόπον ἐκ τόπου μεταβαλλόντων λέγεται, καθάπερ ἐπὶ τῶν ἀψύχων συμβαίνει.
因为步行似乎不是位移;因为位移几乎只用于那些非自愿地从一个地方改变到另一个地方的事物,正如在无生物身上发生的那样。
Δῆλον δ᾿ ὅτι καὶ ἐπὶ πλέον λέγεται τὸ εἶδος τοῦ γένους ἐν τοῖς ἀποδοθεῖσι, δέον ἀνάπαλιν γίνεσθαι.
因此显然,在给出的例子中,种被说得比属更宽,而本应该相反。
Πάλιν εἰ τὴν διαφορὰν εἰς τὸ εἶδος ἔθηκεν, οἷον τὸ ἀθάνατον ὅπερ θεόν.
再次,如果他把种差放进种中,例如把“不死”作为“神”。
Συμβήσεται γὰρ ἐπ᾿ ἴσης ἢ ἐπὶ πλεῖον τὸ εἶδος λέγεσθαι· ἀεὶ γὰρ ἡ διαφορὰ ἐπ᾿ ἴσης ἢ ἐπὶ πλεῖον τὸ εἶδος λέγεται.
因为结果将是,种被说得与种差范围相等或更宽;因为种差总是被说得与种范围相等或更宽。
Ἔτι εἰ τὸ γένος εἰς τὴν διαφοράν, οἷον τὸ χρῶμα ὅπερ συγκριτικὸν ἢ τὸν ἀριθμὸν ὅπερ περιττόν.
此外,如果把属放进种差中,例如把“颜色”作为“凝聚性的”,或把“数”作为“奇数”。
Καὶ εἰ τὸ γένος ὡς διαφορὰν εἶπεν· ἐγχωρεῖ γάρ τινα καὶ τοιαύτην κομίσαι θέσιν, οἷον κράσεως τὴν μίξιν διαφορὰν ἢ φορᾶς τὴν κατὰ τόπον μεταβολήν.
并且如果他把属作为种差说出;因为也有可能提出这样的一种主张,例如把“混合”作为“调合”的种差,或者把“空间变化”作为“位移”的种差。
Σκεπτέον δὲ πάντα τὰ τοιαῦτα διὰ τῶν αὐτῶν· ἐπικοινωνοῦσι γὰρ οἱ τόποι· ἐπὶ πλέον τε γὰρ τὸ γένος τῆς διαφορᾶς δεῖ λέγεσθαι, καὶ μὴ μετέχειν τῆς διαφορᾶς.
必须通过相同的论据(论题)来考察所有这些情况;因为这些论题是通用的;因为属必须比种差说得更宽,并且属不能分有种差。
Οὕτω δ᾿ ἀποδοθέντος οὐδέτερον τῶν εἰρημένων δυνατὸν συμβαίνειν· ἐπ᾿ ἔλαττόν τε γὰρ ῥηθήσεται, καὶ μεθέξει τὸ γένος τῆς διαφορᾶς.
但若如此给出,上述两点都无法发生;因为属将被说得更窄,并且属将分有种差。
Πάλιν εἰ μηδεμία διαφορὰ κατηγορεῖται τῶν τοῦ γένους κατὰ τοῦ ἀποδοθέντος εἴδους, οὐδὲ τὸ γένος κατηγορηθήσεται, οἷον ψυχῆς οὔτε τὸ περιττὸν οὔτε τὸ ἄρτιον κατηγορεῖται, ὥστ᾿ οὐδ᾿ ἀριθμός.
再次,如果属的种差中没有一个被用来叙述所给出的种,那么属也不会被叙述;例如,“奇数”和“偶数”都没有被用来叙述“灵魂”,因此“数”也没有被叙述。
Ἔτι εἰ πρότερον φύσει τὸ εἶδος καὶ συναναιρεῖ τὸ γένος· δοκεῖ γὰρ τὸ ἐναντίον.
此外,如果种在自然上是在先的,并且它消灭时会一同消灭属;因为人们认为相反的情况才是对的。
Ἔτι εἰ ἐνδέχεται ἀπολιπεῖν τὸ εἰρημένον γένος ἢ τὴν διαφοράν, οἷον ψυχὴν τὸ κινεῖσθαι ἢ δόξαν τὸ ἀληθὲς καὶ ψεῦδος, οὐκ ἂν εἴη τῶν εἰρημένων οὐδέτερον γένος οὐδὲ διαφορά· δοκεῖ γὰρ τὸ γένος καὶ ἡ διαφορὰ παρακολουθεῖν, ἕως ἂν ᾖ τὸ εἶδος.
此外,如果所说的属或种差有可能离开该种,例如“运动”离开“灵魂”,或者“真和假”离开“意见”,那么所说的两者都不会是属或种差;因为属和种差被认为只要种存在就一直伴随它。

词汇与语法注释

  1. 315τὸ ἀθάνατον γένος θεοῦ — “不死”(ἀθάνατον)是“生物”(ζῷον)的种差,而不是“神”(θεός)的属。此处指出将种差误作属的错误。
  2. 315τὸ περιττὸν ὅπερ ἀριθμόν — 带有 ὅπερ(即是……的)的短语表明所设定的术语被当作属于特定属的种。这里指将本来是“数”(ἀριθμός)之种差的“奇数”(περιττόν),误置为数之下的“种”的错误。
  3. 315τὴν ἅψιν ὅπερ συνοχὴν — “接触”(ἅψις)是比“连续”(συνοχή)范围更广的属,而“连续”是接触的一种(种)。因此,这里批评了将作为属的接触置于作为种的连续之下的关系倒置。
  4. 315ὡς Πλάτων ὁρίζεται φορὰν τὴν κατὰ τόπον κίνησιν — 柏拉图将“位移”(φορά)定义为“空间运动”(κίνησις κατὰ τόπον)的例子。根据亚里士多德,空间运动(属)是比位移(种)更宽的概念,该定义犯了将属置于种之中的错误。
  5. 315ἐπ᾿ ἴσης ἢ ἐπὶ πλεῖον τὸ εἶδος λέγεσθαι — 如果将种差置于种之中,就会产生矛盾,即(被当作)种的适用范围变得与(被当作)种差的范围相等或更宽。实际上,种差的适用范围必须始终与种相等或更宽。
  6. 316ψυχῆς οὔτε τὸ περιττὸν οὔτε τὸ ἄρτιον κατηγορεῖται — 由于“数”这一属的种差“奇”与“偶”都不适用于“灵魂”这一种,该例子用以证明灵魂的属不可能是数。
  7. 316πρότερον φύσει τὸ εἶδος καὶ συναναιρεῖ τὸ γένος — 在自然上的先后关系(πρότερον φύσει)中,属的消灭会导致种的消灭(共同消灭,συναναιρεῖ),反之则不然,因此属必须在先。如果种在先并导致属一同消灭,那么属的设定就是错误的。

引用这一段

亚里士多德, 论题篇 §4.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:4.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。