Humanitext Reader

亚里士多德 · 论题篇 §3.2#2

基于接近善与必需性等判断何者更可取的准则

第 25 段,共 94 段 · 希腊语

内容简介

本节整理了从多个维度判断何者更可取的论点,涉及与善的相似性或接近度、不同类别中最优秀事物的对比、与朋友共享的可能性、必需品与余裕(奢侈品)的关系,以及人们对其缺失的反应等。

§3.2#2Ἄλλος τόπος, τὸ ἐγγύτερον τἀγαθοῦ βέλτιον καὶ αἱρετώτερον.
另一个论点是:更接近善的事物,更好且更可取。
Καὶ τὸ ὁμοιότερον τἀγαθῷ, οἷον ἡ δικαιοσύνη δικαίου.
更像善的事物也是如此,例如,正义比正义的人。
Καὶ τὸ τῷ βελτίονι αὑτοῦ ὁμοιότερον, καθάπερ τὸν Αἴαντα τοῦ Ὀδυσσέως φασὶ βελτίω τινὲς εἶναι, διότι ὁμοιότερος τῷ Ἀχιλλεῖ.
以及更像比自身更好的事物的事物,正如有人说大埃阿斯比奥德修斯更好,因为他更像阿喀琉斯。
Ἔνστασις τούτου ὅτι οὐκ ἀληθές· οὐδὲν γὰρ κωλύει, μὴ ᾗ βέλτιστος ὁ. Ἀχιλλεύς, ταύτῃ ὁμοιότερον εἶναι τὸν Αἴαντα, τοῦ ἑτέρου ὄντος μὲν ἀγαθοῦ μὴ ὁμοίου δέ.
对此的异议是,这并不真实;因为并不妨碍埃阿斯并非在阿喀琉斯最优秀的那一方面更像阿喀琉斯,而另一人虽然也是善的,但只是不像而已。
Σκοπεῖν δὲ καὶ εἰ ἐπὶ τὸ γελοιότερον εἴη ὅμοιον, καθάπερ ὁ πίθηκος τῷ ἀνθρώπῳ, τοῦ ἵππου μὴ ὄντος ὁμοίου· οὐ γὰρ κάλλιον ὁ πίθηκος, ὁμοιότερον δὲ τῷ ἀνθρώπῳ.
还要考虑这种相似性是否会指向更可笑的事物,就像猿猴像人,而马不像一样;因为猿猴并不比马更美,只是更像人而已。
Πάλιν ἐπὶ δυοῖν εἰ τὸ μὲν τῷ βελτίονι τὸ δὲ τῷ χείρονι ὁμοιότερον, εἴη ἂν βέλτιον τὸ τῷ βελτίονι ὁμοιότερον.
再者,对于两个事物,如果一者更像较好者,另一者更像较差者,那么更像较好者的一者应该更好。
Ἔχει δὲ καὶ τοῦτο ἔνστασιν· οὐδὲν γὰρ κωλύει τὸ μὲν τῷ βελτίονι ἠρέμα ὅμοιον εἶναι, τὸ δὲ τῷ χείρονι σφόδρα, οἷον εἰ ὁ μὲν Αἴας τῷ Ἀχιλλει ἠρέμα, ὁ δ᾿ Ὀδυσσεὺς τῷ Νέστορι σφόδρα.
但这同样有异议;因为并不妨碍一者只是稍微像较好者,而另一者非常像较差者,例如埃阿斯只是稍微像阿喀琉斯,而奥德修斯非常像涅斯托尔。
Καὶ εἰ τὸ μὲν τῷ βελτίονι ὅμοιον ἐπὶ τὰ χείρω ὅμοιον εἴη, τὸ δὲ τῷ χείρονι ἐπὶ τὰ βελτίω, καθάπερ ἵππος ὄνῳ καὶ πίθηκος ἀνθρώπῳ.
如果更像较好者的一者是在较差的性质上相似,而更像较差者的一者是在较好的性质上相似,也同样如此,就像马之于驴,猿猴之于人。
Ἄλλος, τὸ ἐπιφανέστερον τοῦ ἧττον τοιούτου, καὶ τὸ χαλεπώτερον· μᾶλλον γὰρ ἀγαπῶμεν ἔχοντες ἃ μὴ ἔστι ῥᾳδίως λαβεῖν.
另一个论点:比不那么显著的事物更显著的事物更可取,以及更困难的事物;因为我们拥有不易得到的事物时会更加珍惜。
Καὶ τὸ ἰδιαίτερον τοῦ κοινοτέρου.
以及更专属的事物比较通俗的事物更可取。
Καὶ τὸ τοῖς κακοῖς ἀκοινωνητότερον· αἱρετώτερον γὰρ ᾧ μηδεμία δυσχέρεια ἀκολουθεῖ ἢ ᾧ ἀκολουθεῖ.
以及更不与恶相联系的事物;因为没有任何不快相伴随的事物,比有不快相伴随的事物更可取。
Ἔτι εἰ ἁπλῶς τοῦτο τούτου βέλτιον, καὶ τὸ βέλτιστον τῶν ἐν τούτῳ βέλτιον τοῦ ἐν τῷ ἑτέρῳ βελτίστου, οἷον εἰ βέλτιον ἄνθρωπος ἵππου, καὶ ὁ βέλτιστος ἄνθρωπος τοῦ βελτίστου ἵππου βελτίων.
此外,如果无条件地此物比彼物更好,那么此物中最优秀的也比彼物中最优秀的更好,例如如果人比马更好,那么最优秀的人也比最优秀的马更好。
