Humanitext Reader

亚里士多德 · 论题篇 §2.10

基于相似性、程度差异与同等属性的论点

第 20 段,共 94 段 · 希腊语

内容简介

亚里士多德探讨了基于相似事物的论点,并详细阐述了基于“更甚与更轻微”(度量差异)的四个论点以及基于“同样属于”的三种论点,分析了它们在确立与反驳中的应用。

§2.10Πάλιν ἐπὶ τῶν ὁμοίων, εἰ ὁμοίως ἔχει, οἷον εἰ ἐπιστήμη μία πλειόνων, καὶ δόξα, καὶ εἰ τὸ ὄψιν ἔχειν ὁρᾶν, καὶ τὸ ἀκοὴν ἔχειν ἀκούειν.
同样,从相似的事物出发,应当审视它们是否处于相似的状况;例如,如果对于多件事物只有一门知识,那么对于它们也只有一种意见;如果拥有视觉就是看,那么拥有听觉也就是听。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ τῶν ὄντων καὶ τῶν δοκούντων.
其他情况也依此类推,无论是对于实际上如此的事物,还是对于显得如此的事物。
Χρήσιμος δ᾿ ὁ τόπος πρὸς ἄμφω· εἰ μὲν γὰρ ἐπί τινος τῶν ὁμοίων οὕτως ἔχει, καὶ ἐπὶ τῶν ἄλλων τῶν ὁμοίων, εἰ δὲ ἐπί τινος μή, οὐδ᾿ ἐπὶ τῶν ἄλλων.
这一论点对双方都很有用;因为如果在某些相似的事物中情况是这样,那么在其他相似的事物中也是这样;如果其中某些不是这样,那么其他也不是这样。
Σκοπεῖν δὲ καὶ εἰ ἐφ᾿ ἑνὸς καὶ εἰ ἐπὶ πολλῶν ὁμοίως ἔχει· ἐνιαχοῦ γὰρ διαφωνεῖ.
此外,还应当审视在单一情况和在多数情况下是否同样成立;因为有时会产生不一致。
Οἷον εἰ τὸ ἐπίστασθαι διανοεῖσθαι, καὶ τὸ πολλὰ ἐπίστασθαι πολλὰ διανοεῖσθαι.
例如,如果“知道”就是“思考”,那么“知道许多事”也就是“思考许多事”。
Τοῦτο δ᾿ οὐκ ἀληθές· ἐπίστασθαι μὲν γὰρ ἐνδέχεται πολλά, διανοεῖσθαι δ᾿ οὔ.
但这并非真实;因为“知道许多事”是可能的,而“思考许多事”则不可能。
Εἰ οὖν τοῦτο μή, οὐδ᾿ ἐκεῖνο τὸ ἐφ᾿ ἑνός, ὅτι τὸ ἐπίστασθαι διανοεῖσθαί ἐστιν.
因此,如果后者不成立,那么前者在单一情况下的“知道就是思考”也就不成立。
Ἔτι ἐκ τοῦ μᾶλλον καὶ ἧττον.
此外,从更甚和更轻微出发。
Εἰσὶ δὲ τοῦ μᾶλλον καὶ ἦττον τόποι τέσσαρες, εἷς μὲν εἰ ἀκολουθεῖ τὸ μᾶλλον τῷ μᾶλλον, οἷον εἰ ἡδονὴ ἀγαθόν, καὶ ἡ μᾶλλον ἡδονὴ μᾶλλον ἀγαθόν, καὶ εἰ τὸ ἀδικεῖν κακόν, καὶ τὸ μᾶλλον ἀδικεῖν μᾶλλον κακόν.
关于更甚和更轻微有四个论点:第一个是,“更甚”是否随伴“更甚”;例如,如果快乐是善,那么更甚的快乐也是更甚的善;如果行不正义是恶,那么行更甚的不正义也是更甚的恶。
Χρήσιμος δ᾿ οὖν πρὸς ἄμφω ὁ τόπος· εἰ μὲν γὰρ ἀκολουθεῖ τῇ τοῦ ὑποκειμένου ἐπιδόσει ἡ τοῦ συμβεβηκότος ἐπίδοσις, καθάπερ εἴρηται, δῆλον ὅτι συμβέβηκεν, εἰ δὲ μὴ ἀκολουθεῖ, οὐ συμβέβηκεν.
无论如何,这一论点对双方都很有用;因为如果如前所说,偶性的增强随伴主体的增强,那么显而易见这就是偶性;如果它不随伴,那就不是偶性。
Τοῦτο δ᾿ ἐπαγωγῇ ληπτέον.
而这一点应当通过归纳来把握。
Ἄλλος· ἑνὸς περὶ δύο λεγομένου, εἰ ᾧ μᾶλλον εἰκὸς ὑπάρχειν μὴ ὑπάρχει, οὐδ᾿ ᾧ ἧττον, καὶ εἰ ᾧ ἧττον εἰκὸς ὑπάρχείν ὑπάρχει, καὶ ᾧ μᾶλλον.
另一个:当一件事物被用来陈述两件事物时,如果它在更可能属于的那一方并不属于,那么在较不可能属于的那一方也就不属于;如果它在较不可能属于的那一方属于,那么在更可能属于的那一方也属于。
Πάλιν δυοῖν περὶ ἑνὸς λεγομένων εἰ τὸ μᾶλλον ὑπάρχειν δοκοῦν μὴ ὑπάρχει, οὐδὲ τὸ ἧττον, ἢ εἰ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχει, καὶ τὸ μᾶλλον.
再次,当两件事物被用来陈述一件事物时,如果那显得更可能属于的并不属于,那么那显得较不可能属于的也不属于;或者如果那显得较不可能属于的属于了,那么显得更可能属于的也属于。
Ἔτι δυοῖν περὶ δύο λεγομένων εἰ τὸ θατέρῳ μᾶλλον ὑπάρχειν δοκοῦν μὴ ὑπάρχει, οὐδὲ τὸ λοιπὸν τῷ λοιπῷ, ἢ εἰ τὸ ἧττον δοκοῦν τῷ ἑτέρῳ ὑπάρχειν ὑπάρχει, καὶ τὸ λοιπὸν τῷ λοιπῷ.
此外,当两件事物被用来陈述两件事物时,如果那显得更可能属于其中一方面的在其中并不属于,那么剩下的一方也不属于剩下的一方;或者如果那显得较不可能属于其中一方面的属于了,那么剩下的一方也属于剩下的一方。
Ἔτι ἐκ τοῦ ὁμοίως ὑπάρχειν ἢ δοκεῖν ὑπάρχειν τριχῶς, καθάπερ ἐπὶ τοῦ μᾶλλον ἐπὶ τῶν ὕστερον ῥηθέντων τριῶν τόπων ἐλέγετο.
此外,从同样属于或显得同样属于出发,有三种方式,正如刚才在关于“更甚”的最后三个论点中所说的那样。
Εἴτε γὰρ ἕν τι δυσὶν ὁμοίως ὑπάρχει ἢ δοκεῖ ὑπάρχειν, εἰ τῷ ἑτέρῳ μὴ ὑπάρχει, οὐδὲ τῷ ἑτέρῳ, εἰ δὲ θατέρῳ ὑπάρχει, καὶ τῷ λοιπῷ· εἴτε δύο τῷ αὐτῷ ὁμοίως, εἰ τὸ ἕτερον μὴ ὑπάρχει, οὐδὲ τὸ λοιπόν, εἰ δὲ θάτερον, καὶ τὸ λοιπόν.
因为,无论是某一个事物同样属于或显得同样属于两个事物:如果它不属于其中之一,它也不属于另一个;如果它属于其中之一,它也属于剩下的那个;或者是两个事物同样属于同一个事物:如果其中之一不属于,剩下的那个也不属于;如果其中之一属于,剩下的那个也属于。
Τὸν αὐτὸν δὲ τρόπον καὶ εἰ δύο δυσὶν ὁμοίως ὑπάρχει· εἰ γὰρ τὸ ἕτερον τῷ ἑτέρῳ μὴ ὑπάρχει, οὐδὲ τὸ λοιπὸν τῷ λοιπῷ, εἰ δὲ ὑπάρχει τὸ ἕτερον τῷ ἑτέρῳ, καὶ τὸ λοιπὸν τῷ λοιπῷ.
以同样的方式,如果两个事物同样属于两个事物:因为如果其中之一不属于那一个,剩下的那个也不属于剩下的那个;如果其中之一属于那一个,剩下的那个也属于剩下的那个。

