§2.5Ἔτι ὁ σοφιστικὸς τρόπος, τὸ ἄγειν εἰς τοιοῦτον πρὸς ὃ εὐπορήσομεν ἐπιχειρημάτων.
此外,还有一种诡辩的方式,即将[讨论]引向我们有丰富论据[来应对]的某点。
Τοῦτο δ᾿ ἔσται ὁτὲ μὲν ἀναγκαῖον, ὁτὲ δὲ φαινόμενον ἀναγκαῖον, ὁτὲ δ᾿ οὔτε φαινόμενον οὔτ᾿ ἀναγκαῖον.
这有时是必然的,有时是看似必然的,有时既非看似也非必然。
Ἀναγκαῖον μὲν οὖν, ὅταν ἀρνησαμένου τοῦ ἀποκριναμένου τῶν πρὸς τὴν θέσιν τι χρησίμων πρὸς τοῦτο τοὺς λόγους ποιῆται, τυγχάνῃ δὲ τοῦτο τῶν τοιούτων ὂν πρὸς ὃ εὐπορεῖν ἔστιν ἐπιχειρημάτων.
必然的情况是:当回答者否定了对论题有用的某物时,提问者针对这一点展开论述,而这恰好是易于找到论据的那些事物之一。
Ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός τι διὰ τοῦ κειμένου ποιησάμενος ἀναιρεῖν ἐπιχειρῇ· τούτου γὰρ ἀναιρεθέντος καὶ τὸ προκείμενον ἀναιρεῖται.
同样,当提问者通过论题对某事物进行归纳并试图加以反驳时也是如此;因为一旦这一事物被反驳,我们面前的主题也被反驳了。
Φαινόμενον δ᾿ ἀναγκαῖον, ὅταν φαίνηται μὲν χρήσιμον καὶ οἰκεῖον τῆς θέσεως, μὴ ᾖ δέ, πρὸς ὃ γίγνονται οἱ λόγοι, εἴτε ἀρνησαμένου τοῦ τὸν λόγον ὑπέχοντος, εἴτε ἐπαγωγῆς ἐνδόξου διὰ τῆς θέσεως πρὸς αὐτὸ γινομένης ἀναιρεῖν ἐπιχειροίη αὐτό.
看似必然的情况是:当讨论所针对的焦点看似对论题有用且相关、但实际上并非如此时——这无论是由于辩护者否定了某物,还是由于提问者试图通过论题对该焦点进行通说性的归纳来反驳它。
Τὸ δὲ λοιπόν, ὅταν μήτ᾿ ἀναγκαῖον ᾖ μήτε φαινόμενον πρὸς ὃ γίνονται οἱ λόγοι, ἄλλως δὲ παρεξελέγχεσθαι συμβαίνῃ τῷ ἀποκρινομένῳ.
剩下的情况是:讨论所针对的焦点既非必然也非看似如此,而只是回答者在其他不相关的方式下陷入被动(被驳倒)。
Δεῖ δ᾿ εὐλαβεῖσθαι τὸν ἔσχατον τῶν ῥηθέντων τρόπων· παντελῶς γὰρ ἀπηρτημένος καὶ ἀλλότριος ἔοικεν εἶναι τῆς διαλεκτικῆς.
应当防范最后提到的这种方式;因为它似乎与问答法完全脱节且格格不入。
Διὸ δεῖ καὶ τὸν ἀποκρινόμενον μὴ δυσκολαίνειν, ἀλλὰ τιθέναι τὰ μὴ χρήσιμα πρὸς τὴν θέσιν, ἐπισημαινόμενον ὅσα μὴ δοκεῖ, τίθησι δέ.
因此,回答者也不应心存芥蒂,而应当同意那些对论题无用、但自己并不赞同的事物,同时指明他不相信这些事物,尽管他同意了。
Μᾶλλον γὰρ ἀπορεῖν ὡς ἐπὶ τὸ πολὺ συμβαίνει τοῖς ἐρωτῶσι πάντων τιθεμένων αὐτοῖς τῶν τοιούτων, ἐὰν μὴ περαίνωσιν.
因为通常情况下,如果所有这些事物都被许可给提问者,只要提问者未能得出结论,他们就更容易陷入困境。
Ἔτι πᾶς ὁ εἰρηκὼς ὁτιοῦν τρόπον τινὰ πολλὰ εἴρηκεν, ἐπειδὴ πλείω ἑκάστῳ ἐξ ἀνάγκης ἀκόλουθά ἐστιν, οἷον ὁ εἰρηκὼς ἄνθρωπον εἶναι καὶ ὅτι ζῷόν ἐστιν εἴρηκε καὶ ὅτι ἔμψυχον καὶ ὅτι δίπουν καὶ ὅτι νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὥστε ὁποιουοῦν ἑνὸς τῶν ἀκολούθων ἀναιρεθέντος ἀναιρεῖται καὶ τὸ ἐν ἀρχῇ.
