Humanitext Reader

亚里士多德 · 论题篇 §2.7

基于相反者的结合与对立关系的论题

第 17 段,共 94 段 · 希腊语

内容简介

本章分析了相反者结合产生对立的四种方式,并阐述了如何利用这些对立展开反驳或确立。此外,还探讨了基于同一主体不能同时容纳相反性质、以及主体对相反者的共同接受能力来进行论证的方法。

§2.7Ἐπεὶ δὲ τὰ ἐναντία συμπλέκεται μὲν ἀλλήλοις ἑξαχῶς, ἐναντίωσιν δὲ ποιεῖ τετραχῶς συμπλεκόμενα, δεῖ λαμβάνειν τὰ ἐναντία, ὅπως ἂν χρήσιμον ᾖ καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι.
既然相反者相互结合有六种方式,而其中以四种方式结合时会产生对立,因此,无论是对于反驳还是对于确立,我们都应当以有用的方式来掌握这些相反者。
Ὅτι μὲν οὖν ἑξαχῶς συμπλέκεται, δῆλον· ἢ γὰρ ἑκάτερον τῶν ἐναντίων ἑκατέρῳ συμπλακήσεται· τοῦτο δὲ διχῶς, οἷον τὸ τοὺς φίλους εὖ ποιεῖν καὶ τὸ τοὺς ἐχθροὺς κακῶς, ἢ ἀνάπαλιν τὸ τοὺς φίλους κακῶς καὶ τοὺς ἐχθροὺς εὖ.
它们以六种方式结合是显而易见的:因为要么相反者的每一个与另一个结合;这有两种方式,例如,“对朋友好和对敌人坏”,或者反过来,“对朋友坏和对敌人好”。
Ἢ ὅταν ἄμφω περὶ τοῦ ἑνός· διχῶς δὲ καὶ τοῦτο, οἷον τὸ τοὺς φίλους εὖ καὶ τὸ τοὺς φίλους κακῶς, ἢ τὸ τοὺς ἐχθροὺς εὖ καὶ τοὺς ἐχθροὺς κακῶς.
或者当两者都关于那一个[对象]时;这也引入两种方式,例如,“对朋友好和对朋友坏”,或者“对敌人好和对敌人坏”。
Ἢ τὸ ἓν περὶ ἀμφοτέρων· διχῶς δὲ καὶ τοῦτο, οἷον τὸ τοὺς φίλους εὖ καὶ τὸ τοὺς ἐχθροὺς εὖ, ἢ τοὺς φίλους κακῶς καὶ τοὺς ἐχθροὺς κακῶς.
或者那一个关于两者[对象]时;这也引入两种方式,例如,“对朋友好和对敌人好”,或者“对朋友坏和对敌人坏”。
Αἱ μὲν οὖν πρῶται δύο ῥηθεῖσαι συμπλοκαὶ οὐ ποιοῦσιν ἐναντίωσιν· τὸ γὰρ τοὺς φίλους εὖ ποιεῖν τῷ τοὺς ἐχθροὺς κακῶς οὐκ ἔστιν ἐναντίον· ἀμφότερα γὰρ αἱρετὰ καὶ τοῦ αὐτοῦ ἤθους.
因此,首先提到的前两种结合并不产生对立;因为“对朋友好”并不与“对敌人坏”相反;因为两者都是可取的,且属于同一种品性。
Οὐδὲ τὸ τοὺς φίλους κακῶς τῷ τοὺς ἐχθροὺς εὖ· καὶ γὰρ ταῦτα ἀμφότερα φευκτὰ καὶ τοῦ αὐτοῦ ἤθους.
对朋友坏也不与对敌人好相反;因为这两者也是应当避免的,且属于同一种品性。
Οὐ δοκεῖ δὲ φευκτὸν φευκτῷ ἐναντίον εἶναι, ἐὰν μὴ τὸ μὲν καθ᾿ ὑπερβολὴν τὸ δὲ κατ᾿ ἔνδειαν λεγόμενον ᾖ· ἥ τε γὰρ ὑπερβολὴ τῶν φευκτῶν δοκεῖ εἶναι, ὁμοίως δὲ καὶ ἡ ἔνδεια.
而两个应当避免的事物似乎并不相互相反,除非一个被称为过度,另一个被称为不足;因为过度似乎属于应当避免的事物,同样不足也是如此。
Τὰ δὲ λοιπὰ πάντα τέτταρα ποιεῖ ἐναντίωσιν.
而其余的四种结合都会产生对立。
Τὸ γὰρ τοὺς φίλους εὖ ποιεῖν τῷ τοὺς φίλους κακῶς ἐναντίον· ἀπό τε γὰρ ἐναντίου ἤθους ἐστί, καὶ τὸ μὲν αἱρετὸν τὸ δὲ φευκτόν.
因为“对朋友好”与“对朋友坏”相反;因为它们源自相反的品性,且一个是可取的,另一个是应当避免的。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων· καθ᾿ ἑκάστην γὰρ συζυγίαν τὸ μὲν αἱρετὸν τὸ δὲ φευκτόν, καὶ τὸ μὲν ἐπιεικοῦς ἤθους τὸ δὲ φαύλου.
其他情况也是如此;因为在每一个配对中,一个是可取的,另一个是应当避免的,且一个属于良好的品性,另一个属于坏的品性。
Δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι τῷ αὐτῷ πλείονα ἐναντία συμβαίνει γίνεσθαι.
因此,从所说的话中显而易见,同一个事物会有多个相反者。
Τῷ γὰρ τοὺς φίλους εὖ ποιεῖν καὶ τὸ τοὺς ἐχθροὺς εὖ ποιεῖν ἐναντίον καὶ τὸ τοὺς φίλους κακῶς.
因为与“对朋友好”相反的,既有“对敌人好”,也有“对朋友坏”。
Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστῳ τὸν αὐτὸν τρόπον ἐπισκοποῦσι δύο τὰ ἐναντία φανήσεται.
