Humanitext Reader

亚里士多德 · 论题篇 §2.11

源于付加的论点与无条件与限制性属性的区分

第 21 段,共 94 段 · 希腊语

内容简介

本章引入了源于“付加”的论点,并说明其在否定性论证中的局限性。此外,还阐明了具有“更甚”或“更轻微”特征的属性属于端地(无条件地)存在,并规定了如何区分“在某种程度上”、“在何时”、“在何地”等有限制条件的属性与“端地(无条件地)”属性的判定标准。

§2.11Ἐκ μὲν οὖν τοῦ μᾶλλον καὶ ἧττον καὶ τοῦ ὁμοίως τοσαυταχῶς ἐνδέχεται ἐπιχειρεῖν· ἔτι δ᾿ ἐκ τῆς προσθέσεως.
因此,从“更甚”、“更轻微”以及“同样”出发,可以有如此多种方式进行论证;此外,还可以从付加出发。
ἐὰν ἕτερον πρὸς ἕτερον προστεθὲν ποιῇ ἀγαθὸν ἢ λευκόν, μὴ ὂν πρότερον λευκὸν ἢ ἀγαθόν, τὸ προστεθὲν ἔσται λευκὸν ἢ ἀγαθόν, οἷόν περ καὶ τὸ ὅλον ποιεῖ.
如果一件事物付加于另一件事物,使其成为善的或白的(而它此前并非白或善),那么被付加的那件事物也就是白或善,并且与它使整体所呈现出的性质相同。
Ἔτι εἰ πρὸς τὸ ὑπάρχον προστεθέν τι μᾶλλον ποιεῖ τοιοῦτον οἷον ὑπῆρχε, καὶ αὐτὸ ἔσται τοιοῦτον.
此外,如果在已具有某种性质的事物上付加某物,使其“更甚地”呈现出此前已有的那种性质,那么它本身也将是如此。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也依此类推。
Χρήσιμος δὲ οὐκ ἐν ἅπασιν ὁ τόπος, ἀλλ᾿ ἐν οἷς τὴν τοῦ μᾶλλον ὑπεροχὴν συμβαίνει γίνεσθαι.
然而,这一论点并非在所有情况下都适用,而仅在可能产生“更甚”的超越性的情况下适用。
Οὗτος δὲ ὁ τόπος οὐκ ἀντιστρέφει πρὸς τὸ ἀνασκευάζειν.
而且,这一论点不能逆转用于否定。
Εἰ γὰρ μὴ ποιεῖ τὸ προστιθέμενον ἀγαθόν, οὐδέπω δῆλον εἰ αὐτὸ μὴ ἀγαθόν· τὸ γὰρ ἀγαθὸν κακῷ προστιθέμενον οὐκ ἐξ ἀνάγκης ἀγαθὸν τὸ ὅλον ποιεῖ, οὐδὲ λευκὸν μέλανι.
因为,如果付加物不能使事物变善,我们还不能由此断定它本身就不是善的;因为把善的东西付加在恶的东西上,并不必然使整体变善,把白的东西付加在黑的东西上,也并不必然使其变白。
Πάλιν εἴ τι μᾶλλον καὶ ἧττον λέγεται, καὶ ἁπλῶς ὑπάρχει·
再者,如果某事被称为“更甚”或“更轻微”,那么它也端地属于。
τὸ γὰρ μὴ ὂν ἀγαθὸν ἢ λευκὸν οὐδὲ μᾶλλον ἢ ἧττον ἀγαθὸν ἢ λευκὸν ῥηθήσεται·
因为,那不是善的或白的事物,也不会被称为更甚地或更轻微地善或白。
τὸ γὰρ κακὸν οὐδενὸς μᾶλλον ἢ ἧττον ἀγαθόν, ἀλλὰ μᾶλλον κακὸν ἢ ἧττον ῥηθήσεται.
因为恶的东西不会被说成比任何东西更甚地或更轻微地善,而只会被说成更甚或更轻微地恶。
Οὐκ ἀντιστρέφει δ᾿ οὐδ᾿ οὗτος ὁ τόπος πρὸς τὸ ἀνασκευάσαι· Πολλὰ γὰρ τῶν οὐ λεγομένων μᾶλλον ἁπλῶς ὑπάρχει· ἄνθρωπος γὰρ οὐ λέγεται μᾶλλον καὶ ἧττον, ἀλλ᾿ οὐ διὰ τοῦτο οὐκ ἔστιν ἄνθρωπος.
但是,这一论点也不能逆转用于否定;因为许多不被称为“更甚”的事物,也端地属于;因为“人”不被称为更甚或更轻微,但不能因此说他就不是人。
Τὸν αὐτὸν δὲ τρόπον σκεπτέον καὶ ἐπὶ τοῦ κατά τι καὶ ποτὲ καὶ ποῦ· εἰ γὰρ κατά τι ἐνδέχεται, καὶ ἁπλῶς ἐνδέχεται.
