§3.2#1Ἔτι ὅταν δύο τινὰ ᾖ σφόδρα ἀλλήλοις παραπλήσια καὶ μὴ δυνώμεθα ὑπεροχὴν μηδεμίαν συνιδεῖν τοῦ ἑτέρου πρὸς τὸ ἕτερον, ὁρᾶν ἀπὸ τῶν παρεπομένων· ᾧ γὰρ ἕπεται μεῖζον ἀγαθόν, τοῦθ᾿ αἱρετώτερον.
此外,当某两个事物彼此非常相似,而我们无法看出其中一者对另一者有任何优越之处时,我们必须从其伴随的事物(后果)来看;因为那伴随有更大善的事物更可取。
Ἂν δ᾿ ᾖ τὰ ἑπόμενα κακά, ᾧ τὸ ἔλαττον ἀκολουθεῖ κακόν, τοῦθ᾿ αἱρετώτερον.
如果伴随的是恶,那么那伴随有较小恶的事物更可取。
Ὄντων γὰρ ἀμφοτέρων αἱρετῶν οὐδὲν κωλύει δυσχερές τι παρέπεσθαι.
因为即使两者都是可取的,也并不妨碍某种困难伴随其中。
Διχῶς δ᾿ ἀπὸ τοῦ ἕπεσθαι ἡ σκέψις· καὶ γὰρ πρότερον καὶ ὕστερον ἕπεται, οἷον τῷ μανθάνοντι τὸ μὲν ἀγνοεῖν πρότερον, τὸ δ᾿ ἐπίστασθαι ὕστερον.
从伴随事物进行的考察有两种方式:因为伴随有在先的和在后的,例如对于学习者来说,无知是在先的,而拥有知识是在后的。
Βέλτιον δ᾿ ὡς ἐπὶ τὸ πολὺ τὸ ὕστερον ἑπόμενον.
而且通常来说,在后的伴随事物更好。
Λαμβάνειν οὖν τῶν ἑπομένων ὁπότερον ἂν ᾖ χρήσιμον.
因此,应当采取伴随事物中哪一个是有用的。
Ἔτι τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων, ἢ ἁπλῶς, ἢ ὅταν τὰ ἕτερα ἐν τοῖς ἑτέροις ὑπάρχῃ, τὰ ἐλάττῳ ἐν τοῖς πλείοσιν.
此外,较多数目的善比较少数目的善更可取,或是无条件的,或是当一者存在于另一者之中时,即较少数目存在于较多数目之中。
Ἔνστασις, εἴ που θάτερον θατέρου χάριν· οὐδὲν γὰρ αἱρετώτερα τὰ ἄμφω τοῦ ἑνός, οἷον τὸ ὑγιάζεσθαι καὶ ἡ ὑγίεια τῆς ὑγιείας, ἐπειδὴ τὸ ὑγιάζεσθαι τῆς ὑγιείας ἕνεκεν αἱρούμεθα.
但若万一其中一者是为了另一者,则会产生异议;因为两者合在一起并不比仅有一者更可取,例如恢复健康和健康比起健康本身并不更可取,因为我们是为了健康而选择恢复健康。
Καὶ μὴ ἀγαθὰ δὲ ἀγαθῶν οὐδὲν κωλύει εἶναι αἱρετώτερα, οἷον εὐδαιμονίαν καὶ ἄλλο τι ὃ μή ἐστιν ἀγαθὸν δικαιοσύνης καὶ ἀνδρίας.
而且,非善的事物也完全不妨碍其比善的事物更可取,例如幸福与另一个并非善的事物,比正义和勇敢更可取。
Καὶ ταὐτὰ μεθ᾿ ἡδονῆς μᾶλλον ἢ ἄνευ ἡδονῆς.
同样,相同的事物伴随快乐比不伴随快乐更可取。
Καὶ ταὐτὰ μετ᾿ ἀλυπίας μᾶλλον ἢ μετὰ λύπης.
