§3.6#1Ἂν δ᾿ ἐπὶ μέρους καὶ μὴ καθόλου τὸ πρόβλημα τεθῇ, πρῶτον μὲν οἱ εἰρημένοι καθόλου κατασκευαστικοὶ ἢ ἀνασκευαστικοὶ τόποι πάντες χρήσιμοι.
如果问题是作为部分的而不是普遍的提出来的,首先,所有前面提到的用于确立或反驳的普遍论点都是有用的。
Καθόλου γὰρ ἀναιροῦντες ἢ κατασκευάζοντες καὶ ἐπὶ μέρους δείκνυμεν· εἰ γὰρ παντὶ ὑπάρχει, καὶ τινί, καὶ εἰ μηδενί, οὐδὲ τινί.
因为通过普遍地反驳或确立,我们也就部分地证明了它;因为如果它属于全部,它也属于部分,如果它不属于任何一个,它也不属于任何部分。
Μάλιστα δ᾿ ἐπίκαιροι καὶ κοινοὶ τῶν τόπων οἵ τ᾿ ἐκ τῶν ἀντικειμένων καὶ τῶν συστοίχων καὶ τῶν πτώσεων· ὁμοίως γὰρ ἔνδοξον τὸ ἀξιῶσαι, εἰ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ λύπην πᾶσαν εἶναι κακόν, τῷ εἴ τις ἡδονὴ ἀγαθόν, καὶ λύπην εἶναί τινα κακόν.
但是在这些论点中,特别合时宜且常用的是那些来自对立者、同源者和屈折形式的论点;因为主张如果所有快乐都是善,所有痛苦也都是恶,与主张如果某种快乐是善,某种痛苦也是恶,是同样符合公认意见的。
Ἔτι εἴ τις αἴσθησις μή ἐστι δύναμις, καὶ ἀναισθησία τις οὐκ ἔστιν ἀδυναμία.
此外,如果某种感觉不是一种能力,某种无感觉也不是一种无能力。
Καὶ εἴ τι ὑποληπτὸν ἐπιστητόν, καὶ ὑπόληψίς τις ἐπιστήμη.
如果某种可设想的事物是可认知的事物,某种设想也是一种知识。
Πάλιν εἴ τι τῶν ἀδίκων ἀγαθόν, καὶ τῶν δικαίων τι κακόν· καὶ εἴ τι τῶν δικαίως κακόν, καὶ τῶν ἀδίκως τι ἀγαθόν.
再者,如果某些不公正的事物是善,某些公正的事物也是恶;如果某些公正地做出的事物是恶,某些不公正地做出的事物也是善。
Καὶ εἴ τι τῶν ἡδέων φευκτόν, ἡδονή τις φευκτόν.
如果某些令人快乐的事物是应避免的,某种快乐也是应避免的。
Κατὰ ταὐτὰ δὲ καὶ εἴ τι τῶν ἡδέων ὠφέλιμον, ἡδονή τις ὠφέλιμον.
同样地,如果某些令人快乐的事物是有益的,某种快乐也是有益的。
Καὶ ἐπὶ τῶν φθαρτικῶν δὲ καὶ τῶν γενέσεων καὶ φθορῶν ὡσαύτως.
对于具有破坏性的事物以及生成和消灭也是如此。
Εἰ γάρ τι φθαρτικὸν ἡδονῆς ἢ ἐπιστήμης ὂν ἀγαθόν ἐστιν, εἴη ἄν τις ἡδονὴ ἢ ἐπιστήμη τῶν κακῶν.
因为如果某种破坏快乐或知识的事物是善,某种快乐或知识就会属于恶的事物。
Ὁμοίως δὲ καὶ εἰ φθορά τις ἐπιστήμης τῶν ἀγαθῶν ἢ ἡ γένεσις τῶν κακῶν, ἔσται τις ἐπιστήμη τῶν κακῶν, οἷον εἰ τὸ ἐπιλανθάνεσθαι ἅ τις αἰσχρὰ ἔπραξε τῶν ἀγαθῶν ἢ τὸ ἀναμιμνήσκεσθαι τῶν κακῶν, εἴη ἂν τὸ ἐπίστασθαι ἅ τις αἰσχρὰ ἔπραξε τῶν κακῶν.
同样地,如果知识的某种消灭属于善的事物,或者其生成属于恶的事物,某种知识就会属于恶的事物;例如,如果忘掉某人所做的可耻之事属于善的事物,或者记住它们属于恶的事物,那么知道某人所做的可耻之事就会属于恶的事物。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἐν ἅπασι γὰρ ὁμοίως τὸ ἔνδοξον.
对于其他情况也是如此;因为在所有这些情况中,公认的意见都是相似的。
Ἔτι ἐκ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίως.
此外,可以从“更”、“更少”和“同样”来判断。
Εἰ γὰρ μᾶλλον μὲν τῶν ἐξ ἄλλου γένους τι τοιοῦτο ἐκείνων δὲ μηδέν ἐστιν, οὐδ᾿ ἂν τὸ εἰρημένον εἴη τοιοῦτον, οἷον εἰ μᾶλλον μὲν ἐπιστήμη τις ἀγαθὸν ἢ ἡδονή, μηδεμία δ᾿ ἐπιστήμη ἀγαθόν, οὐδ᾿ ἂν ἡδονὴ εἴη.
