Humanitext Reader

亚里士多德 · 论题篇 §4.1#2

通过属与种的外延及适用范围进行检验

第 31 段,共 94 段 · 希腊语

内容简介

亚里士多德列举了某概念不能作为属的条件,例如当种对某物为真而属不为真时,或拟议中的种不分有该属下的任何具体种时。他还讨论了属与种的适用范围(属必须宽于种),以及在种上无差别的事物其属必须相同。

§4.1#2Ἔτι εἰ κατά τινος τὸ ἀποδοθὲν εἶδος ἀληθεύεται, τὸ δὲ γένος μή, οἷον εἰ τὸ ὂν ἢ τὸ ἐπιστητὸν τοῦ δοξαστοῦ γένος τεθείη.
此外,还要看所给出的种是否对某物为真,而属却不为真;例如,如果把“存在”或“可被知者”设定为“可被想象者”的属。
Κατὰ γὰρ τοῦ μὴ ὄντος τὸ δοξαστὸν κατηγορηθήσεται· πολλὰ γὰρ τῶν μὴ ὄντων δοξαστά.
因为“可被想象者”将对“不存在”叙述;因为许多不存在的事物也是可以被想象的。
Ὅτι δὲ τὸ ὂν ἢ τὸ ἐπιστητὸν οὐ κατηγορεῖται κατὰ τοῦ μὴ ὄντος, δῆλον.
然而,“存在”或“可被知者”不对“不存在”叙述,这是显而易见的。
Ὥστ᾿ οὐ γένος τὸ ὂν οὐδὲ τὸ ἐπιστητὸν τοῦ δοξαστοῦ· καθ᾿ ὧν γὰρ τὸ εἶδος κατηγορεῖται, καὶ τὸ γένος δεῖ κατηγορεῖσθαι.
因此,“存在”或“可被知者”不是“可被想象者”的属;因为凡是种被叙述的事物,其属也必然被叙述。
Πάλιν εἰ μηδενὸς τῶν εἰδῶν ἐνδέχεται μετέχειν τὸ τεθὲν ἐν τῷ γένει· ἀδύνατον γὰρ τοῦ γένους μετέχειν μηδενὸς τῶν εἰδῶν μετέχον, ἂν μή τι τῶν κατὰ τὴν πρώτην διαίρεσιν εἰδῶν ᾖ· ταῦτα δὲ τοῦ γένους μόνον μετέχει.
再次,要看被置于属之中的东西是否可能不分有任何种;因为如果不分有任何种,就不可能分有该属,除非它是属于第一划分底下的那些种;而这些种仅分有属。
Ἂν οὖν ἡ κίνησις γένος τῆς ἡδονῆς τεθῇ, σκεπτέον εἰ μήτε φορὰ μήτ᾿ ἀλλοίωσις ἡ ἡδονὴ μήτε τῶν λοιπῶν τῶν ἀποδοθεισῶν κινήσεων μηδεμία· δῆλον γὰρ ὅτι οὐδενὸς ἂν τῶν εἰδῶν μετέχοι·
因此,如果把“运动”设定为“快乐”的属,就必须考察快乐是否既非位移,亦非质变,也不是其余被给出的运动中的任何一种;因为显然,它将不分有任何种。
ὥστ᾿ οὐδὲ τοῦ γένους, ἐπειδὴ ἀναγκαῖόν ἐστι τὸ τοῦ γένους μετέχον καὶ τῶν εἰδῶν τινὸς μετέχειν·
从而,它也就不会分有该属,因为分有属的东西也必然分有某种。
ὥστ᾿ οὐκ ἂν εἴη εἶδος ἡ ἡδονὴ κινήσεως, οὐδὲ τῶν ἀτόμων [οὐδὲ] τῶν ὑπὸ τὸ εἶδος τὸ τῆς κινήσεως ὄντων.
所以,快乐不会是运动的一个种,也不会是运动这一种底下的那些个体之一。
Καὶ γὰρ τὰ ἄτομα μετέχει τοῦ γένους καὶ τοῦ εἴδους, οἷον ὁ τὶς ἄνθρωπος καὶ ἀνθρώπου μετέχει καὶ ζῴου.
因为个体也同样分有属和种,例如某个具体的人既分有“人”,也分有“动物”。
Ἔτι εἰ ἐπὶ πλέον λέγεται τοῦ γένους τὸ ἐν τῷ γένει τεθέν, οἷον τὸ δοξαστὸν τοῦ ὄντος· καὶ γὰρ τὸ ὂν καὶ τὸ μὴ ὂν δοξαστόν, ὥστ᾿ οὐκ εἴη τὸ δοξαστὸν εἶδος τοῦ ὄντος· ἐπὶ πλέον γὰρ ἀεὶ τὸ γένος τοῦ εἴδους λέγεται.
此外,还要看被置于属中的东西,其适用范围是否比属更广,例如相对于“存在”的“可被想象者”;因为“存在”和“不存在”都是可被想象的,所以“可被想象者”不会是“存在”的种;因为属的适用范围总是比种更广。
Πάλιν εἰ ἐπ᾿ ἴσων τὸ εἶδος καὶ τὸ γένος λέγεται, οἷον εἰ τῶν πᾶσιν ἑπομένων τὸ μὲν εἶδος τὸ δὲ γένος τεθείη, καθάπερ τὸ ὂν καὶ τὸ ἕν· παντὶ γὰρ τὸ ὂν καὶ τὸ ἕν, ὥστ᾿ οὐδέτερον οὐδετέρου γένος, ἐπειδὴ ἐπ᾿ ἴσων λέγεται.
再次,还要看种和属的适用范围是否相等,例如在伴随一切事物的东西中,若将一个设为种,另一个设为属,就像“存在”和“一”那样;因为“存在”和“一”适用于一切,所以两者都不是对方的属,因为它们的适用范围相等。
Ὁμοίως δὲ καὶ εἰ τὸ πρῶτον καὶ ἡ ἀρχὴ ἐπ᾿ ἄλληλα τεθείη· ἥ τε γὰρ ἀρχὴ πρῶτον καὶ τὸ πρῶτον ἀρχή, ὥστ᾿ ἢ ἀμφότερα τὰ εἰρημένα ταὐτόν ἐστιν ἢ οὐδέτερον οὐδετέρου γένος.
同样地,如果把“第一者”和“原理”互设为属;因为原理是第一者,第一者也是原理,所以要么上述两者是同一事物,要么两者都不是对方的属。
Στοιχεῖον δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα τὸ ἐπὶ πλέον τὸ γένος ἢ τὸ εἶδος καὶ τὴν διαφορὰν λέγεσθαι· ἐπ᾿ ἔλαττον γὰρ καὶ ἡ διαφορὰ τοῦ γένους λέγεται.
对于所有这些情况,其基本原则是,属的适用范围比种和种差更广;因为种差的适用范围也比属更窄。
Ὁρᾶν δὲ καὶ εἴ τινος τῶν ἀδιαφόρων εἴδει μή ἐστι τὸ εἰρημένον γένος ἢ μὴ δόξειεν ἄν, κατασκευάζοντι δέ, εἰ ἔστι τινός.
还要看所说的属是否不是(或看起来不是)在种上无差别的任何事物的属;而对于确立者来说,要看它是否是其中某物的属。
Ταὐτὸν γὰρ πάντων τῶν ἀδιαφόρων εἴδει γένος.
因为对于在种上无差别的所有事物,其属是同一个。
Ἂν οὖν ἑνὸς δειχθῇ, δῆλον ὅτι πάντων, κἂν ἑνὸς μή, δῆλον ὅτι οὐδενός, οἷον εἴ τις ἀτόμους τιθέμενος γραμμὰς τὸ ἀδιαίρετον γένος αὐτῶν φήσειεν εἶναι.
因此,如果证明它是其中一个的属,显然它就是所有的属;而如果不是其中一个的属,显然它就不是任何一个的属。 例如,如果有人设定“不可分线”,并声称“不可分”是它们的属。
Τῶν γὰρ διαίρεσιν ἐχουσῶν γραμμῶν οὐκ ἔστι τὸ εἰρημένον γένος, ἀδιαφόρων οὐσῶν κατὰ τὸ εἶδος· ἀδιάφοροι γὰρ ἀλλήλαις κατὰ τὸ εἶδος αἱ εὐθεῖαι γραμμαὶ πᾶσαι.
因为对于那些具有可分性的线,上述所说的属并不存在,尽管它们在种上是没有差别的;因为所有的直线在种上彼此之间都是没有差别的。

