§3.6#2Ἀδιορίστου μὲν οὖν ὄντος τοῦ προβλήματος μοναχῶς ἀνασκευάζειν ἐνδέχεται, οἷον εἰ ἔφησεν ἡδονὴν ἀγαθὸν εἶναι ἢ μὴ ἀγαθόν, καὶ μηδὲν ἄλλο προσδιώρισεν.
因此,当问题是不定时,只能用一种方式进行反驳;例如,如果他声称快乐是善或不是善,并且没有做出其他附加的限定。
Εἰ μὲν γάρ τινα ἔφησεν ἡδονὴν ἀγαθὸν εἶναι, δεικτέον καθόλου ὅτι οὐδεμία, εἰ μέλλει ἀναιρεῖσθαι τὸ προκείμενον.
因为如果他声称某种快乐是善,要想反驳提出的命题,就必须普遍地表明没有任何快乐是善。
Ὁμοίως δὲ καὶ εἴ τινα ἔφησεν ἡδονὴν μὴ εἶναι ἀγαθόν, δεικτέον καθόλου ὅτι πᾶσα· ἄλλως δ᾿ οὐκ ἐνδέχεται ἀναιρεῖν.
同样地,如果他声称某种快乐不是善,就必须普遍地表明所有快乐都是善;否则就无法予以反驳。
Ἐὰν γὰρ δείξωμεν ὅτι ἐστί τις ἡδονὴ οὐκ ἀγαθὸν ἢ ἀγαθόν, οὔπω ἀναιρεῖται τὸ προκείμενον.
因为即使我们表明某种快乐不是善,或者某种快乐是善,提出的命题仍未被反驳。
Δῆλον οὖν ὅτι ἀναιρεῖν μὲν μοναχῶς ἐνδέχεται, κατασκευάζειν δὲ διχῶς· ἄν τε γὰρ καθόλου δείξωμεν ὅτι πᾶσα ἡδονὴ ἀγαθόν, ἄν τε ὅτι ἐστί τις ἡδονὴ ἀγαθόν, δεδειγμένον ἔσται τὸ προκείμενον.
因此显然,反驳只能通过一种方式进行,而确立则可以通过两种方式;因为无论我们是普遍地表明所有快乐都是善,还是表明某种快乐是善,提出的命题都将被证明。
Ὁμοίως δὲ κἂν δέῃ διαλεχθῆναι ὅτι ἐστί τις ἡδονὴ οὐκ ἀγαθόν, ἐὰν δείξωμεν ὅτι οὐδεμία ἀγαθὸν ἢ ὅτι τις οὐκ ἀγαθόν, διειλεγμένοι ἐσόμεθα ἀμφοτέρως, καὶ καθόλου καὶ ἐπὶ μέρους, ὅτι ἐστί τις ἡδονὴ οὐκ ἀγαθόν.
同样地,即使需要论证某种快乐不是善,如果我们表明没有任何快乐是善,或者某种快乐不是善,我们都将从普遍和部分这两个方面论证了某种快乐不是善。
Διωρισμένης δὲ τῆς θέσεως οὔσης, διχῶς ἀναιρεῖν ἔσται, οἷον εἰ τεθείη τινὶ μὲν ὑπάρχειν ἡδονῇ ἀγαθῷ εἶναι, τινὶ δ᾿ οὐχ ὑπάρχειν·
但是,当命题已被限定时,就可以通过两种方式进行反驳;例如,如果假定某种快乐属于善,而某种快乐不属于善。
εἴτε γὰρ πᾶσα δειχθείη ἡδονὴ ἀγαθὸν εἴτε μηδεμία, ἀνῃρημένον ἔσται τὸ προκείμενον.
因为无论证明所有快乐都是善,还是证明没有任何快乐是善,提出的命题都将被反驳。
Εἰ δὲ μίαν ἡδονὴν μόνην ἀγαθὸν ἔθηκεν εἶναι, τριχῶς ἐνδέχεται ἀναιρεῖν· δείξαντες γὰρ ὅτι πᾶσα ἢ ὅτι οὐδεμία ἢ ὅτι πλείους μιᾶς ἀγαθόν, ἀνῃρηκότες ἐσόμεθα τὸ προκείμενον.