同样地,对于“在某种程度上”、“在何时”和“在何地”也应当予以审视;因为如果在某种程度上是可能的,那么端地也是可能的。
Ὁμοίως δὲ καὶ τὸ ποτὲ ἢ ποῦ· τὸ γὰρ ἁπλῶς ἀδύνατον οὔτε κατά τι οὔτε ποῦ οὔτε ποτὲ ἐνδέχεται.
同样,“在何时”和“在何地”也是如此;因为端地不可能的事物,既不可能在某种程度上,也不可能在何地,亦不可能在何时。
Ἔνστασις ὅτι κατά τι μέν εἰσι φύσει σπουδαῖοι, οἷον ἐλευθέριοι ἢ σωφρονικοί, ἁπλῶς δὲ οὐκ εἰσὶ φύσει σπουδαῖοι· οὐδεὶς γὰρ φύσει φρόνιμος.
一个反对意见是,人们在某种程度上是天生优秀的,例如是慷慨的或节制的,但端地并非天生优秀;因为没有人是天生智慧的。
Ὁμοίως δὲ καὶ ποτὲ ἐνδέχεται τῶν φθαρτῶν τι μὴ φθαρῆναι, ἁπλῶς δ᾿ οὐκ ἐνδέχεται μὴ φθαρῆναι.
同样,“在何时”可能某些会毁灭的事物不毁灭,但端地是不可能不毁灭的。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ποῦ μὲν συμφέρει τοιαύτῃ διαίτῃ χρῆσθαι, οἷον ἐν τοῖς νοσώδεσι τόποις, ἁπλῶς δ᾿ οὐ συμφέρει.
以同样的方式,“在何地”使用某种饮食是有益的,例如在多病的地方,但端地并非有益。
Ἔτι δὲ ποῦ μὲν ἕνα μόνον δυνατὸν εἶναι, ἁπλῶς δὲ οὐ δυνατὸν ἕνα μόνον εἶναι.
此外,“在何地”可能只有一个,但端地不可能只有一个。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ποῦ μὲν καλὸν τὸν πατέρα θύειν, οἷον ἐν Τριβαλλοῖς, ἁπλῶς δ᾿ οὐ καλόν.
同样地,“在何地”祭祀父亲是体面的,例如在特里巴利人中,但端地并非体面。
Ἢ τοῦτο μὲν οὐ ποῦ σημαίνει ἀλλὰ τισίν· οὐδὲν γὰρ διαφέρει ὅπου ἂν ὦσιν· πανταχοῦ γὰρ αὐτοῖς ἔσται καλὸν οὖσι Τριβαλλοῖς.
或者,这并不表示“在何地”,而是表示“对某些人”;因为无论他们在哪里都没有区别,因为只要他们是特里巴利人,对他们来说在任何地方都是体面的。
Πάλιν ποτὲ μὲν συμφέρει φαρμακεύεσθαι, οἷον ὅταν νοσῇ, ἁπλῶς δ᾿ οὔ.
再次,“在何时”服药是有益的,例如在生病时,但端地并非有益。
Ἢ οὐδὲ τοῦτο ποτὲ σημαίνει, ἀλλὰ τῷ διακειμένῳ πως· οὐδὲν γὰρ διαφέρει ὁποτεοῦν, ἐὰν οὕτω μόνον διακείμενος ᾖ.
或者,这也并不表示“在何时”,而是表示“对处于某种状态的人”;因为只要他处于这种状态,在任何时候都没有区别。
Τὸ δ᾿ ἁπλῶς ἐστὶν ὃ μηδενὸς προστεθέντος ἐρεῖς ὅτι καλόν ἐστιν ἢ τὸ ἐναντίον.
而所谓的“端地”,是指在不加任何附加条件的情况下,你会说它是体面的或相反的。
Οἷον τὸ τὸν πατέρα θύειν οὐκ ἐρεῖς καλὸν εἶναι, ἀλλὰ τισὶ καλὸν εἶναι· οὐκ ἄρα ἁπλῶς καλόν.
例如,你不会说祭祀父亲是体面的,而会说对某些人是体面的;因此这并不是端地体面。
Ἀλλὰ τὸ τοὺς θεοὺς τιμᾶν ἐρεῖς καλὸν οὐδὲν προστιθείς· ἁπλῶς γὰρ καλόν ἐστιν.
但是你会说敬奉神明是体面的,不加任何条件;因为这是端地体面。
Ὥστε ὃ ἂν μηδενὸς προστιθεμένου δοκῇ εἶναι καλὸν ἢ αἰσχρὸν ἢ ἄλλο τι τῶν τοιούτων, ἁπλῶς ῥηθήσεται.
因此,凡是在不加任何条件的情况下,显得是体面的、丑恶的或任何其他此类性质的,都将被端地说出来。