Καὶ εἰ τὸ βέλτιστον τοῦ βελτίστου βέλτιον, καὶ ἁπλῶς τοῦτο τούτου βέλτιον, οἷον εἰ ὁ βέλτιστος ἄνθρωπος τοῦ βελτίστου ἵππου βελτίων, καὶ ἁπλῶς ἄνθρωπος ἵππου βελτίων.
如果最优秀的比最优秀的更好,那么无条件地此物也比彼物更好,例如如果最优秀的人比最优秀的马更好,那么无条件地人也比马更好。
Ἔτι ὧν ἔστι τοὺς φίλους μετασχεῖν, αἱρετώτερα ἢ ὧν μή.
此外,朋友可以共同分享的事物,比不能共同分享的事物更可取。
Καὶ ἃ πρὸς τὸν φίλον πρᾶξαι μᾶλλον βουλόμεθα ἢ ἃ πρὸς τὸν τυχόντα, ταῦτα αἱρετώτερα, οἷον τὸ δικαιοπραγεῖν καὶ εὖ ποιεῖν μᾶλλον ἢ τὸ δοκεῖν· τοὺς γὰρ φίλους εὖ ποιεῖν βουλόμεθα μᾶλλον ἢ δοκεῖν, τοὺς δὲ τυχόντας ἀνάπαλιν.
以及我们更愿意对朋友做而不是对随便一个旁人做的事情,这些更可取,例如行正义和行善,比表现得如此更可取;因为我们对朋友更愿意行善,而不是表现得如此,但对于随便的旁人则相反。
Καὶ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων βελτίω, ἐνίοτε δὲ καὶ αἱρετώτερα· βέλτιον γὰρ τοῦ ζῆν τὸ εὖ ζῆν, τὸ δὲ εὖ ζῆν ἐστὶν ἐκ περιουσίας, αὐτὸ δὲ τὸ ζῆν ἀναγκαῖον.
而且,来自余裕的事物比必需的事物更好,有时也更可取;因为活得好比仅仅活着更好,而活得好是来自余裕,活着本身则是必需的。
Ἐνίοτε δὲ τὰ βελτίω οὐχὶ καὶ αἱρετώτερα· οὐ γὰρ εἰ βελτίω, ἀναγκαῖον καὶ αἱρετώτερα· τὸ γοῦν φιλοσοφεῖν βέλτιον τοῦ χρηματίζεσθαι, ἀλλ᾿ οὐχ αἱρετώτερον τῷ ἐνδεεῖ τῶν ἀναγκαίων.
但有时较好的事物并不也更可取;因为较好并不必然更可取;例如,追求智慧显然比赚钱更好,但对于缺乏生活必需品的人来说,它并不更可取。
Τὸ δ᾿ ἐκ περιουσίας ἐστίν, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ προσκατασκευάζηταί τις τῶν καλῶν.
而所谓来自余裕,是指在必需品已经具备的情况下,人们再去额外获取其他某些美好的事物。
Σχεδὸν δὲ ἴσως αἱρετώτερον τὸ ἀναγκαῖόν ἐστι, βέλτιον δὲ τὸ ἐκ περιουσίας.
或许,大致上说,必需的事物更可取,而来自余裕的事物更好。
Καὶ ὃ μὴ ἔστι παρ᾿ ἄλλου πορίσασθαι ἢ ὃ ἔστι καὶ παρ᾿ ἄλλου, οἷον πέπονθεν ἡ δικαιοσύνη πρὸς τὴν ἀνδρίαν.
以及不能从他人处获得的事物,比也能从他人处获得的事物更可取,就像正义之于勇敢的关系一样。
Καὶ εἰ τόδε μὲν ἄνευ τοῦδε αἱρετόν, τόδε δὲ ἄνευ τοῦδε μή, οἷον δύναμις ἄνευ φρονήσεως οὐχ αἱρετόν, φρόνησις δ᾿ ἄνευ δυνάμεως αἱρετόν.
如果此物没有彼物也仍可取,而彼物没有此物则不可取,例如没有明智的力量不可取,而没有力量的明智是可取的。
Καὶ δυοῖν εἰ θάτερον ἀρνούμεθα, ἵνα τὸ λοιπὸν δόξῃ ἡμῖν ὑπάρχειν, ἐκεῖνο αἱρετώτερον ὃ βουλόμεθα δοκεῖν ὑπάρχειν, οἷον φιλοπονεῖν ἀρνούμεθα, ἵν᾿ εὐφυεῖς εἶναι δόξωμεν.
如果对于两个事物,我们否定其中一者,是为了让剩下的一者看起来属于我们,那么我们希望看起来属于我们的那一者更可取,例如我们否定自己勤奋,是为了让我们看起来天资聪颖。
Ἔτι οὗ τῇ ἀπουσίᾳ ἧττον ἐπιτιμητέον δυσφοροῦσι, τοῦτο αἱρετώτερον.
此外,在它缺失时,人们对那些感到痛苦的人非难较少的事物,这更可取。
Καὶ οὗ τῇ ἀπουσίᾳ μὴ δυσφοροῦντι μᾶλλον ἐπιτιμητέον, τοῦτο αἱρετώτερον.
而在它缺失时,对那些不感到痛苦的人非难较多的事物,这更可取。