同样,对于其他每一个事物,以同样的方式审视,都会出现两个相反者。
Λαμβάνειν οὖν τῶν ἐναντίων ὁπότερον ἂν ᾖ πρὸς τὴν θέσιν χρήσιμον.
因此,应当采纳相反者中对论题有用的任何一个。
Ἔτι εἰ ἔστι τι ἐναντίον τῷ συμβεβηκότι, σκοπεῖν εἰ ὑπάρχει ᾧπερ τὸ συμβεβηκὸς εἴρηται ὑπάρχειν· εἰ γὰρ τοῦτο ὑπάρχει, ἐκεῖνο οὐκ ἂν ὑπάρχοι· ἀδύνατον γὰρ τἀναντία ἅμα τῷ αὐτῷ ὑπάρχειν.
此外,如果该偶性有任何相反者,要审视它是否属于那个被说成拥有该偶性的事物;因为如果这一个属于,那一个就不可能属于;因为相反者不可能同时属于同一个事物。
Ἢ εἴ τι τοιοῦτον εἴρηται κατά τινος, οὗ ὄντος ἀνάγκη τὰ ἐναντία ὑπάρχειν.
或者,如果对某事物说了这样的话,只要它存在,就必然有相反者属于它。
Οἷον εἰ τὰς ἰδέας ἐν ἡμῖν ἔφησεν εἶναι· κινεῖσθαί τε γὰρ καὶ ἠρεμεῖν αὐτὰς συμβήσεται, ἔτι δὲ αἰσθητὰς καὶ νοητὰς εἶναι.
例如,如果有人说理念在我们之中;因为这将导致它们既在运动又在静止,而且既是可感觉的又是可理知的。
Δοκοῦσι γὰρ αἱ ἰδέαι ἠρεμεῖν καὶ νοηταὶ εἶναι τοῖς τιθεμένοις ἰδέας εἶναι, ἐν ἡμῖν δὲ οὔσας ἀδύνατον ἀκινήτους εἶναι· κινουμένων γὰρ ἡμῶν ἀναγκαῖον καὶ τὰ ἐν ἡμῖν πάντα συγκινεῖσθαι.
因为对于设定有理念的人来说,理念似乎是静止的且是可理知的,但如果它们在我们之中,它们就不可能是不动的;因为当我们运动时,我们之中的所有事物也必然共同运动。
Δῆλον δ᾿ ὅτι καὶ αἰσθηταί, εἴπερ ἐν ἡμῖν εἰσί· διὰ γὰρ τῆς περὶ τὴν ὄψιν αἰσθήσεως τὴν ἐν ἑκάστῳ μορφὴν γνωρίζομεν.
而且显而易见,如果它们确实在我们之中,它们也是可感觉的;因为我们是通过视觉的感觉来认识在每个人之中的形状的。
Πάλιν εἰ κεῖται συμβεβηκὸς ᾧ ἐστί τι ἐναντίον, σκοπεῖν εἰ καὶ τοῦ ἐναντίου δεκτικόν, ὅπερ καὶ τοῦ συμβεβηκότος· τὸ γὰρ αὐτὸ τῶν ἐναντίων δεκτικόν, οἷον εἰ τὸ μῖσος ἕπεσθαι ὀργῇ ἔφησεν, εἴη ἂν τὸ μῖσος ἐν τῷ θυμοειδεῖ·
再次,如果设定了一个偶性,且它有某个相反者,要审视那接受该偶性的事物是否也接受其相反者;因为同一事物接受相反者。
ἐκεῖ γὰρ ἡ ὀργή.
例如,如果有人说恨伴随怒,恨就会在激情部分;因为怒就在那里。
Σκεπτέον οὖν εἰ καὶ τὸ ἐναντίον ἐν τῷ θυμοειδεῖ, ἡ φιλία· εἰ γὰρ μή, ἀλλ᾿ ἐν τῷ ἐπιθυμητικῷ ἐστὶν ἡ φιλία, οὐκ ἂν ἕποιτο μῖσος ὀργῇ.
因此,必须审视其相反者,即友爱,是否也在激情部分;因为如果不是,而友爱是在欲望部分,那么恨就不会伴随怒。
Ὁμοίως δὲ καὶ εἰ τὸ ἐπιθυμητικὸν ἀγνοεῖν ἔφησεν.
同样,如果有人说欲望部分是无知的。
Εἴη γὰρ ἂν καὶ ἐπιστήμης δεκτικόν, εἴπερ καὶ ἀγνοίας· ὅπερ οὐ δοκεῖ, τὸ ἐπιθυμητικὸν δεκτικὸν εἶναι ἐπιστήμης.
因为如果它确实接受无知,它也就应该能接受知识;而这似乎是不可能的,即欲望部分能够接受知识。
Ἀνασκευάζοντι μὲν οὖν, καθάπερ εἴρηται, χρηστέον· κατασκευάζοντι δέ, ὅτι μὲν ὑπάρχει τὸ συμβεβηκός, οὐ χρήσιμος ὁ τόπος, ὅτι δ᾿ ἐνδέχεται ὑπάρχειν, χρήσιμος.
因此,对于反驳,应当如前所述加以使用;但对于确立,这一论点对于表明该偶性属于并无用处,但对于表明它可能属于是有用的。
Δείξαντες μὲν γὰρ ὅτι οὐ δεκτικὸν τοῦ ἐναντίου, δεδειχότες ἐσόμεθα ὅτι οὔτε ὑπάρχει τὸ συμβεβηκὸς οὔτ᾿ ἐνδέχεται ὑπάρξαι· ἐὰν δὲ δείξωμεν ὅτι ὑπάρχει τὸ ἐναντίον ἢ ὅτι δεκτικὸν τοῦ ἐναντίου ἐστίν, οὐδέπω δεδειχότες ἐσόμεθα ὅτι καὶ τὸ συμβεβηκὸς ὑπάρχει, ἀλλ᾿ ὅτι ἐνδέχεται ὑπάρχειν, ἐπὶ τοσοῦτον μόνον δεδειγμένον ἔσται.
因为如果我们证明了它不接受相反者,我们也就证明了该偶性既不属于也不可能属于;但如果我们证明了相反者属于,或者它接受相反者,我们仍然没有证明该偶性也属于,而只是证明了它可能属于,证明也仅限于此。

