§3.4Τὰς μὲν οὖν πρὸς ἄλληλα συγκρίσεις, καθάπερ εἴρηται, ποιητέον.
因此,正如已经说过的,应该对事物进行相互比较。
Οἱ αὐτοὶ δὲ τόποι χρήσιμοι καὶ πρὸς τὸ δεικνύναι ὁτιοῦν αἱρετὸν ἢ φευκτόν· ἀφαιρεῖν γὰρ μόνον δεῖ τὴν πρὸς ἕτερον ὑπεροχήν.
而同样的论点对于表明任何事物是可取的还是应避免的也是有用的;因为只需要去掉相对于另一者的优越性即可。
Εἰ γὰρ τὸ τιμιώτερον αἱρετώτερον, καὶ τὸ τίμιον αἱρετόν, καὶ εἰ τὸ χρησιμώτερον αἱρετώτερον, καὶ τὸ χρήσιμον αἱρετόν.
因为如果更尊贵的更可取,那么尊贵的也同样是可取的;如果更有用的更可取,那么有用的也同样是可取的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα τοιαύτην ἔχει τὴν σύγκρισιν.
对于其他具有此类比较的所有情况也是如此。
Ἐπ᾿ ἐνίων γὰρ εὐθέως κατὰ τὴν πρὸς ἕτερον σύγκρισιν καὶ ὅτι αἱρετὸν ἑκάτερον ἢ τὸ ἕτερον λέγομεν, οἷον ὅταν τὸ μὲν φύσει ἀγαθὸν τὸ δὲ μὴ φύσει λέγωμεν· τὸ γὰρ φύσει ἀγαθὸν δῆλον ὅτι αἱρετόν ἐστιν.
因为在某些情况下,通过与另一者的比较,我们便能立刻说出它们中的每一个或者其中一者是可取的,例如当我们说一者在本性上是好的,而另一者在本性上不是好的时候;因为在本性上好的东西显然是可取的。
§3.5Ληπτέον δ᾿ ὅτι μάλιστα καθόλου τοὺς τόπους περὶ τοῦ μᾶλλον καὶ τοῦ μείζονος· ληφθέντες γὰρ οὕτως πρὸς πλείω χρήσιμοι ἂν εἴησαν.
应当尽可能以普遍的方式来把握关于“更”和“更大”的论点;因为如果这样把握,它们将对更多的情况有用。
Ἔστι δ᾿ αὐτῶν τῶν εἰρημένων ἐνίους καθόλου μᾶλλον ποιεῖν μικρὸν παραλλάσσοντα τῇ προσηγορίᾳ, οἷον τὸ φύσει τοιοῦτο τοῦ μὴ φύσει τοιούτου μᾶλλον τοιοῦτο.
而已提及的论点中的一些,只要略微改变名称,就可以使之更加普遍,例如,“在本性上是如此的事物,比在本性上不是如此的事物,更具有如此的性质。
Καὶ εἰ τὸ μὲν ποιεῖ τὸ δὲ μὴ ποιεῖ τὸ ἔχον τοιόνδε ἢ ᾧ ἂν ὑπάρχῃ, μᾶλλον τοιοῦτο ὅ ποτε ποιεῖ ἢ ὃ μὴ ποιεῖ.
”如果一者使其拥有者或其所存在于其中的事物成为如此,而另一者不如此,那么,使其如此的那一者比不使其如此的那一者更具有如此的性质。
Εἰ δ᾿ ἄμφω ποιεῖ, τὸ μᾶλλον ποιοῦν τοιοῦτο.
如果两者都使其如此,那么使其如此程度更大的那一者具有如此的性质。
Ἔτι εἰ τοῦ αὐτοῦ τινὸς τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον τοιοῦτο· καὶ εἰ τὸ μὲν τοιούτου μᾶλλον τοιοῦτο, τὸ δὲ μὴ τοιούτου τοιοῦτον, δῆλον ὅτι τὸ πρῶτον μᾶλλον τοιοῦτο.
此外,如果对于同一个事物,一者在更大程度上是如此,而另一者在较小程度上是如此;如果一者对于“是如此的”事物更具有如此的性质,而另一者对于“不是如此的”事物具有如此的性质,显然前者更具有如此的性质。
ἔτι ἐκ τῆς προσθέσεως, εἰ τῷ αὐτῷ προστιθέμενον τὸ ὅλον μᾶλλον ποιεῖ τοιοῦτο, ἢ εἰ τῷ ἧττον τοιούτῳ προστιθέμενον τὸ ὅλον μᾶλλον ποιεῖ τοιοῦτο.
此外,可以从增加来判断:如果它被增加到同一个事物上,使整体在更大程度上具有如此的性质;或者如果它被增加到较不具有如此性质的事物上,使整体在更大程度上具有如此的性质。
Ὁμοίως δὲ καὶ ἐκ τῆς ἀφαιρέσεως· οὗ γὰρ ἀφαιρεθέντος τὸ λειπόμενον ἧττον τοιοῦτο, αὐτὸ μᾶλλον τοιοῦτο.
同样也可以从减少来判断:因为当某物被减去时,留下的部分在较小程度上具有如此的性质,那么该物自身就更具有如此的性质。
Καὶ τὰ τοῖς ἐναντίοις ἀμιγέστερα μᾶλλον τοιαῦτα, οἷον λευκότερον τὸ τῷ μέλανι ἀμιγέστερον.
此外,与相反者混合较少的事物,更具有如此的性质;例如,与黑色混合较少的事物更白。
Ἔτι παρὰ τὰ εἰρημένα πρότερον, τὸ μᾶλλον ἐπιδεχόμενον τὸν οἰκεῖον τοῦ προκειμένου λόγον, οἷον εἰ τοῦ λευκοῦ ἐστὶ λόγος χρῶμα διακριτικὸν ὄψεως, λευκότερον ὅ ἐστι μᾶλλον χρῶμα διακριτικὸν ὄψεως.
此外,除了前面所说的之外,还有在更大程度上接受被提事物的固有定义的那一者;例如,如果“白”的定义是“能使视线分散的颜色”,那么在更大程度上是“能使视线分散的颜色”的事物就更白。