Humanitext Reader

亚里士多德 · 论题篇 §4.1#1

属的设定与本质述谓的检验

第 30 段,共 94 段 · 希腊语

内容简介

亚里士多德论述了检验所设定的“属”是否妥当的方法,说明属必须在同一范畴中作为本质属性叙述其下所有的个体,并且属分有其下位的种是荒谬的。

§4.1#1## Δ. Μετὰ δὲ ταῦτα περὶ τῶν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ἐπισκεπτέον.
第四卷在此之后,我们必须考察涉及属和固有属性的问题。
Ἔστι δὲ ταῦτα στοιχεῖα τῶν πρὸς τοὺς ὅρους· περὶ αὐτῶν δὲ τούτων ὀλιγάκις αἱ σκέψεις γίνονται τοῖς διαλεγομένοις.
这些是涉及定义的问题的要素;至于定义本身,论辩者们极少对此直接进行考察。
Ἂν δὴ τεθῇ γένος τινὸς τῶν ὄντων, πρῶτον μὲν ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ τῷ λεχθέντι, εἴ τινος μὴ κατηγορεῖται, καθάπερ ἐπὶ τοῦ συμβεβηκότος, οἷον εἰ τῆς ἡδονῆς τἀγαθὸν γένος κεῖται, εἴ τις ἡδονὴ μὴ ἀγαθόν· εἰ γὰρ τοῦτο, δῆλον ὅτι οὐ γένος τἀγαθὸν τῆς ἡδονῆς· τὸ γὰρ γένος κατὰ πάντων τῶν ὑπὸ τὸ αὐτὸ εἶδος κατηγορεῖται.
的确,如果给存在的某物设定了一个属,首先,应当像考察付带属性时一样,审视与所说之物同类的所有事物,看这一属是否不对其中的某物叙述;例如,如果将“善”设定为“快乐”的属,就要看是否有某种快乐不是善;因为如果是这样,显然“善”就不是“快乐”的属;因为属是针对同一物种下的所有事物叙述的。
Εἶτα εἰ μὴ ἐν τῷ τί ἐστι κατηγορεῖται, ἀλλ᾿ ὡς συμβεβηκός, καθάπερ τὸ λευκὸν τῆς χιόνος, ἢ ψυχῆς τὸ κινούμενον ὑφ᾿ αὑτοῦ.
其次,要看它是否不是在“是什么”(本质)的维度上被叙述,而是作为付带属性被叙述,就像“白”之于雪,或者“自身运动”之于灵魂。
Οὔτε γὰρ ἡ χιὼν ὅπερ λευκόν, διόπερ οὐ γένος τὸ λευκὸν τῆς χιόνος, οὔθ᾿ ἡ ψυχὴ ὅπερ κινούμενον· συμβέβηκε δ᾿ αὐτῇ κινεῖσθαι, καθάπερ καὶ τῷ ζῴῳ πολλάκις βαδίζειν τε καὶ βαδίζοντι εἶναι.
因为雪在本质上并非“白物”,因此“白”不是雪的属,灵魂在本质上也不是“运动之物”;运动只是付带于灵魂的属性,就像行走以及处于行走状态常常付带于动物一样。
Ἔτι τὸ κινούμενον οὐ τί ἐστιν, ἀλλά τι ποιοῦν ἢ πάσχον σημαίνειν ἔοικεν.
此外,“运动之物”似乎并不表示“是什么”,而是表示某种“做出”或“承受”的行为。
Ὁμοίως δὲ καὶ τὸ λευκόν· οὐ γὰρ τί ἐστιν ἡ χιών, ἀλλὰ ποιόν τι δηλοῖ.
同样,“白”也是如此;因为它并不表明雪“是什么”,而是表明雪具有“怎样的性质”。
Ὥστ᾿ οὐδέτερον αὐτῶν ἐν τῷ τί ἐστι κατηγορεῖται.
因此,这两者都不是在“是什么”的维度上被叙述的。
Μάλιστα δ᾿ ἐπὶ τὸν τοῦ συμβεβηκότος ὁρισμὸν ἐπιβλέπειν, εἰ ἐφαρμόττει ἐπὶ τὸ ῥηθὲν γένος, οἷον καὶ τὰ νῦν εἰρημένα.
尤其是应当审视付带属性的定义,看看它是否适用于所说的属,就像刚才提到的例子那样。
Ἐνδέχεται γὰρ κινεῖν τι αὐτὸ ἑαυτὸ καὶ μή, ὁμοίως δὲ καὶ λευκὸν εἶναι καὶ μή.
因为某物可能自身运动,也可能不自身运动,同样地,它可能呈白色,也可能不呈白色。
Ὥστ᾿ οὐδέτερον αὐτῶν γένος ἀλλὰ συμβεβηκός, ἐπειδὴ συμβεβηκὸς ἐλέγομεν ὃ ἐνδέχεται ὑπάρχειν τινὶ καὶ μή.
所以,这两者都不是属而是付带属性,因为我们曾说,付带属性是指可能属于某物也可能不属于它的东西。
Ἔτι εἰ μὴ ἐν τῇ αὐτῇ διαιρέσει τὸ γένος καὶ τὸ εἶδος, ἀλλὰ τὸ μὲν οὐσία τὸ δὲ ποιόν, ἢ τὸ μὲν πρός τι τὸ δὲ ποιόν, οἷον ἡ μὲν χιὼν καὶ ὁ κύκνος οὐσία, τὸ δὲ λευκὸν οὐκ οὐσία ἀλλὰ ποιόν, ὥστ᾿ οὐ γένος τὸ λευκὸν τῆς χιόνος οὐδὲ τοῦ κύκνου.
此外,还要看属和种是否不属于同一个划分,而是一个是实体,另一个是性质,或者一个是关系,另一个是性质;例如,雪和天鹅是实体,而“白”不是实体而是性质,所以“白”不是雪的属,也不是天鹅的属。
Πάλιν ἡ μὲν ἐπιστήμη τῶν πρός τι, τὸ δ᾿ ἀγαθὸν καὶ τὸ καλὸν ποιόν, ὥστ᾿ οὐ γένος τὸ ἀγαθὸν ἢ τὸ καλὸν τῆς ἐπιστήμης· τὰ γὰρ τῶν πρός τι γένη καὶ αὐτὰ τῶν πρός τι δεῖ εἶναι, καθάπερ ἐπὶ τοῦ διπλασίου· καὶ γὰρ τὸ πολλαπλάσιον, ὂν γένος τοῦ διπλασίου, καὶ αὐτὸ τῶν πρὸς τί ἐστιν.
再次,知识属于关系,而“善”和“美”属于性质,所以“善”或“美”不是“知识”的属;因为关系的属自身也必须属于关系,就像“两倍”的情况一样;因为作为“两倍”之属的“倍数”,其自身也是属于关系的。
Καθόλου δ᾿ εἰπεῖν, ὑπὸ τὴν αὐτὴν διαίρεσιν δεῖ τὸ γένος τῷ εἴδει εἶναι· εἰ γὰρ τὸ εἶδος οὐσία, καὶ τὸ γένος, καὶ εἰ ποιὸν τὸ εἶδος, καὶ τὸ γένος ποιόν τι, οἷον εἰ τὸ λευκὸν ποιόν τι, καὶ τὸ χρῶμα.
总之,属必须与种属于同一种划分;因为如果种是实体,属也是实体;如果种是性质,属也是性质,例如如果“白”是性质,那么“颜色”也是性质。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况同样如此。
Πάλιν εἰ ἀνάγκη ἢ ἐνδέχεται τοῦ τεθέντος ἐν τῷ γένει μετέχειν τὸ γένος.
再次,要看该属是否必然或可能分有被置于该属之中的东西(即种)。
Ὅρος δὲ τοῦ μετέχειν τὸ ἐπιδέχεσθαι τὸν τοῦ μετεχομένου λόγον.
“分有”的定义是“接受被分有者的定义(说明)”。
Δῆλον οὖν ὅτι τὰ μὲν εἴδη μετέχει τῶν γενῶν, τὰ δὲ γένη τῶν εἰδῶν οὔ· τὸ μὲν γὰρ εἶδος ἐπιδέχεται τὸν τοῦ γένους λόγον, τὸ δὲ γένος τὸν τοῦ εἴδους οὔ.
因此显然,种分有属,而属不分有种;因为种接受属的定义,而属不接受种的定义。
Σκεπτέον οὖν εἰ μετέχει ἢ ἐνδέχεται μετέχειν τοῦ εἴδους τὸ ἀποδοθὲν γένος, οἷον εἴ τις τοῦ ὄντος ἢ τοῦ ἑνὸς γένος τι ἀποδοίη· συμβήσεται γὰρ μετέχειν τὸ γένος τοῦ εἴδους· κατὰ πάντων γὰρ τῶν ὄντων τὸ ὂν καὶ τὸ ἓν κατηγορεῖται, ὥστε καὶ ὁ λόγος αὐτῶν.
因此,必须考察所给出的属是否分有或可能分有该种;例如,如果有人把某物作为“存在”或“一”的属给出来;因为这将导致属分有种;因为“存在”和“一”是对所有存在的事物叙述的,因而它们的定义也是如此。