此外,任何说过任何话的人,在某种意义上都说了很多话,因为每一个事物都必然伴随有多个推论;例如,说某物是“人”的人,也就说了它是“动物”、“有生命的”、“两足的”以及“能够接受理智和知识的”,因此,如果这些推论中有任何一个被驳倒,最初的陈述也就被驳倒了。
Εὐλαβεῖσθαι δὲ χρὴ καὶ τὸ χαλεπωτέρου τὴν μετάληψιν ποιεῖσθαι· ἐνίοτε μὲν γὰρ ῥᾷον τὸ ἀκόλουθον ἀνελεῖν, ἐνίοτε δ᾿ αὐτὸ τὸ προκείμενον.
但是必须警惕向更困难的事物进行转化;因为有时反驳推论更容易,有时反驳主题本身更容易。
§2.6Ὅσοις δ᾿ ἀνάγκη θάτερον μόνον ὑπάρχειν, οἷον τῷ ἀνθρώπῳ τὴν νόσον ἢ τὴν ὑγίειαν, ἐὰν πρὸς θάτερον εὐπορῶμεν διαλέγεσθαι ὅτι ὑπάρχει ἢ οὐχ ὑπάρχει, καὶ πρὸς τὸ λοιπὸν εὐπορήσομεν.
在二者之中必然只有一个属于某物的情况下(例如,疾病或健康之于人),如果我们有丰富的论据来讨论其中之一(表明它属于或不属于),我们也同样有丰富的论据来讨论其余的一个。
Τοῦτο δ᾿ ἀντιστρέφει πρὸς ἄμφω· δείξαντες μὲν γὰρ ὅτι ὑπάρχει θάτερον, ὅτι οὐχ ὑπάρχει τὸ λοιπὸν δεδειχότες ἐσόμεθα· ἐὰν δ᾿ ὅτι οὐχ ὑπάρχει δείξωμεν, τὸ λοιπὸν ὅτι ὑπάρχει δεδειχότες ἐσόμεθα.
这在两种情况下都是可以互换的:因为如果我们证明了其中之一属于,我们也就证明了其余的一个不属于;但如果我们证明了它不属于,我们也就证明了其余的一个属于。
Δῆλον οὖν ὅτι πρὸς ἄμφω χρήσιμος ὁ τόπος.
因此,显然这一论点对双方都是有用的。
Ἔτι τὸ ἐπιχειρεῖν μεταφέροντα τοὔνομα ἐπὶ τὸν λόγον, ὡς μάλιστα προσῆκον ἐκλαμβάνειν ἢ ὡς κεῖται τοὔνομα, οἷον εὔψυχον μὴ τὸν ἀνδρεῖον, καθάπερ νῦν κεῖται, ἀλλὰ τὸν εὖ τὴν ψυχὴν ἔχοντα, καθάπερ καὶ εὔελπιν τὸν ἀγαθὰ ἐλπίζοντα· ὁμοίως δὲ καὶ εὐδαίμονα, οὗ ἂν ὁ δαίμων ᾖ σπουδαῖος, καθάπερ Ξενοκράτης φησὶν εὐδαίμονα εἶναι τὸν τὴν ψυχὴν ἔχοντα σπουδαίαν· ταύτην γὰρ ἑκάστου εἶναι δαίμονα.
此外,应当通过将名称转换为其定义来展开论证,采用最合适的意义,而不是名称被习惯确立的意义;例如,不把“有生气的”理解为“勇敢的”(如目前所使用的那样),而是理解为“灵魂处于良好状态的”,正如“有希望的”意味着“期待美好事物的人”;同样,将“幸福的”理解为“其精灵是优秀的”,正如克塞诺克拉底所说,拥有高尚灵魂的人是幸福的,因为这灵魂就是每个人的守护神。
Ἐπεὶ δὲ τῶν πραγμάτων τὰ μὲν ἐξ ἀνάγκης ἐστί, τὰ δ᾿ ὡς ἐπὶ τὸ πολύ, τὰ δ᾿ ὁπότερ᾿ ἔτυχεν, ἐὰν τὸ ἐξ ἀνάγκης ὡς ἐπὶ τὸ πολὺ τεθῇ ἢ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐξ ἀνάγκης, ἢ αὐτὸ ἢ τὸ ἐναντίον τῷ ὡς ἐπὶ τὸ πολύ, ἀεὶ δίδωσι τόπον ἐπιχειρήματος.
