Humanitext Reader

亚里士多德 · 论题篇 §3.1#1

比较并判定何者更可取的论题

第 22 段,共 94 段 · 希腊语

内容简介

亚里士多德开始介绍用于比较两件密切相关事物中哪一个更可取的论点,讨论了时间持久性、智者的选择、本质性以及自身具有价值等标准。

§3.1#1## Γ. Πότερον δ᾿ αἱρετώτερον ἢ βέλτιον δυεῖν ἢ πλειόνων, ἐκ τῶνδε σκεπτέον.
Γ. 对于两件事物或多件事物中,哪一个更可取或更好,应当从以下几个方面进行考察。
Πρῶτον δὲ διωρίσθω ὅτι τὴν σκέψιν ποιούμεθα οὐχ ὑπὲρ τῶν πολὺ διεστώτων καὶ μεγάλην πρὸς ἄλληλα διαφορὰν ἐχόντων (οὐδεὶς γὰρ ἀπορεῖ πότερον ἡ εὐδαιμονία ἢ ὁ πλοῦτος αἱρετώτερον) ἀλλ᾿ ὑπὲρ τῶν σύνεγγυς, καὶ περὶ ὧν ἀμφισβητοῦμεν ποτέρῳ δεῖ προσθέσθαι μᾶλλον, διὰ τὸ μηδεμίαν ὁρᾶν τοῦ ἑτέρου πρὸς τὸ ἕτερον ὑπεροχήν.
首先,应当明确规定,我们所做的考察不是针对那些相差甚远、彼此具有巨大差异的事物(因为没有人会疑惑幸福和财富哪个更可取),而是针对那些彼此非常接近、并且让我们在应该更倾向于哪一个上产生争论的事物,因为我们看不出其中一个对另一个有什么优势。
Δῆλον οὖν ἐπὶ τῶν τοιούτων ὅτι δειχθείσης ὑπεροχῆς ἢ μιᾶς ἢ πλειόνων συγκαταθήσεται ἡ διάνοια ὅτι τοῦτ᾿ ἐστὶν αἱρετώτερον, ὁπότερον τυγχάνει αὐτῶν ὑπερέχον.
因此,在这些情况下,显而易见,一旦展示出了一个或多个优势,我们的理智就会赞同:它们之中恰好具有优势的那一个更可取。
Πρῶτον μὲν οὖν τὸ πολυχρονιώτερον ἢ βεβαιότερον αἱρετώτερον τοῦ ἧττον τοιούτου.
因此,首先,与较不具有这些性质的事物相比,那更长久的或更稳固的更可取。
Καὶ ὃ μᾶλλον ἂν ἕλοιτο ὁ φρόνιμος ἢ ὁ ἀγαθὸς ἀνήρ, ἢ ὁ νόμος ὁ ὀρθός, ἢ οἱ σπουδαῖοι περὶ ἕκαστα αἱρούμενοι ᾗ τοιοῦτοί εἰσιν, ἢ οἱ ἐν ἑκάστῳ γένει ἐπιστήμονες, ἢ ὅσα οἱ πλείους ἢ πάντες, οἷον ἐν ἰατρικῇ ἢ τεκτονικῇ ἃ οἱ πλείους τῶν ἰατρῶν ἢ πάντες, ἢ ὅσα ὅλως οἱ πλείους ἢ πάντες ἢ πάντα, οἶον τἀγαθόν· πάντα γὰρ τἀγαθοῦ ἐφίεται.
同样,聪明人或好人,或正确的法律,或各个领域的优秀人士在作为这样的人进行选择时更愿意选择的事物,或每个类别中的专家,或大多数人或所有人会选择的事物(例如,在医学或木工中,大多数医生或全部医生会选择的事物),或总体上大多数事物、全部事物或一切事物会选择的事物,例如善(因为一切事物都追求善),这些都更可取。
Δεῖ δ᾿ ἄγειν πρὸς ὅ τι ἂν ᾖ χρήσιμον τὸ ῥηθησόμενον.
但我们必须把所说的内容引导到任何可能有用的方向上。
Ἔστι δ᾿ ἁπλῶς μὲν βέλτιον καὶ αἱρετώτερον τὸ κατὰ τὴν βελτίω ἐπιστήμην, τινὶ δὲ τὸ κατὰ τὴν οἰκείαν.
从绝对意义上说,符合更优知识的事物更好且更可取,但对特定的人来说,符合其自身特有知识的事物更可取。