词汇与语法注释

  1. 4.1περὶ αὐτῶν δὲ τούτων — 指示代词 αὐτῶν τούτων 指代前文的 τῶν πρὸς τοὺς ὅρους(涉及定义的问题)。它表明在论辩中,极少直接就定义本身展开探讨,而是通过其构成要素(如属和固有属性)间接地对定义进行考察。
  2. 4.1τὰ συγγενῆ τῷ λεχθέντι — 意为“与所说之物(即被设定属的种)同类的事物”。τῷ λεχθέντι 在文麦上指代被设定属的对象(种),而 τὰ συγγενῆ 则指代属于同一属的其他同级种或具体实例(同族成员)。
  3. p.310τῶν ὑπὸ τὸ αὐτὸ εἶδος — 指“处于同一物种之下的事物”。这一规则指出,属必须对属于该种的所有个体(或子类)一律进行叙述。
  4. p.310ὅπερ λευκόν — 意为“本质上是白色的东西(白本身)”。ὅπερ 是关系代词的强调形式,表示主语在本质上与谓语相同。此处论证对于雪而言,“白”并非其本质(是什么),而仅仅是付带属性。
  5. p.311τοῦ τεθέντος ἐν τῷ γένει μετέχειν τὸ γένος — 这是一个带对格的不定式结构。不定式 μετέχειν 的逻辑主语是对格的 τὸ γένος(属),而属格的 τοῦ τεθέντος ἐν τῷ γένει(被置于属之中的东西,即种)则是分有的对象。此处理论证了如果一个属分有了它自己的子类(种),将会导致荒谬。

引用这一段

亚里士多德, 论题篇 §4.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:4.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。