§2.9Πάλιν ἐπὶ τῶν συστοίχων καὶ ἐπὶ τῶν πτώσεων, καὶ ἀναιροῦντα καὶ κατασκευάζοντα.
此外,无论对于反驳还是确立,都应当从同族语和屈折形出发加以审视。
Λέγεται δὲ σύστοιχα μὲν τὰ τοιάδε οἷον τὰ δίκαια καὶ ὁ δίκαιος τῇ δικαιοσύνῃ καὶ τὰ ἀνδρεῖα καὶ ὁ ἀνδρεῖος τῇ ἀνδρίᾳ.
所谓同族语是诸如此类的事物,例如,对于“正义”而言有“正义的事物”和“正义的人”,对于“勇气”而言有“勇敢的事物”和“勇敢的人”。
Ὁμοίως δὲ καὶ τὰ ποιητικὰ ἢ φυλακτικὰ σύστοιχα ἐκείνου οὗ ἐστὶ ποιητικὰ ἢ φυλακτικά, οἷον τὰ ὑγιεινὰ ὑγιείας καὶ τὰ εὐεκτικὰ εὐεξίας.
同样,凡是具有产出性或维护性的事物,也是它们所产出或维护之物的同族语,例如,对于“健康”而言有“有益健康的事物”,对于“良好体态”而言有“有益良好体态的事物”。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也依此类推。
Σύστοιχα μὲν οὖν τὰ τοιαῦτα εἴωθε λέγεσθαι, πτώσεις δὲ οἷον τὸ δικαίως καὶ ἀνδρείως καὶ ὑγιεινῶς καὶ ὅσα τοῦτον τὸν τρόπον λέγεται.
通常,这些事物被称为同族语,而屈折形则是指如“正义地”、“勇敢地”、“健康地”以及以这种方式表达的一切事物。
Δοκεῖ δὲ καὶ τὰ κατὰ τὰς πτώσεις σύστοιχα εἶναι, οἷον τὸ μὲν δικαίως τῇ δικαιοσύνῃ, τὸ δὲ ἀνδρείως τῇ ἀνδρίᾳ.
看起来,根据屈折形而来的事物也是同族语,例如,对于“正义”而言有“正义地”,对于“勇气”而言有“勇敢地”。
Σύστοιχα δὲ λέγεται τὰ κατὰ τὴν αὐτὴν συστοιχίαν ἅπαντα, οἷον δικαιοσύνη, δίκαιος, δίκαιον, δικαίως.
属于同一同族系列的所有事物都被称为同族语,例如“正义”、“正义的人”、“正义的事物”、“正义地”。
Δῆλον οὖν ὅτι ἑνὸς ὁποιουοῦν δειχθέντος τῶν κατὰ τὴν αὐτὴν συστοιχίαν ἀγαθοῦ ἢ ἐπαινετοῦ καὶ τὰ λοιπὰ πάντα δεδειγμένα ἔσται, οἷον εἰ ἡ δικαιοσύνη τῶν ἐπαινετῶν, καὶ ὁ δίκαιος καὶ τὸ δίκαιον καὶ τὸ δικαίως τῶν ἐπαινετῶν.
因此显而易见,只要证明了同一同族系列中任意一个事物是善的或值得赞扬的,其余所有事物也都随之被证明了,例如,如果“正义”属于值得赞扬的事物,那么“正义的人”、“正义的事物”和“正义地”也同样属于值得赞扬的事物。
Ῥηθήσεται δὲ τὸ δικαίως καὶ ἐπαινετῶς κατὰ τὴν αὐτὴν πτῶσιν ἀπὸ τοῦ ἐπαινετοῦ, καθάπερ τὸ δικαίως ἀπὸ τῆς δικαιοσύνης.
