§2.8Ἐπεὶ δ᾿ αἱ ἀντιθέσεις τέτταρες, σκοπεῖν ἐκ μὲν τῶν ἀντιφάσεων ἀνάπαλιν ἐκ τῆς ἀκολουθήσεως καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι, λαμβάνειν δ᾿ ἐξ ἐπαγωγῆς, οἷον εἰ ὁ ἄνθρωπος ζῷον, τὸ μὴ ζῷον οὐκ ἄνθρωπος.
由于对立有四种,对于反驳和确立,都应当从矛盾对立中倒过来审视其随伴关系,并通过归纳来掌握,例如,如果人是动物,非动物就不是人。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也是如此。
Ἐνταῦθα γὰρ ἀνάπαλιν ἡ ἀκολούθησις· τῷ μὲν γὰρ ἀνθρώπῳ τὸ ζῷον ἕπεται, τῷ δὲ μὴ ἀνθρώπῳ τὸ μὴ ζῷον οὔ, ἀλλ᾿ ἀνάπαλιν τῷ μὴ ζῴῳ τὸ οὐκ ἄνθρωπος.
因为在这里随伴关系是相反的:因为动物随伴人,而非动物并不随伴非人,相反是非人随伴非动物。
Ἐπὶ πάντων οὖν τὸ τοιοῦτον ἀξιωτέον, οἷον εἰ τὸ καλὸν ἡδύ, καὶ τὸ μὴ ἡδὺ οὐ καλόν· εἰ δὲ μὴ τοῦτο, οὐδ᾿ ἐκεῖνο.
因此在所有情况下都应当这样主张,例如,如果美是愉快的,不愉快就不是美的;如果后者不是,前者也不是。
Ὁμοίως δὲ καὶ εἰ τὸ μὴ ἡδὺ οὐ καλόν, τὸ καλὸν ἡδύ.
同样如果不愉快不是美的,美就是愉快的。
Δῆλον οὖν ὅτι πρὸς ἄμφω ἀντιστρέφει ἡ κατὰ τὴν ἀντίφασιν ἀκολούθησις ἀνάπαλιν γινομένη.
因此显而易见,根据矛盾对立的随伴关系,当它被倒过来时,对两方面都是可以换位的。
Ἐπὶ δὲ τῶν ἐναντίων σκοπεῖν εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ἕπεται, ἢ ἐπὶ ταὐτὰ ἢ ἀνάπαλιν, καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι· λαμβάνειν δὲ καὶ τὰ τοιαῦτα ἐξ ἐπαγωγῆς, ἐφ᾿ ὅσον χρήσιμον.
而在相反者的情况下,无论对于反驳还是确立,都应当审视相反者是否随伴相反者,是朝相同方向还是相反方向;并且在有用的范围内,也应当通过归纳来掌握这类事物。
Ἐπὶ ταὐτὰ μὲν οὖν ἡ ἀκολούθησις, οἷον τῇ ἀνδρίᾳ καὶ τῇ δειλίᾳ· τῇ μὲν γὰρ ἀρετὴ ἀκολουθεῖ, τῇ δὲ κακία, καὶ τῇ μὲν ἀκολουθεῖ τὸ αἱρετόν, τῇ δὲ τὸ φευκτόν.
朝相同方向的随伴关系,例如在勇敢和胆怯的情况下;因为德性随伴前者,恶德随伴后者,且可取随伴前者,应避随伴后者。
Ἐπὶ ταὐτὰ οὖν καὶ ἡ τούτων ἀκολούθησις· ἐναντίον γὰρ τὸ αἱρετὸν τῷ φευκτῷ.
因此,这些事物的随伴关系也是朝相同方向的;因为可取与应避是相反的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
其他情况也是如此。
Ἀνάπαλιν δὲ ἡ ἀκολούθησις, οἷον εὐεξίᾳ μὲν ἡ ὑγίεια ἀκολουθεῖ, καχεξίᾳ δὲ νόσος οὔ, ἀλλὰ νόσῳ καχεξία.
而相反方向的随伴关系,例如,健康随伴良好的体态,但疾病并不随伴不良的体态,相反是不良的体态随伴疾病。
Δῆλον οὖν ὅτι ἀνάπαλιν ἐπὶ τούτων ἡ ἀκολούθησις.
因此显而易见,在这些情况下随伴关系是相反的。
Σπάνιον δὲ τὸ ἀνάπαλιν ἐπὶ τῶν ἐναντίων συμβαίνει, ἀλλὰ τοῖς πλείστοις ἐπὶ ταὐτὰ ἡ ἀκολούθησις.