如果他假定只有一种快乐是善,则可以通过三种方式进行反驳;因为通过表明要么所有快乐都是善,要么没有任何快乐是善,要么不止一种快乐是善,我们都将反驳了提出的命题。
Ἐπὶ πλεῖον δὲ τῆς θέσεως διορισθείσης, οἷον ὅτι ἡ φρόνησις μόνη τῶν ἀρετῶν ἐπιστήμη, τετραχῶς ἔστιν ἀναιρεῖν· δειχθέντος γὰρ ὅτι πᾶσα ἀρετὴ ἐπιστήμη ἢ ὅτι οὐδεμία ἢ ὅτι καὶ ἄλλη τις, οἷον ἡ δικαιοσύνη, ἢ ὅτι αὐτὴ ἡ φρόνησις οὐκ ἐπιστήμη, ἀνῃρημένον ἔσται τὸ προκείμενον.
如果命题被进一步限定,例如“在美德中唯独明智是知识”,则可以通过四种方式进行反驳;因为一旦表明要么所有美德都是知识,要么没有任何美德是知识,要么其他某种美德(如公正)也是知识,要么明智本身不是知识,提出的命题都将被反驳。
Χρήσιμον δὲ καὶ τὸ ἐπιβλέπειν ἐπὶ τὰ καθ᾿ ἕκαστα, ἐν οἷς ὑπάρχειν τι ἢ μὴ εἴρηται, καθάπερ ἐν τοῖς καθόλου προβλήμασιν.
此外,关注那些据称某物属于或不属于它的个别情况也是有用的,就像在普遍性问题中一样。
Ἔτι δ᾿ ἐν τοῖς γένεσιν ἐπιβλεπτέον, διαιροῦντα κατ᾿ εἴδη μέχρι τῶν ἀτόμων, καθὰ προείρηται· ἄν τε γὰρ παντὶ φαίνηται ὑπάρχον ἄν τε μηδενί, πολλὰ προενέγκαντι ἀξιωτέον καθόλου ὁμολογεῖν ἢ φέρειν ἔνστασιν ἐπὶ τίνος οὐχ οὕτως.
再者,在属的情况下,必须像前面所说的那样,通过将它们划分为种,直到不可分的个体来进行考察;因为无论它似乎属于所有个体还是不属于任何个体,在提出了许多实例之后,都应该要求对方普遍地表示赞同,或者针对哪一个不是这样提出异议。
Ἔτι ἐφ᾿ ὧν ἔστιν ἢ εἴδει ἢ ἀριθμῷ διορίσαι τὸ συμβεβηκός, σκεπτέον εἰ μηδὲν τούτων ὑπάρχει, οἷον ὅτι ὁ χρόνος οὐ κινεῖται οὐδ᾿ ἐστὶ κίνησις, καταριθμησάμενον πόσα εἴδη κινήσεως· εἰ γὰρ μηδὲν τούτων ὑπάρχει τῷ χρόνῳ, δῆλον ὅτι οὐ κινεῖται οὐδ᾿ ἐστὶ κίνησις.
此外,对于那些可以在种或数量上限定付带属性的情况,必须考察这些是否都不属于它;例如,通过列举运动有多少种,来表明时间既不运动,也不是一种运动;因为如果这些运动的种类都不属于时间,显然时间既不运动,也不是一种运动。
Ὁμοίως δὲ καὶ ὅτι ἡ ψυχὴ οὐκ ἀριθμός, διελόμενον ὅτι πᾶς ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος· εἰ γὰρ ἡ ψυχὴ μήτε περιττὸν μήτε ἄρτιον, δῆλον ὅτι οὐκ ἀριθμός.
同样,通过将所有数字划分为奇数或偶数,来表明灵魂不是一个数字;因为如果灵魂既不是奇数也不是偶数,显然它不是一个数字。
Πρὸς μὲν οὖν τὸ συμβεβηκὸς διὰ τῶν τοιούτων καὶ οὕτως ἐπιχειρητέον.
因此,对于付带属性,应该通过这些手段并以这种方式来进行论证。