Humanitext Reader

亚里士多德 · 论题篇 §2.4

基于语词替换与属种关系的论题

第 15 段,共 94 段 · 希腊语

内容简介

本段论述了基于换用更熟悉术语的论点、属与种之间特质的传递(指出其在立论和驳论中的不对称性)、通过定义或必然蕴含关系寻找论证的方法,以及基于时间不一致进行的反驳。

§2.4Ἔτι τὸ μεταλαμβάνειν εἰς τὸ γνωριμώτερον ὄνομα, οἷον ἀντὶ τοῦ ἀκριβοῦς ἐν ὑπολήψει τὸ σαφὲς καὶ ἀντὶ τῆς πολυπραγμοσύνης τὴν φιλοπραγμοσύνην·
此外,应该换用更广为人知的名称;例如,用“清晰”代替“观念中的精确”,用“好动”代替“多事”。
γνωριμωτέρου γὰρ γινομένου τοῦ ῥηθέντος εὐεπιχειρητοτέρα ἡ θέσις.
因为如果所说的话变得更广为人知,那么论题就更容易进行论证(反驳或立论)。
Ἔστι δὲ καὶ οὗτος ὁ τόπος πρὸς ἄμφω κοινός, καὶ πρὸς τὸ κατασκευάζειν καὶ ἀνασκευάζειν.
这一论点也同样适用于两者,即立论和驳论。
Πρὸς δὲ τὸ δεῖξαι τἀναντία τῷ αὐτῷ ὑπάρχοντα σκοπεῖν ἐπὶ τοῦ γένους, οἷον ἐὰν βουλώμεθα δεῖξαι ὅτι ἔστι περὶ αἴσθησιν ὀρθότης καὶ ἁμαρτία, τὸ δ᾿ αἰσθάνεσθαι κρίνειν ἐστί, κρίνειν δ᾿ ἔστιν ὀρθῶς καὶ μὴ ὀρθῶς, καὶ περὶ αἴσθησιν ἂν εἴη ὀρθότης καὶ ἁμαρτία.
为了表明相反的特质属于同一个事物,应当考察其属(genus)。 例如,如果我们想证明感觉中存在正确和错误——而感觉是判断,判断又有正确和不正确之分——那么感觉中也就会有正确和错误。
Νῦν μὲν οὖν ἐκ τοῦ γένους περὶ τὸ εἶδος ἡ ἀπόδειξις· τὸ γὰρ κρίνειν γένος τοῦ αἰσθάνεσθαι· ὁ γὰρ αἰσθανόμενος κρίνει πως.
在此,证明是从属进行到种(species);因为判断是感觉的属,因为感觉者在某种意义上是在进行判断。
Πάλιν δ᾿ ἐκ τοῦ εἴδους τῷ γένει· ὅσα γὰρ τῷ εἴδει ὑπάρχει, καὶ τῷ γένει, οἷον εἰ ἔστιν ἐπιστήμη φαύλη καὶ σπουδαία, καὶ διάθεσις φαύλη καὶ σπουδαία· ἡ γὰρ διάθεσις τῆς ἐπιστήμης γένος.
反过来,[也可以]从种进行到属;因为凡是属于种的,也属于属;例如,如果有坏的知识和好的知识,那么也有坏的状态和好的状态,因为状态是知识的属。
Ὁ μὲν οὖν πρότερος τόπος ψευδής ἐστι πρὸς τὸ κατασκευάσαι, ὁ δὲ δεύτερος ἀληθής.
因此,前一个论点在立论中是虚假的(无效的),而第二个是真实的(有效的)。
Οὐ γὰρ ἀναγκαῖον, ὅσα τῷ γένει ὑπάρχει, καὶ τῷ εἴδει ὑπάρχειν· ζῷον μὲν γάρ ἐστι πτηνὸν καὶ τετράπουν, ἄνθρωπος δ᾿ οὔ.
因为属于属的事物并不必然属于种;例如,动物是有翅膀的和四足的,但人却不是。
Ὅσα δὲ τῷ εἴδει ὑπάρχει, ἀναγκαῖον καὶ τῷ γένει· εἰ γάρ ἐστιν ἄνθρωπος σπουδαῖος, καὶ ζῷόν ἐστι σπουδαῖον.
然而,凡是属于种的,必然也属于属;例如,如果人是优秀的,那么动物也是优秀的。