Ἔπειτα δὲ τὸ ὅπερ τόδε τι τοῦ μὴ ἐν γένει, οἷον ἡ δικαιοσύνη τοῦ δικαίου· τὸ μὲν γὰρ ἐν γένει τῷ ἀγαθῷ, τὸ δ᾿ οὔ, καὶ τὸ μὲν ὅπερ ἀγαθόν, τὸ δ᾿ οὔ· οὐδὲν γὰρ λέγεται ὅπερ τὸ γένος, ὃ μὴ τυγχάνει ἐν τῷ γένει ὄν, οἷον ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστιν ὅπερ χρῶμα.
其次,那作为“恰好是某个特定种类”的事物,比不属于该类的事物更可取,例如正义比正义的人更可取;因为前者属于“善”这一类,而后者不属于,且前者恰好是善本身,而后者不是;因为任何不属于该类的事物,都不能被称为该类本身,例如白人 rational 并不是颜色本身。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也依此类推。
Καὶ τὸ δι᾿ αὑτὸ αἱρετὸν τοῦ δι᾿ ἕτερον αἱρετοῦ αἱρετώτερον, οἷον τὸ ὑγιαίνειν τοῦ γυμνάζεσθαι· τὸ μὲν γὰρ δι᾿ αὑτὸ αἱρετόν, τὸ δὲ δι᾿ ἕτερον.
此外,那因自身而可取的事物,比因他物而可取的事物更可取,例如健康比锻炼更可取;因为前者是因自身而可取,后者则是因他物而可取。
Καὶ τὸ καθ᾿ αὑτὸ τοῦ κατὰ συμβεβηκός, οἷον τὸ τοὺς φίλους δικαίους εἶναι τοῦ τοὺς ἐχθρούς.
同样,那本质上如此的事物,比偶然如此的事物更可取,例如朋友是公正的比敌人是公正的更可取。
Τὸ μὲν γὰρ καθ᾿ αὑτὸ αἱρετόν, τὸ δὲ κατὰ συμβεβηκός· τὸ γὰρ τοὺς ἐχθροὺς δικαίους εἶναι κατὰ συμβεβηκὸς αἱρούμεθα, ὅπως μηδὲν ἡμᾶς βλάπτωσιν.
因为前者是本质上可取的,而后者是偶然可取的;因为我们选择让敌人是公正的只是偶然的,为的是让他们不伤害我们。
Ἔστι δὲ τοῦτο ταὐτὸ τῷ πρὸ τούτου, διαφέρει δὲ τῷ τρόπῳ· τὸ μὲν γὰρ τοὺς φίλους δικαίους εἶναι δι᾿ αὑτὸ αἱρούμεθα, καὶ εἰ μηδὲν ἡμῖν μέλλει ἔσεσθαι, κἂν ἐν Ἰνδοῖς ὦσιν· τὸ δὲ τοὺς ἐχθροὺς δι᾿ ἕτερον, ὅπως μηθὲν ἡμᾶς βλάπτωσιν.
这与前一条规则相同,只是在方式上有所不同;因为我们选择让朋友是公正的是因其自身,即使我们不能从中获得任何好处,甚至即使他们在印度;而我们选择让敌人是公正是因他物,为的是让他们不伤害我们。

词汇与语法注释

  1. p.298ᾗ τοιοῦτοί εἰσιν — 使用关系副词 ᾗ(在……程度上,在……方面)的表达。指示“在他们作为此类(优秀的)人的范围内”这一条件,强调专家或优秀人士是依其身份进行选择。
  2. p.298τὸ ὅπερ τόδε τι — 意为“恰好是某个特定种类的事物”。此处的表达并非指具体的个体,而是一个亚里士多德式的术语,指代本质或类概念本身(例如相对于“正义的人”而言的抽象的“正义”)。
  3. p.298τοῦ τοὺς ἐχθρούς — 比较属格。对应前文的宾格加不定式结构“朋友是公正的(τὸ τοὺς φίλους δικαίους εἶναι)”,此处需要补足后面省略的 δικαίους εἶναι,译作“比敌人是公正的(更可取)”。

引用这一段

亚里士多德, 论题篇 §3.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:3.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。