同样,相同的事物伴随无痛苦比伴随痛苦更可取。
Καὶ ἕκαστον ἐν ᾧ καιρῷ μεῖζον δύναται, ἐν τούτῳ καὶ αἱρετώτερον, οἷον τὸ ἀλύπως ἐν τῷ γήρᾳ μᾶλλον ἢ ἐν τῇ νεότητι· μεῖζον γὰρ ἐν τῷ γήρᾳ δύναται.
而且,每一事物在它能发挥更大力量的时期,在这一时期也更可取,例如无痛苦在老年比在青年更可取;因为在老年它能发挥更大的力量。
Κατὰ ταῦτα δὲ καὶ ἡ φρόνησις ἐν τῷ γήρᾳ αἱρετώτερον· οὐδεὶς γὰρ τοὺς νέους αἱρεῖται ἡγεμόνας διὰ τὸ μὴ ἀξιοῦν φρονίμους εἶναι.
依此看来,明智在老年也更可取;因为没有人选择年轻人作领导者,因为人们认为他们不可能是明智的。
Ἡ δ᾿ ἀνδρία ἀνάπαλιν· ἐν τῇ νεότητι γὰρ ἀναγκαιοτέρα ἡ κατὰ τὴν ἀνδρίαν ἐνέργεια.
但勇敢则相反;因为在青年时期,依照勇敢的活动更为必要。
Ὁμοίως δὲ καὶ ἡ σωφροσύνη· μᾶλλον γὰρ οἱ νέοι τῶν πρεσβυτέρων ὑπὸ τῶν ἐπιθυμιῶν ἐνοχλοῦνται.
同样,节制也是如此;因为年轻人比年长者更容易受到欲望的困扰。
Καὶ ὃ ἐν παντὶ καιρῷ ἢ ἐν τοῖς πλείστοις χρησιμώτερον, οἷον δικαιοσύνη καὶ σωφροσύνη ἀνδρίας· αἱ μὲν γὰρ ἀεὶ ἡ δὲ ποτὲ χρησίμη.
而且,在所有时期或在大多数时期更有用的事物更可取,例如正义和节制之于勇敢;因为前者总是用得着,而后者只是有时有用。
Καὶ ὃ πάντων ἐχόντων μηδὲν θατέρου δεόμεθα, ἢ ὃ ἐχόντων προσδεόμεθα τοῦ λοιποῦ, καθάπερ ἐπὶ δικαιοσύνης καὶ ἀνδρίας· δικαίων μὲν γὰρ πάντων ὄντων οὐδὲν χρήσιμος ἡ ἀνδρία, ἀνδρείων δὲ πάντων ὄντων χρήσιμος ἡ δικαιοσύνη.
而且,如果当所有人都拥有它时我们就不需要另一者,这比拥有它时我们仍然需要其余者更可取,正如正义与勇敢的情况一样;因为如果所有人都是正义的,勇敢就毫无用处,但如果所有人都是勇敢的,正义仍然有用。
Ἔτι ἐκ τῶν φθορῶν καὶ τῶν ἀποβολῶν καὶ τῶν γενέσεων καὶ τῶν λήψεων καὶ τῶν ἐναντίων· ὧν γὰρ αἱ φθοραὶ φευκτότεραι, αὐτὰ αἱρετώτερα.
此外,可以从毁灭、丧失、生成、获得以及相反的事物来进行判断;因为那些其毁灭更应避免的事物,其自身更可取。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀποβολῶν καὶ τῶν ἐναντίων· οὗ γὰρ ἡ ἀποβολὴ ἢ τὸ ἐναντίον φευκτότερον, αὐτὸ αἱρετώτερον.
同样,在丧失和相反事物的情况下也是如此;因为那其丧失或相反事物更应避免的事物,其自身更可取。
Ἐπὶ δὲ τῶν γενέσεων καὶ τῶν λήψεων ἀνάπαλιν· ὧν γὰρ αἱ λήψεις καὶ αἱ γενέσεις αἱρετώτεραι, καὶ αὐτὰ αἱρετώτερα.
但在生成和获得的情况下则相反;因为那些其获得和生成更可取的事物,其自身也更可取。