Humanitext Reader

亚里士多德 · 论题篇 §3.1#2

基于本质原因与无条件之善的取舍标准

第 23 段,共 94 段 · 希腊语

内容简介

本节探讨了判断事物更可取的多种标准(论题),包括“因自身而作为原因”优于“偶然作为原因”、“无条件好”优于“对特定人好”、顺应自然、以及更接近目的。特别是通过比例(类比)关系,精密地论证了目的与其致动原因之间的优劣关系。

§3.1#2Καὶ τὸ αἴτιον ἀγαθοῦ καθ᾿ αὑτὸ τοῦ κατὰ συμβεβηκὸς αἰτίου, καθάπερ ἡ ἀρετὴ τῆς τύχης· ἡ μὲν γὰρ καθ᾿ αὑτὴν ἡ δὲ κατὰ συμβεβηκὸς αἰτία τῶν ἀγαθῶν, καὶ εἴ τι ἄλλο τοιοῦτον.
同样,那因自身而作为善的原因的事物,比偶然作为原因的事物更可取,正如美德之于运气;因为前者是本质上作为善的原因,而后者是偶然作为原因,其他这类情况也同样如此。
Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐναντίου· τὸ γὰρ καθ᾿ αὑτὸ κακοῦ αἴτιον φευκτότερον τοῦ κατὰ συμβεβηκός, οἷον ἡ κακία καὶ ἡ τύχη· τὸ μὲν γὰρ καθ᾿ αὑτὸ κακόν, ἡ δὲ τύχη κατὰ συμβεβηκός.
相反的情况也依此类推:因为那因自身而作为恶的原因的事物,比偶然作为原因的事物更应避免,例如邪恶与运气;因为前者本身就是恶,而运气只是偶然如此。
Καὶ τὸ ἁπλῶς ἀγαθὸν τοῦ τινὶ αἱρετώτερον, οἷον τὸ ὑγιάζεσθαι τοῦ τέμνεσθαι· τὸ μὲν γὰρ ἁπλῶς ἀγαθόν, τὸ δὲ τινὶ τῷ δεομένῳ τομῆς.
此外,那无条件好的事物,比对特定人好的事物更可取,例如恢复健康比接受手术更可取;因为前者是无条件好的,而后者只对需要手术的特定人是好的。
Καὶ τὸ φύσει τοῦ μὴ φύσει, οἷον ἡ δικαιοσύνη τοῦ δικαίου· τὸ μὲν γὰρ φύσει, τὸ δ᾿ ἐπίκτητον.
同样,那顺应自然的事物,比不顺应自然的事物更可取,例如正义比正义的人更可取;因为前者是出于自然,而后者是后天获得的。
Καὶ τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ ὑπάρχον αἱρετῶτερον, οἷον θεῷ ἢ ἀνθρώπῳ καὶ ψυχῇ ἢ σώματι.
同样,那属于更优且更尊贵者所有的事物更可取,例如属于神而非属于人,属于灵魂而非属于肉体。
Καὶ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον ἢ τὸ τοῦ χείρονος, οἷον τὸ τοῦ θεοῦ ἢ τὸ τοῦ ἀνθρώπου· κατὰ μὲν γὰρ τὰ κοινὰ ἐν ἀμφοτέροις οὐδὲν διαφέρει ἀλλήλων, τοῖς δ᾿ ἰδίοις τὸ ἕτερον τοῦ ἑτέρου ὑπερέχει.
同样,那属于更优者的特有属性,比属于较差者的特有属性更好,例如神特有的比人特有的更好;因为就两者共同的属性而言,它们彼此并无差别,但在特有的属性上,一者超越了另一者。
Καὶ τὸ ἐν βελτίοσιν ἢ προτέροις ἢ τιμιωτέροις βέλτιον, οἷον ὑγίεια ἰσχύος καὶ κάλλους.
同样,那存在于更优、更在先或更尊贵事物中的事物更好,例如健康比力量和美貌更好。
Ἡ μὲν γὰρ ἐν ὑγροῖς καὶ ξηροῖς καὶ θερμοῖς καὶ ψυχροῖς, ἁπλῶς δ᾿ εἰπεῖν ἐξ ὧν πρώτων συνέστηκε τὸ ζῷον, τὰ δ᾿ ἐν τοῖς ὑστέροις· ἡ μὲν γὰρ ἰσχὺς ἐν τοῖς νεύροις καὶ ὀστοῖς, τὸ δὲ κάλλος τῶν μελῶν τις συμμετρία δοκεῖ εἶναι.
因为前者存在于湿、干、温、冷之中——简而言之,存在于构成生物的最原始元素中——而后者存在于后起的事物中;因为力量存在于肌腱和骨骼中,而美貌则被认为是肢体的某种匀称。
Καὶ τὸ τέλος τῶν πρὸς τὸ τέλος αἱρετώτερον δοκεῖ εἶναι, καὶ δυοῖν τὸ ἔγγιον τοῦ τέλους.
同样,目的似乎比为了目的而存在的事物更可取,而在两件事物中,更接近目的的那一个更可取。
Καὶ ὅλως τὸ πρὸς τὸ τοῦ βίου τέλος αἱρετώτερον μᾶλλον ἢ τὸ πρὸς ἄλλο τι, οἷον τὸ πρὸς εὐδαιμονίαν συντεῖνον ἢ τὸ πρὸς φρόνησιν.
总体而言,指向生命目的的事物,比指向其他事物的事物更可取,例如有助于幸福的事物比有助于明智的事物更可取。
Καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου.
同样,可能的事物比不可能的事物更可取。
Ἔτι δύο ποιητικῶν, οὗ τὸ τέλος βέλτιον.
此外,在两个致动原因中,其目的更好的那一个更可取。
Ποιητικοῦ δὲ καὶ τέλους ἐκ τοῦ ἀνάλογον, ὅταν πλείονι ὑπερέχῃ τὸ τέλος τοῦ τέλους ἢ ἐκεῖνο τοῦ οἰκείου ποιητικοῦ, οἷον εἰ ἡ εὐδαιμονία πλείονι ὑπερέχει ὑγιείας ἢ ὑγίεια ὑγιεινοῦ, τὸ ποιητικὸν εὐδαιμονίας βέλτιον ὑγιείας.
而致动原因与目的之间的比较则通过类比来进行:当一目的超越另一目的的程度,大于该另一目的超越其自身致动原因的程度时;例如,如果幸福超越健康的程度,大于健康超越健康之物(能产生健康的事物)的程度,那么幸福的致动原因就比健康更好。
Ὅσῳ γὰρ ἡ εὐδαιμονία ὑγιείας ὑπερέχει, τοσούτῳ καὶ τὸ ποιητικὸν τὸ τῆς εὐδαιμονίας τοῦ ὑγιεινοῦ ὑπερέχει.
因为幸福超越健康的程度有多少,幸福的致动原因超越健康之物的程度也就有多少。
Ἡ δὲ ὑγίεια τοῦ ὑγιεινοῦ ἐλάττονι ὑπερεῖχεν, ὥστε πλείονι ὑπερέχει τὸ ποιητικὸν εὐδαιμονίας τοῦ ὑγιεινοῦ ἢ ἡ ὑγίεια τοῦ ὑγιεινοῦ.
而健康超越健康之物的程度较小,因此幸福的致动原因超越健康之物的程度,要大于健康超越健康之物的程度。
Δῆλον ἄρα ὅτι αἱρετώτερον τὸ ποιητικὸν εὐδαιμονίας τῆς ὑγιείας· τοῦ γὰρ αὐτοῦ πλείονι ὑπερέχει.
由此可见,幸福的致动原因比健康更可取,因为其超越相同事物的程度更大。
Ἔτι τὸ κάλλιον καθ᾿ αὑτὸ καὶ τιμιώτερον καὶ ἐπαινετώτερον, οἷον φιλία πλούτου καὶ δικαιοσύνη ἰσχύος.
此外,那因自身而更美好、更尊贵、更值得赞美的事物更可取,例如友谊比财富更可取,正义比力量更可取。
Τὰ μὲν γὰρ καθ᾿ αὑτὰ τῶν τιμίων καὶ ἐπαινετῶν, τὰ δ᾿ οὐ καθ᾿ αὑτὰ ἀλλὰ δι᾿ ἕτερον· οὐδεὶς γὰρ τιμᾷ τὸν πλοῦτον δι᾿ ἑαυτὸν ἀλλὰ δι᾿ ἕτερον, τὴν δὲ φιλίαν καθ᾿ αὑτό, καὶ εἰ μηδὲν μέλλει ἡμῖν ἕτερον ἀπ᾿ αὐτῆς ἔσεσθαι.
因为前者是因自身而尊贵且值得赞美的,而后者不是因自身,而是因他物;因为没有人会因财富自身而尊重它,而是因他物,但我们因友谊自身而尊重它,即使我们不能从中获得任何其他好处。