词汇与语法注释

  1. §4.1#2τὸ τεθὲν ἐν τῷ γένει — “被置于属之中的事物”指的是拟议中的“种”。亚里士多德在这里不直接使用“种”(εἶδος),而是使用该表达,以强调该概念作为被归入属下的候选者的身份,尤其是在检查该候选概念是否在适用范围上反过来宽于属本身(这将违反属必须比种更广的规则)的语境中。
  2. §4.1#2ἂν μή τι τῶν κατὰ τὴν πρώτην διαίρεσιν εἰδῶν ᾖ — 在条件从句“ἂν μή...”中,指“除非它是属于第一划分底下的那些种之一”。所谓的“第一划分”(πρώτη διαίρεσις)是指直接从属中推导出来的、不通过任何中间种的最上位、最首要的种。这些首要的种直接分有属,而不分有任何其他下位种。
  3. ¦p.312¦ἀδιαφόρων οὐσῶν κατὰ τὸ εἶδος — 属格独立结构“ἀδιαφόρων οὐσῶν κατὰ τὸ εἶδος”意为“在种上没有差别(或不可分)”。这里指属于完全相同的种、彼此之间没有种差的事物。在文中所举的例子中,所有直线在“种上是没有差别的”,因为它们都属于“直线”这一相同的种,在种的层面上没有本质区别。

引用这一段

亚里士多德, 论题篇 §4.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:4.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。