因为如果另一个属中的某个成员更具有如此的性质,而那些成员中却没有一个是如此的,那么所说的事物也不会是如此的;例如,如果某种知识比快乐更属于善,但没有任何一种知识是善,那么快乐也不会是善。
Καὶ ἐκ τοῦ ὁμοίως δὲ καὶ ἧττον ὡσαύτως· ἔσται γὰρ καὶ ἀναιρεῖν καὶ κατασκευάζειν, πλὴν ἐκ μὲν τοῦ ὁμοίως ἀμφότερα, ἐκ δὲ τοῦ ἧττον κατασκευάζειν μόνον, ἀνασκευάζειν δὲ οὔ.
同样,从“同样”和“更少”也可以得出相似的结论;因为既可以反驳也可以确立,除了从“同样”可以双向进行外,从“更少”只能确立,而不能反驳。
Εἰ γὰρ ὁμοίως δύναμίς τις ἀγαθὸν καὶ ἐπιστήμη, ἔστι δέ τις δύναμις ἀγαθόν, καὶ ἐπιστήμη ἐστίν.
因为如果某种能力和知识同样是善,且某种能力是善,那么知识也是善。
Εἰ δὲ μηδεμία δύναμις, οὐδ᾿ ἐπιστήμη.
但如果没有一种能力是善,知识也不是善。
Εἰ δ᾿ ἧττον δύναμίς τις ἀγαθὸν ἢ ἐπιστήμη, ἔστι δέ τις δύναμις ἀγαθόν, καὶ ἐπιστήμη.
如果某种能力比知识更少地是善,且某种能力是善,知识也是善。
Εἰ δὲ μηδεμία δύναμις ἀγαθόν, οὐκ ἀνάγκη καὶ ἐπιστήμην μηδεμίαν εἶναι ἀγαθόν.
但如果没有一种能力是善,并不必然导致没有任何一种知识是善。
Δῆλον οὖν ὅτι κατασκευάζειν μόνον ἐκ τοῦ ἧττον ἔστιν.
因此,显然从“更少”只能进行确立。
Οὐ μόνον δ᾿ ἐξ ἄλλου γένους ἔστιν ἀνασκευάζειν, ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνοντι τὸ μάλιστα τοιοῦτον, οἷον εἰ κεῖται ἐπιστήμη τις ἀγαθόν, δειχθείη δ᾿ ὅτι φρόνησις οὐκ ἀγαθόν, οὐδ᾿ ἄλλη οὐδεμία ἔσται, ἐπεὶ οὐδ᾿ ἡ μάλιστα δοκοῦσα.
不仅可以从另一个属进行反驳,还可以通过在同一个属中选取最具有如此性质的事物来进行反驳;例如,如果假定某种知识是善,但表明明智不是善,那么其他任何知识也都不会是善,因为连最显而易见是善的那种知识也不是善。
Ἔτι ἐξ ὑποθέσεως, ὁμοίως ἀξιώσαντα, εἱ ἑνί, καὶ πᾶσιν ὑπάρχειν ἢ μὴ ὑπάρχειν, οἷον εἰ ἡ τοῦ ἀνθρώπου ψυχὴ ἀθάνατος, καὶ τὰς ἄλλας, εἰ δ᾿ αὕτη μή, μηδὲ τὰς ἄλλας.
此外,可以通过假设,通过同样地要求如果它属于一个,它就属于或不属于全部;例如,如果人的灵魂是不死的,其他灵魂也是不死的,但如果这个不是,其他的也不是。
Εἰ μὲν οὖν ὑπάρχειν τινὶ κεῖται, δεικτέον ὅτι οὐχ ὑπάρχει τινί· ἀκολουθήσει γὰρ διὰ τὴν ὑπόθεσιν τὸ μηδενὶ ὑπάρχειν.
因此,如果假定它属于某物,就必须表明它不属于某物;因为通过这一假设,就会得出它不属于任何事物的结论。
Εἰ δέ τινι μὴ ὑπάρχον κεῖται, δεικτέον ὅτι ὑπάρχει τινί· καὶ γὰρ οὕτως ἀκολουθήσει τὸ πᾶσιν ὑπάρχειν.
如果假定它不属于某物,就必须表明它属于某物;因为这样也会得出它属于全部的结论。
Δῆλον δ᾿ ἐστὶν ὅτι ὁ ὑποτιθέμενος ποιεῖ τὸ πρόβλημα καθόλου ἐπὶ μέρους τεθέν· τὸν γὰρ ἐπὶ μέρους ὁμολογοῦντα καθόλου ἀξιοῖ ὁμολογεῖν, ἐπειδή, εἰ ἑνί, καὶ πᾶσιν ὁμοίως ἀξιοῖς ὑπάρχειν.
显然,提出假设的人是将作为部分提出的问题变为了普遍的问题;因为他要求承认部分的人也承认普遍,因为他主张如果它属于一个,它也同样属于全部。