既然在事物中,有些是必然的,有些是大多数情况下的,有些是偶然发生的,如果把必然的设定为大多数情况下的,或者把大多数情况下的设定为必然的(无论是它自身,还是大多数情况下的相反面),这总是为论证提供论点。
Ἐὰν γὰρ τὸ ἐξ ἀνάγκης ὡς ἐπὶ τὸ πολὺ τεθῇ, δῆλον ὅτι οὐ παντί φησιν ὑπάρχειν, ὑπάρχοντος παντί, ὥστε ἡμάρτηκεν· εἴ τε τὸ ὡς ἐπὶ τὸ πολὺ λεγόμενον ἐξ ἀνάγκης ἔφησε· παντὶ γάρ φησιν ὑπάρχειν, οὐχ ὑπάρχοντος παντί.
因为如果把必然的设定为大多数情况下的,显然他是说它不属于所有,而实际上它属于所有,因此他犯了错误;同样,如果他说被称为大多数情况下的是必然的,因为他是说它属于所有,而实际上它并不属于所有。
Ὁμοίως δὲ καὶ εἰ τὸ ἐναντίον τῷ ὡς ἐπὶ τὸ πολὺ ἐξ ἀνάγκης εἴρηκεν· ἀεὶ γὰρ ἐπ᾿ ἔλαττον λέγεται τὸ ἐναντίον τῷ ὡς ἐπὶ τὸ πολύ, οἷον εἰ ὡς ἐπὶ τὸ πολὺ φαῦλοι οἱ ἄνθρωποι, ἀγαθοὶ ἐπ᾿ ἔλαττον, ὥστ᾿ ἔτι μᾶλλον ἡμάρτηκεν, εἰ ἀγαθοὺς ἐξ ἀνάγκης εἴρηκεν.
同样,如果他说大多数情况下的相反面是必然的,也是如此;因为大多数情况下的相反面总是被说成是在极少数情况下发生;例如,如果人类在大多数情况下是坏的,那么在极少数情况下是好的,所以如果他说他们必然是好的,他就犯了更大的错误。
Ὡσαύτως δὲ καὶ εἰ τὸ ὁπότερ᾿ ἔτυχεν ἐξ ἀνάγκης ἔφησεν ἢ ὡς ἐπὶ τὸ πολύ· οὔτε γὰρ ἐξ ἀνάγκης τὸ ὁπότερ᾿ ἔτυχεν οὔθ᾿ ὡς ἐπὶ τὸ πολύ.
同样,如果他说偶然发生的事物是必然的或大多数情况下的,也是如此;因为偶然发生的事物既非必然也非大多数情况下的。
Ἐνδέχεται δέ, κἂν μὴ διορίσας εἴπῃ πότερον ὡς ἐπὶ τὸ πολὺ ἢ ἐξ ἀνάγκης εἴρηκεν, ᾖ δὲ τὸ πρᾶγμα ὡς ἐπὶ τὸ πολύ, διαλέγεσθαι ὡς ἐξ ἀνάγκης εἰρηκότος αὐτοῦ, οἷον εἰ φαύλους τοὺς ἀποκλήρους ἔφησεν εἶναι μὴ διορίσας, ὡς ἐξ ἀνάγκης εἰρηκότος αὐτοῦ διαλέγεσθαι.
即使他没有界定他是指大多数情况下还是指必然,而该事物实际上是大多数情况下的,也有可能当作他是指必然的来展开讨论;例如,如果他没有界定就说被剥夺继承权的人是坏的,我们就可以当作他是必然地这样说来展开讨论。
Ἔτι καὶ εἰ αὐτὸ αὑτῷ συμβεβηκὸς ἔθηκεν ὡς ἕτερον διὰ τὸ ἕτερον εἶναι ὄνομα, καθάπερ Πρόδικος διῃρεῖτο τὰς ἡδονὰς εἰς χαρὰν καὶ τέρψιν καὶ εὐφροσύνην· ταῦτα γὰρ πάντα τοῦ αὐτοῦ τῆς ἡδονῆς ὀνόματά ἐστιν.
此外,如果他因为名称不同而将某物设定为自身的偶性,就好像它们是不同的一样,正如普罗迪科把快乐分为喜悦、快乐和欢欣;因为所有这些都是同一个事物(即快乐)的名称。
Εἰ οὖν τις τὸ χαίρειν τῷ εὐφραίνεσθαι φήσει συμβεβηκέναι, αὐτὸ ἂν αὑτῷ φαίη συμβεβηκέναι.
因此,如果有人说“感到喜悦”是“感到欢欣”的偶性,他就是在说一个事物是其自身的偶性。