词汇与语法注释

  1. §3.2#2ἡ δικαιοσύνη δικαίου — 意为“正义(本身)比正义的人(或正义的事物)”。`δικαίου` 是受比较级形容词 `ὁμοιότερον`(更相似)支配的比较属格。这里将抽象概念(正义本身)与具体体现(正义的人)进行对比,指出前者与“善”更相似。
  2. §3.2#2τοῦ ἑτέρου ὄντος μὲν ἀγαθοῦ μὴ ὁμοίου δέ — 属格独立结构(genitive absolute)。`τοῦ ἑτέρου`(另一者,此处指奥德修斯)作主语,表达让步或对比的背景:“虽然另一者确实是善的,但并不相似”。
  3. ¦p.303¦οὗ τῇ ἀπουσίᾳ ἧττον ἐπιτιμητέον δυσφοροῦσι — 结构意为“在它缺失时,对于那些感到痛苦的人非难较少”。形容词性动词 `ἐπιτιμητέον`(应受非难的)支配与格分词 `δυσφοροῦσι`(感到痛苦的人),关系代词 `οὗ` 作 `ἀπουσίᾳ`(缺失)的属格定语。其逻辑是,由于该事物非常可取,人们因其缺失而痛苦是自然的,因此对这些痛苦者的指责就会较少。

引用这一段

亚里士多德, 论题篇 §3.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:3.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。