§3.3Ἔτι τῶν ὑπὸ τὸ αὐτὸ εἶδος τὸ ἔχον τὴν οἰκείαν ἀρετὴν τοῦ μὴ ἔχοντος.
此外,在同一属下的事物中,拥有其自身特有德性的事物,比不拥有的事物更可取。
Ἄμφω δ᾿ ἐχόντων τὸ μᾶλλον ἔχον.
如果两者都拥有,则是拥有得更多的那一个。
Ἔτι εἰ τὸ μὲν ποιεῖ ἀγαθὸν ἐκεῖνο ᾧ ἂν παρῃ, τὸ δὲ μὴ ποιεῖ, τὸ ποιοῦν αἱρετώτερον, καθάπερ καὶ θερμότερον τὸ θερμαῖνον τοῦ μή.
此外,如果一者使它存在于其中的那个事物变好,而另一者不如此,那么使之变好的一者更可取,就像加热者比不加热者更热一样。
Εἰ δ᾿ ἄμφω ποιεῖ, τὸ μᾶλλον ποιοῦν· ἢ εἰ τὸ βέλτιον καὶ κυριώτερον ποιεῖ ἀγαθόν, οἷον εἰ τὸ μὲν τὴν ψυχὴν τὸ δὲ τὸ σῶμα.
如果两者都使之变好,那么是使其变好程度更大的那一者;或者是一者使更好且更主导的部分变好,例如一者使灵魂变好,而另一者使身体变好。
Ἔτι ἀπὸ τῶν πτώσεων καὶ τῶν χρήσεων καὶ τῶν πράξεων καὶ τῶν ἔργων, καὶ ταῦτα δὲ ἀπ᾿ ἐκείνων·
此外,可以从派生词、使用、行为和作品来判断,反之也可以从这些来判断那些;因为它们是相互伴随的。
ἀκολουθεῖ γὰρ ἀλλήλοις, οἷον εἰ τὸ δικαίως αἱρετώτερον τοῦ ἀνδρείως, καὶ ἡ δικαιοσύνη τῆς ἀνδρίας αἱρετώτερον· καὶ εἰ ἡ δικαιοσύνη τῆς ἀνδρίας αἱρετώτερον, καὶ τὸ δικαίως τοῦ ἀνδρείως.
例如,如果“公正地”比“勇敢地”更可取,那么正义也比勇敢更可取;如果正义比勇敢更可取,那么“公正地”也比“勇敢地”更可取。
Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也与此类似。
Ἔτι εἴ τινος τοῦ αὐτοῦ τὸ μὲν μεῖζον ἀγαθόν ἐστι τὸ δὲ ἔλαττον, αἱρετώτερον τὸ μεῖζον.
此外,如果对于同一个事物,一者是较大的善,另一者是较小的善,那么较大的善更可取。
Ἢ εἰ μείζονος μεῖζον θάτερον.
或者如果一者之于较大者是较大的。
Ἀλλὰ καὶ εἰ δύο τινὰ τινὸς εἴη αἱρετώτερα, τὸ μᾶλλον αἱρετώτερον τοῦ ἧττον αἱρετωτέρου αἱρετώτερον.
而且,如果有两个事物都比某物更可取,那么较可取的那一个比不那么可取的那一个更可取。
Ἔτι οὗ ἡ ὑπερβολὴ τῆς ὑπερβολῆς αἱρετωτέρα, καὶ αὐτὸ αἱρετώτερον, οἷον φιλία χρημάτων· αἱρετωτέρα γὰρ ἡ τῆς φιλίας ὑπερβολὴ τῆς τῶν χρημάτων.
此外,其过度比另一者的过度更可取的事物,其自身也更可取,例如友情之于财富;因为友情的过度比财富的过度更可取。
Καὶ οὗ μᾶλλον ἂν ἕλοιτο αὐτὸς αὑτῷ αἴτιος εἶναι ἢ οὗ ἕτερον, οἷον τοὺς φίλους τῶν χρημάτων.
以及,比起让别人作为原因,人更愿意由自己来作为其原因的事物,例如朋友之于财富。
Ἔτι ἐκ τῆς προσθέσεως, εἰ τῷ αὐτῷ προστιθέμενόν τι τὸ ὅλον αἱρετώτερον ποιεῖ.
此外,可以从增加来判断:如果某物被增加到同一个事物上,使整体变得更可取。
Εὐλαβεῖσθαι δὲ δεῖ προτείνειν ἐφ᾿ ὧν τῷ μὲν ἑτέρῳ τῶν προστιθεμένων χρῆται τὸ κοινὸν ἢ ἄλλως πως συνεργόν ἐστι, τῷ δὲ λοιπῷ μὴ χρῆται μηδὲ συνεργόν ἐστιν, οἷον πρίονα καὶ δρέπανον μετὰ τεκτονικῆς· αἱρετώτερον γὰρ ὁ πρίων συνδυαζόμενος, ἁπλῶς δὲ οὐχ αἱρετώτερον.