词汇与语法注释

  1. p.296τὸ προστεθὲν ἔσται λευκὸν ἢ ἀγαθόν, οἷόν περ καὶ τὸ ὅλον ποιεῖ — 该句中由关系词 οἷόν περ 引导的从句表明,付加物(tò prostethén)自身的性质与其使整体(tò hólon)呈现出的效果(ποιεῖ,即变白或变善)在性质上是相同的。其结构意为“与它使整体所呈现出的性质相同”。
  2. p.296Οὗτος δὲ ὁ τόπος οὐκ ἀντιστρέφει πρὸς τὸ ἀνασκευάζειν — 动词 ἀντιστρέφει 与介词短语 πρὸς τὸ ἀνασκευάζειν(用于否定/反驳)结合,意味着付加的法则不能反向(以否定后件的形式)用于否定。即不能因为付加物未能使整体具有某种性质,就推论出该付加物本身不具有该性质。
  3. p.296τὸ γὰρ μὴ ὂν ἀγαθὸν ἢ λευκὸν οὐδὲ μᾶλλον ἢ ἧττον ἀγαθὸν ἢ λευκὸν ῥηθήσεται — 主语是带冠词的分词短语 τὸ μὴ ὂν ἀγαθὸν ἢ λευκόν(“不是善或白的事物”)。否定词 οὐδέ 起到“也不/同样不”的作用,阐明了一个逻辑前提:某物必须先无条件地(端地)具有某种性质,该性质的比较级(更甚或更轻微)才能适用于它。
  4. p.297ἢ τοῦτο μὲν οὐ ποῦ σημαίνει ἀλλὰ τισίν — 空间副词 ποῦ(“在何地”)与与格代词 τισίν(“对某些人”)形成对比。亚里士多德指出,在特里巴利人中祭祀父亲被视为体面这一例子,表面上看起来是空间或地理上的限制条件,但本质上是取决于特定人群(主体)的相对条件。
  5. p.297Τὸ δ᾿ ἁπλῶς ἐστὶν ὃ μηδενὸς προστεθέντος ἐρεῖς ὅτι καλόν ἐστιν ἢ τὸ ἐναντίον — 在关系从句中嵌入了属格独立分词短语 μηδενὸς προστεθέντος(“不加任何附加条件/在没有任何东西被付加的情况下”)。该结构将“端地(无条件地)”这一概念定义为在没有任何限制性或背景性条件付加的情况下依然成立的状态。

引用这一段

亚里士多德, 论题篇 §2.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:2.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。