但在相反者的情况下,随伴关系相反是罕见的,而在大多数情况下,随伴关系是朝相同方向的。
Εἰ οὖν μήτ᾿ ἐπὶ ταὐτὰ τῷ ἐναντίῳ τὸ ἐναντίον ἀκολουθεῖ μήτε ἀνάπαλιν, δῆλον ὅτι οὐδ᾿ ἐπὶ τῶν ῥηθέντων ἀκολουθεῖ τὸ ἕτερον τῷ ἑτέρῳ.
因此,如果相反者既不朝相同方向也不朝相反方向随伴相反者,显而易见,所说的那些事物中的一个也不随伴另一个。
Εἰ δ᾿ ἐπὶ τῶν ἐναντίων, καὶ ἐπὶ τῶν ῥηθέντων ἀναγκαῖον τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθεῖν.
但如果相反者有随伴关系,那么所说的那些事物中的一个也必然随伴另一个。
Ὁμοίως δὲ τοῖς ἐναντίοις καὶ ἐπὶ τῶν στερήσεων καὶ ἕξεων σκεπτέον.
与相反者相同,对于缺乏和拥有也应当加以审视。
Πλὴν οὐκ ἔστιν ἐπὶ τῶν στερήσεων τὸ ἀνάπαλιν, ἀλλ᾿ ἐπὶ ταὐτὰ τὴν ἀκολούθησιν ἀναγκαῖον ἀεὶ γίνεσθαι, καθάπερ ὄψει μὲν αἴσθησιν, τυφλότητι δ᾿ ἀναισθησίαν.
只是在缺乏的情况下不会发生相反的随伴,而是必然始终朝相同方向发生随伴关系,正如感觉随伴视觉,无感觉随伴失明。
Ἀντίκειται γὰρ ἡ αἴσθησις τῇ ἀναισθησίᾳ ὡς ἕξις καὶ στέρησις· τὸ μὲν γὰρ ἕξις αὐτῶν, τὸ δὲ στέρησίς ἐστιν.
因为感觉作为拥有与作为缺乏的无感觉是对立的;因为它们中一个是拥有,另一个是缺乏。
Ὁμοίως δὲ τῇ ἕξει καὶ τῇ στερήσει καὶ ἐπὶ τῶν πρός τι χρηστέον· ἐπὶ ταὐτὰ γὰρ καὶ τούτων ἡ ἀκολούθησις.
与拥有和缺乏相同,对于相关者也应当同样适用;因为这些事物的随伴关系也是朝相同方向的。
Οἷον εἰ τὸ τριπλάσιον πολλαπλάσιον, καὶ τὸ τριτημόριον πολλοστημόριον· λέγεται γὰρ τὸ μὲν τριπλάσιον πρὸς τὸ τριτημόριον, τὸ δὲ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον.
例如,如果三倍是倍数,三分之一也是分数;因为三倍是对三分之一说的,而倍数是对分数说的。
πάλιν εἰ ἡ ἐπιστήμη ὑπόληψις, καὶ τὸ ἐπιστητὸν ὑποληπτόν· καὶ εἰ ἡ ὅρασις αἴσθησις, καὶ τὸ ὁρατὸν αἰσθητόν.
再次,如果知识是判断,能知也就是能被判断的;如果视觉是感觉,可见也就是可见感觉的。
Ἔνστασις ὅτι οὐκ ἀνάγκη ἐπὶ τῶν πρός τι τὴν ἀκολούθησιν γίνεσθαι, καθάπερ εἴρηται· τὸ γὰρ αἰσθητὸν ἐπιστητόν ἐστιν, ἡ δ᾿ αἴσθησις οὐκ ἐπιστήμη.
一个异议是,相关者的随伴关系并不必然如前所述那样发生;因为可感觉的是可知的,但感觉并不是知识。
Οὐ μὴν ἀληθής γε ἡ ἔνστασις δοκεῖ εἶναι· πολλοὶ γὰρ οὔ φασι τῶν αἰσθητῶν ἐπιστήμην εἶναι.
然而,这一异议似乎并不真实;因为许多人否认存在对可感觉之物的知识。
Ἔτι πρὸς τοὐναντίον οὐχ ἧττον χρήσιμον τὸ ῥηθέν, οἷον ὅτι τὸ αἰσθητὸν οὐκ ἔστιν ἐπιστητόν· οὐδὲ γὰρ ἡ αἴσθησις ἐπιστήμη.
此外,所说的对于相反目的同样有用,例如,可感觉的不是可知的;因为感觉也不是知识。