但是,在提出以下情况时必须小心:所结合的共同事物使用被增加的事物中的一者,或者与之有某种协作,而对剩下的一者则既不使用也不与之协作,例如大工手艺加上锯子和镰刀;因为锯子在与之结合时更可取,但无条件地并不更可取。
Πάλιν εἰ ἐλάττονι προστεθέν τι τὸ ὅλον μεῖζον ποιεῖ.
再者,如果某物被增加到较小的事物上,使整体变得更大。
Ὁμοίως δὲ καὶ ἐκ τῆς ἀφαιρέσεως· οὗ γὰρ ἀφαιρεθέντος ἀπὸ τοῦ αὐτοῦ τὸ λειπόμενον ἔλαττον, ἐκεῖνο μεῖζον αν εἴη, ὁπότε ἀφαιρεθὲν τὸ λειπόμενον ἔλαττον ποιεῖ.
同样也可以从减少来判断:因为当某物从同一个事物中被减去时,留下的部分更小,那么该物就是更大的,因为当它被减去时使留下的部分变小了。
Καὶ εἰ τὸ μὲν δι᾿ αὑτὸ τὸ δὲ διὰ τὴν δόξαν αἱρετόν, οἷον ὑγίεια κάλλους.
如果一者是因为其自身,而另一者是因为名望而可取,例如健康之于美。
Ὅρος δὲ τοῦ πρὸς δόξαν τὸ μηδενὸς συνειδότος μὴ ἂν σπουδάσαι ὑπάρχειν.
而“为了名望”的界定是:在没有任何人知道的情况下,人们不会热切希望其存在。
Καὶ εἰ τὸ μὲν δι᾿ αὑτὸ καὶ διὰ τὴν δόξαν αἱρετόν, τὸ δὲ διὰ θάτερον μόνον.
如果一者既因为其自身也因为名望而可取,而另一者仅因其中之一而可取。
Καὶ ὁπότερον μᾶλλον δι᾿ αὑτὸ τίμιον, τοῦτο καὶ βέλτιον καὶ αἱρετώτερον.
而且,哪一个更因其自身而尊贵,它就更好也更可取。
Τιμιώτερον δ᾿ ἂν εἴη καθ᾿ αὑτό, ὃ μηδενὸς ἄλλου μέλλοντος ὑπάρξειν δι᾿ αὑτὸ αἱρούμεθα μᾶλλον.
就其自身而言更尊贵的,是即使没有其他任何东西会随之产生,我们也更愿意因其自身而选择的东西。
Ἔτι διελέσθαι ποσαχῶς τὸ αἱρετὸν λέγεται καὶ τίνων χάριν, οἷον τοῦ συμφέροντος ἢ τοῦ καλοῦ ἢ τοῦ ἡδέος· τὸ γὰρ πρὸς ἅπαντα ἢ πρὸς τὰ πλείω χρήσιμον αἱρετώτερον ἂν ὑπάρχοι τοῦ μὴ ὁμοίως.
此外,应当区分“可取”有多少种含义,以及是为了什么,例如是为了有用、美还是快乐;因为对一切事物或对大多数事物有用的东西,比不如此的东西更可取。
Τῶν δ᾿ αὐτῶν ἀμφοτέροις ὑπαρχόντων, ὁποτέρῳ μᾶλλον ὑπάρχει σκεπτέον, πότερον ἥδιον ἢ κάλλιον ἢ συμφερώτερον.
当这些相同的性质对两者都具备时,必须考察哪一个具备得更多,是更快乐、更美还是更有用。
Πάλιν τὸ τοῦ βελτίονος ἕνεκεν αἱρετώτερον, οἷον τὸ ἀρετῆς ἕνεκεν ἢ ἡδονῆς.
再者,为了更好事物的那一个更可取,例如为了美德的比为了快乐的更可取。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν φευκτῶν· φευκτότερον γὰρ τὸ μᾶλλον ἐμποδιστικὸν τῶν αἱρετῶν, οἷον νόσος αἴσχους· καὶ γὰρ ἡδονῆς καὶ τοῦ σπουδαῖον εἶναι κωλυτικώτερον ἡ νόσος.
同样地,对于应避免的事物也是如此;因为对可取事物阻碍更大的事物更应避免,例如疾病之于丑陋;因为疾病对快乐和成为优秀的人都有更大的阻碍作用。
Ἔτι ἐκ τοῦ ὁμοίως δεικνύναι φευκτὸν καὶ αἱρετὸν τὸ προκείμενον· ἧττον γὰρ αἱρετὸν τὸ τοιοῦτον, ὃ καὶ ἕλοιτ᾿ ἄν τις ὁμοίως καὶ φύγοι, τοῦ ἑτέρου ὄντος αἱρετοῦ μόνον.
此外,如果被提出的事物被表明同样应避免且可取,那么它就较不可取;因为对于这种既让人选择又让人避免的事物,比起另一者仅仅是可取的情况,它就显得不那么可取了。