Πρὸς δὲ τὸ ἀνασκευάζειν ὁ μὲν πρότερος ἀληθής, ὁ δὲ ὕστερος ψευδής· ὅσα γὰρ τῷ γένει οὐχ ὑπάρχει, οὐδὲ τῷ εἴδει· ὅσα δὲ τῷ εἴδει μὴ ὑπάρχει, οὐκ ἀναγκαῖον τῷ γένει μὴ ὑπάρχειν.
相反,对于驳论来说,前一个论点是真实的(有效的),而后者是虚假的(无效的);因为凡是不属于属的,也就不属于种;但凡是不属于种的,并不必然不属于属。
Ἐπεὶ δ᾿ ἀναγκαῖον, ὧν τὸ γένος κατηγορεῖται, καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι, καὶ ὅσα ἔχει τὸ γένος ἢ παρωνύμως ἀπὸ τοῦ γένους λέγεται, καὶ τῶν εἰδῶν τι ἀναγκαῖον ἔχειν ἢ παρωνύμως ἀπό τινος τῶν εἰδῶν λέγεσθαι, οἷον εἴ τινος ἐπιστήμη κατηγορεῖται, καὶ γραμματικὴ ἢ μουσικὴ ἢ τῶν ἄλλων τις ἐπιστημῶν κατηγορηθήσεται, καὶ εἴ τις ἔχει ἐπιστήμην ἢ παρωνύμως ἀπὸ τῆς ἐπιστήμης λέγεται, καὶ γραμματικὴν ἕξει ἢ μουσικὴν ἤ τινα τῶν ἄλλων ἐπιστημῶν ἢ παρωνύμως ἀπό τινος αὐτῶν ῥηθήσεται, οἷον γραμματικὸς ἢ μουσικός. Ἐὰν οὖν τι τεθῇ λεγόμενον ἀπὸ τοῦ γένους ὁπωσοῦν, οἷον τὴν ψυχὴν κινεῖσθαι, σκοπεῖν εἰ κατά τι τῶν εἰδῶν τῶν τῆς κινήσεως ἐνδέχεται τὴν ψυχὴν κινεῖσθαι, οἷον αὔξεσθαι ἢ φθείρεσθαι ἢ γίνεσθαι ἢ ὅσα ἄλλα κινήσεως εἴδη.
既然对于任何被述说属的事物,其种之一也必然被述说;而任何拥有该属或从该属派生命名(同源派生)的事物,也必然拥有该种之一或从该种之一派生命名(例如,如果“知识”被叙述于某物,那么“文法”或“音乐”或其他的某种知识也将被叙述;如果某人拥有知识或从知识派生命名,他也将拥有文法或音乐或其他的某种知识,或者从它们之一派生命名,如“文法学家”或 “音乐家”);因此,如果任何事物被设定为是以任何方式从属而被说起的(例如说,灵魂运动),那么应当考察灵魂是否可能按照运动的任何一个种而运动,例如增加、消灭、生成,或运动的其他任何种。
Εἰ γὰρ κατὰ μηδέν, δῆλον ὅτι οὐ κινεῖται.
因为如果它不以任何方式运动,显然它就不运动。
Οὗτος δ᾿ ὁ τόπος κοινὸς πρὸς ἄμφω, πρός τε τὸ ἀνασκευάζειν καὶ κατασκευάζειν· εἰ γὰρ κατά τι τῶν εἰδῶν κινεῖται, δῆλον ὅτι κινεῖται, καὶ εἰ κατὰ μηδὲν τῶν εἰδῶν κινεῖται, δῆλον ὅτι οὐ κινεῖται.
这一论点同样适用于两者,即驳论和立论;因为如果它按照某种运动而运动,显然它运动;如果它不按照任何种类的运动而运动,显然它不运动。
Μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος πρὸς τὴν θέσιν, σκοπεῖν ἐκ τῶν ὁρισμῶν ἢ τῶν ὄντων τοῦ προκειμένου πράγματος ἢ τῶν δοκούντων, καὶ μὴ ἀφ᾿ ἑνὸς ἀλλ᾿ ἀπὸ πλειόνων.