而且,“正义地”与“值得赞扬地”将根据从“值得赞扬的”派生出的相同屈折形而说,正如“正义地”源于“正义”一样。
Σκοπεῖν δὲ μὴ μόνον ἐπ᾿ αὐτοῦ τοῦ εἰρημένου, ἀλλὰ καὶ ἐπὶ τοῦ ἐναντίου τὸ ἐναντίον, οἷον ὅτι τὸ ἀγαθὸν οὐκ ἐξ ἀνάγκης ἡδύ·
不仅应当对所说的事物本身加以审视,而且还应当审视相反者对于相反者是否成立。
οὐδὲ γὰρ τὸ κακὸν λυπηρόν· ἢ εἰ τοῦτο, κἀκεῖνο.
例如,善不必然是愉快的;因为恶也并不必然是痛苦的;或者如果后者成立,前者也成立。
Καὶ εἰ ἡ δικαιοσύνη ἐπιστήμη, καὶ ἡ ἀδικία ἄγνοια· καὶ εἰ τὸ δικαίως ἐπιστημονικῶς καὶ ἐμπείρως, τὸ ἀδίκως ἀγνοούντως καὶ ἀπείρως.
又如,如果“正义”是“知识”,那么“不正义”就是“无知”;如果“正义地”意味着“有知识地”和“有经验地”,那么“不正义地”就意味着“无知地”和“无经验地”。
Εἰ δὲ ταῦτα μή, οὐδ᾿ ἐκεῖνα, καθάπερ ἐπὶ τοῦ νῦν ῥηθέντος· μᾶλλον γὰρ ἂν φανείη τὸ ἀδίκως ἐμπείρως ἢ ἀπείρως.
如果后者不成立,前者也就不成立,正如刚说的例子;因为“不正义地”似乎更有经验地而非无经验地进行。
Οὗτος δ᾿ ὁ τόπος εἴρηται πρότερον ἐν ταῖς τῶν ἐναντίων ἀκολουθήσεσιν· οὐδὲν γὰρ ἄλλο νῦν ἀξιοῦμεν ἢ τὸ ἐναντίον τῷ ἐναντίῳ ἀκολουθεῖν.
这一论点前面在相反者的随伴关系中已经说过;因为我们现在主张的无非是相反者随伴相反者。
Ἔτι ἐπὶ τῶν γενέσεων καὶ φθορῶν καὶ ποιητικῶν καὶ φθαρτικῶν, καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι.
此外,无论对于反驳还是确立,都应当从产生与消灭、以及产出性与消灭性的事物出发加以审视。
Ὧν γὰρ αἱ γενέσεις τῶν ἀγαθῶν, καὶ αὐτὰ ἀγαθά, καὶ εἰ αὐτὰ ἀγαθά, καὶ αἱ γενέσεις· εἰ δὲ αἱ γενέσεις τῶν κακῶν, καὶ αὐτὰ τῶν κακῶν.
因为,凡是其产生属于善的事物,其自身也属于善,如果其自身属于善,其产生也属于善;如果其产生属于恶,其自身也属于恶。
Ἐπὶ δὲ τῶν φθορῶν ἀνάπαλιν· εἰ γὰρ αἱ φθοραὶ τῶν ἀγαθῶν, αὐτὰ τῶν κακῶν, εἰ δ᾿ αἱ φθοραὶ τῶν κακῶν αὐτὰ τῶν ἀγαθῶν.
但在消灭的情况下则相反;因为如果其消灭属于善,其自身就属于恶,如果其消灭属于恶,其自身就属于善。
Ὁ δ᾿ αὐτὸς λόγος καὶ ἐπὶ ποιητικῶν καὶ φθαρτικῶν· ὧν μὲν γὰρ τὰ ποιητικὰ ἀγαθά, καὶ αὐτὰ τῶν ἀγαθῶν, ὧν δὲ τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν.
同样的道理也适用于产出性与消灭性的事物;因为凡是其产出性事物属于善的,其自身也属于善,而凡是其消灭性事物属于善的,其自身则属于恶。