词汇与语法注释

  1. p.299τοῦ τινὶ — 意为“对某人(特定人)而言[好的事物]”。与前文“无条件好的事物”(τὸ ἁπλῶς ἀγαθόν)相对照,此处省略了名词“好”(ἀγαθόν),并作为属格比较级,构成与“更可取”(αἱρετώτερον)进行比较的对象。
  2. p.299τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ ὑπάρχον — 分词 ὑπάρχον 支配与格,意为“属于……”或“存在于……之中”。因此,该短语意为“那属于(或存在于)更优且更尊贵者所有的事物”。
  3. p.299δυοῖν τὸ ἔγγιον τοῦ τέλους — δυοῖν 是属格,表示范围(部分属格,意为“在两件事物之中”)。τοῦ τέλους 也是属格,作为副词比较级 ἔγγιον(更接近)的比较对象(意为“接近目的”)。
  4. p.299ὅταν πλείονι ὑπερέχῃ τὸ τέλος τοῦ τέλους ἢ ἐκεῖνο τοῦ οἰκείου ποιητικοῦ — 指示代词 ἐκεῖνο 指代前文作为比较对象的“另一个目的”(例如健康)。πλείονι 是表示程度或差异的与格(意为“以更大的幅度”)。因此整句的结构为:“当[前一个]目的超越[后一个]目的的程度,大于该[后一个]目的(ἐκεῖνο)超越其自身致动原因的程度时”。
  5. p.300τοῦ γὰρ αὐτοῦ πλείονι ὑπερέχει — τοῦ αὐτοῦ 是中性属格,指代“相同的事物”(此处指“健康之物”),作为动词 ὑπερέχει 支配的比较属格。πλείονι 是表示差异程度的与格。整句意为:“因为其超越相同事物的程度更大”。

引用这一段

亚里士多德, 论题篇 §3.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:3.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。