如果对论题缺乏论证的思路,应当从所提出事物的定义、或者现存的特质、或者公认的意见(通说)中去考察,而且不应当仅从一个,而应当从多个方面去考察。
Ῥᾷον γὰρ ὁρισαμένοις ἐπιχειρεῖν ἔσται· πρὸς γὰρ τοὺς ὁρισμοὺς ῥᾷον ἡ ἐπιχείρησις.
因为对于做出了定义的人来说,进行论证会更容易;实际上,针对定义的论证是更容易的。
Σκοπεῖν δὲ ἐπὶ τοῦ προκειμένου, τίνος ὄντος τὸ προκείμενόν ἐστιν, ἢ τί ἐστιν ἐξ ἀνάγκης εἰ τὸ προκείμενόν ἐστι, κατασκευάζειν μὲν βουλομένῳ, τίνος ὄντος τὸ προκείμενον ἔσται (ἐὰν γὰρ ἐκεῖνο δειχθῇ ὑπάρχον, καὶ τὸ προκείμενον δεδειγμένον ἔσται), ἀνασκευάζειν δὲ βουλομένῳ, τί ἐστιν εἰ τὸ προκείμενόν ἐστιν· ἐὰν γὰρ δείξωμεν τὸ ἀκόλουθον τῷ προκειμένῳ μὴ ὄν, ἀνῃρηκότες ἐσόμεθα τὸ προκείμενον.
此外,对于摆在面前的对象,应当考察在什么事物存在时该对象存在,或者如果该对象存在,必然有什么事物存在。 如果想要立论,应当考察什么事物存在时该对象就会存在(因为如果证明了前者属于,那么该对象也就被证明了);如果想要驳论,应当考察如果该对象存在会有什么事物存在;因为如果我们证明该对象的推论不存在,我们也就驳倒了该对象。
Ἔτι ἐπὶ τὸν χρόνον ἐπιβλέπειν, εἴ που διαφωνεῖ, οἷον εἰ τὸ τρεφόμενον ἔφησεν ἐξ ἀνάγκης αὔξεσθαι· τρέφεται μὲν γὰρ ἀεὶ τὰ ζῷα, αὔξεται δ᾿ οὐκ ἀεί.
此外,应当注意时间,看看是否在某处存在不一致;例如,如果他声称被滋养者必然会增长;因为动物总是被滋养的,但它们并不总是增长。
Ὁμοίως δὲ καὶ εἰ τὸ ἐπίστασθαι ἔφησε μεμνῆσθαι· τὸ μὲν γὰρ τοῦ παρεληλυθότος χρόνου ἐστί, τὸ δὲ καὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος.
同样,如果他声称知道就是记住;因为后者属于过去的时间,而前者则属于现在和未来的时间。
Ἐπίστασθαι μὲν γὰρ λεγόμεθα τὰ παρόντα καὶ τὰ μέλλοντα, οἷον ὅτι ἔσται ἔκλειψις, μνημονεύειν δ᾿ οὐκ ἐνδέχεται ἀλλ᾿ ἢ τὸ παρεληλυθός.
因为我们被说成是知道现在和未来的事物,例如知道将要发生食(日食或月食),但除了过去的事物之外,记住是不可能的。

词汇与语法注释

  1. 2.4τὸ μεταλαμβάνειν — 名词化动词不定式在此处以非人称方式使用,用于表达指令或建议,其隐含主语为一般的辩论者。
  2. 2.4ψευδής — 此处的 ψευδής(假的)和 ἀληθής(真的)并非指事实上的真假,而是指所讨论的论证规则(论题)在逻辑上是否有效(valid)或无效(fallacious)。
  3. 2.4μὴ εὐποροῦντι — 具有条件功能的与格分词。它构成了后续非人称不定式 σκοπεῖν(应当考察)的隐含与格主语。
  4. 2.4τίνος ὄντος — 属格独立结构,表示“在什么存在时”的条件,修饰主句的存在动词 ἐστιν。

引用这一段

亚里士多德, 论题篇 §2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。