词汇与语法注释

  1. §2.7ἀνάπαλιν τὸ τοὺς φίλους κακῶς καὶ τοὺς ἐχθροὺς εὖ — 词语 ἀνάπαλιν(相反、反过来)指的是与前一种结合(对朋友好、对敌人坏)相对立地,形成“对朋友坏、对敌人好”的反向组合。
  2. ¦p.290¦οὐ δοκεῖ δὲ φευκτὸν φευκτῷ ἐναντίον εἶναι — 此处的 φευκτόν 是形容词中性名词化,表示“应当避免的事物”。亚里士多德认为,通常“可取的”(αἱρετόν)与“应当避免的”(φευκτόν)构成相反关系,而两个“应当避免的”事物之间并不相反,除非是在“过度”(ὑπερβολή)与“不足”(ἔνδεια)这种特殊情况下。
  3. ¦p.291¦εἰ τὰς ἰδέας ἐν ἡμῖν ἔφησεν εἶναι — 这是批判柏拉图理念论的一个例子。他指出,如果假定理念“在我们之中”,就会导致诸如静止的理念随我们一起运动,以及理知的理念变成可感觉的等矛盾(即相反性质的同时归属)。
  4. ¦p.291¦ἀνασκευάζοντι μὲν οὖν... κατασκευάζοντι δέ — 这解释了该论点在反驳(ἀνασκευάζειν,否定论证)与确立(κατασκευάζ意为,肯定论证)中的非对称性。证明缺乏接受相反者的能力足以否定(反驳)该偶性的存在,但证明具有接受能力只能表明可能性,不足以证明(确立)其存在。

引用这一段

亚里士多德, 论题篇 §2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。