词汇与语法注释

  1. §2.10εἰ ὁμοίως ἔχει — 不及物动词 ἔχω 连用副词 ὁμοίως,表示“处于相似的状况”或“同样的关系成立”。
  2. §2.10ἐνιαχοῦ γὰρ διαφωνεῖ — 不及物动词 διαφωνεῖ(不一致、有分歧)的主语是前文“单一情况与多数情况下的关系”,在文脉上译为非人称的“产生不一致”。
  3. ¦p.295¦εἰ ᾧ μᾶλλον εἰκὸς ὑπάρχειν μὴ ὑπάρχει — 关系代词 ᾧ 的先行词是被比较的两个对象(δύο)之一。整个关系从句 ᾧ μᾶλλον εἰκὸς ὑπάρχειν(更可能属于的那一方)作为主句动词 μὴ ὑπάρχει 的与格补足语。
  4. ¦p.295¦ἐκ τοῦ ὁμοίως ὑπάρχειν ἢ δοκεῖν ὑπάρχειν τριχῶς — 副词 τριχῶς(以三种方式)修饰介词 ἐκ 支配的名词化不定式句,这是亚里士多德特有的紧凑表达。翻译时需根据上下文补充“有三种论点”。

引用这一段

亚里士多德, 论题篇 §2.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:2.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。