Humanitext Reader

亚里士多德 · 论题篇 §2.3

关于多义表达的确立与反驳论点

第 14 段,共 94 段 · 希腊语

内容简介

本节论述了在含有多种含义的论证中进行立论和驳论的论点,并区分了多义性隐秘和明显的情况。此外,还通过知识和欲望等实例,解释了对于非同音异义但以目的、手段、偶然等多种方式相关的概念,如何运用划分进行考察。

§2.3Ἔτι ἐὰν πολλαχῶς λέγηται, κείμενον δὲ ᾖ ὡς ὑπάρχει ἢ ὡς οὐχ ὑπάρχει, θάτερον δεικνύναι τῶν πλεοναχῶς λεγομένων, ἐὰν μὴ ἄμφω ἐνδέχηται.
此外,如果一个表述有多种含义,且它被设定为属于或不属于,那么在不能证明两者的情况下,应当证明这多种含义中的一者。
Χρηστέον δ᾿ ἐπὶ τῶν λανθανόντων· ἐὰν γὰρ μὴ λανθάνῃ πολλαχῶς λεγόμενον, ἐνστήσεται ὅτι οὐ διείλεκται ὅπερ αὐτὸς ἠπόρει, ἀλλὰ θάτερον.
但这必须用于多义性未被察觉的情况;因为如果多义性未被察觉,对手就会抗议说,他所讨论的并不是他自己感到困惑的那一点,而是另一点。
Οὗτος δ᾿ ὁ τόπος ἀντιστρέφει καὶ πρὸς τὸ κατασκευάσαι καὶ ἀνασκευάσαι.
这一论点在立论和驳论中都可以反向使用。
Κατασκευάζειν μὲν γὰρ βουλόμενοι δείξομεν ὅτι θάτερον ὑπάρχει, ἐὰν μὴ ἄμφω δυνώμεθα· ἀνασκευάζοντες δὲ ὅτι οὐχ ὑπάρχει θάτερον δείξομεν, ἐὰν μὴ ἄμφω δυνώμεθα.
因为如果我们想要立论,如果不能证明两者,我们将证明其中一者属于;如果我们是在驳论,如果不能证明两者,我们将证明其中一者不属于。
Πλὴν ἀνασκευάζοντι μὲν οὐδὲν δεῖ ἐξ ὁμολογίας διαλέγεσθαι, οὔτ᾿ εἰ παντὶ οὔτ᾿ εἰ μηδενὶ ὑπάρχειν εἴρηται· ἐὰν γὰρ δείξωμεν ὅτι οὐχ ὑπάρχει ὁτῳοῦν, ἀνῃρηκότες ἐσόμεθα τὸ παντὶ ὑπάρχειν, ὁμοίως δὲ κἂν ἑνὶ δείξωμεν ὑπάρχον, ἀναιρήσομεν τὸ μηδενὶ ὑπάρχειν.
然而,对于驳论者来说,无论说它是属于所有还是不属于任何一者,都完全没有必要从合意开始论证;因为如果我们证明它不属于任何一个,我们就会已经驳倒了它属于所有,同样地,如果我们证明它属于哪怕一个,我们就会驳倒它不属于任何一者。
Κατασκευάζουσι δὲ προδιομολογητέον ὅτι εἰ ὁτῳοῦν ὑπάρχει παντὶ ὑπάρχει, ἂν πιθανὸν ᾖ τὸ ἀξίωμα.
但是,立论者必须预先取得一致同意:如果它属于任何一个,它就属于所有,只要这一前提是可信的。
Οὐ γὰρ ἀπόχρη πρὸς τὸ δεῖξαι ὅτι παντὶ ὑπάρχει τὸ ἐφ᾿ ἑνὸς διαλεχθῆναι, οἷον εἰ ἡ τοῦ ἀνθρώπου ψυχὴ ἀθάνατος, διότι ψυχὴ πᾶσα ἀθάνατος, ὥστε προομολογητέον ὅτι εἰ ἡτισοῦν ψυχὴ ἀθάνατος, πᾶσα ἀθάνατος.
因为为了证明它属于所有,仅对一个例子进行论证是不够的,例如,如果人的灵魂是不朽的,是因为所有的灵魂都是不朽的;因此,必须预先取得一致同意:如果任何一个灵魂是不朽的,那么所有的灵魂都是不朽的。
Τοῦτο δ᾿ οὐκ ἀεὶ ποιητέον, ἀλλ᾿ ὅταν μὴ εὐπορῶμεν κοινὸν ἐπὶ πάντων ἕνα λόγον εἰπεῖν, καθάπερ ὁ γεωμέτρης ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει.
但这并不需要总是这样做,而只有在我们无法为所有事物陈述一个共同的原因时才这样做,正如几何学家说三角形内角和等于两个直角那样。
Ἐὰν δὲ μὴ λανθάνῃ πολλαχῶς λεγόμενον, διελόμενον. ὁσαχῶς λέγεται, καὶ ἀναιρεῖν καὶ κατασκευάζειν.
但是,如果多义性没有被察觉不到(即它是明显的),就应当划分它所说的几种含义,并进行驳论和立论。
Οἷον εἰ τὸ δέον ἐστὶ τὸ συμφέρον ἢ τὸ καλόν, πειρατέον ἄμφω κατασκευάζειν ἢ ἀναιρεῖν περὶ τοῦ προκειμένου, οἷον ὅτι καλὸν καὶ συμφέρον, ἢ ὅτι οὔτε καλὸν οὔτε συμφέρον.
例如,如果“应当做的事”是“有益的事”或“美的事”,就必须在摆在面前的对象上努力立论或驳倒两者,例如,它是既美又有益的,或者它既不美也不有益。
Ἐὰν δὲ μὴ ἐνδέχηται ἀμφότερα, θάτερον δεικτέον, ἐπισημαινόμενον ὅτι τὸ μὲν τὸ δ᾿ οὔ.
但如果两者都不可能,就必须证明其中一者,并指出这一者是如此而另一者不是。
Ὁ δ᾿ αὐτὸς λόγος κἂν πλείω ᾖ εἰς ἃ διαιρεῖται.
即使被划分的部分更多,同样的道理也适用。
Πάλιν ὅσα μὴ καθ᾿ ὁμωνυμίαν λέγεται πολλαχῶς, ἀλλὰ κατ᾿ ἄλλον τρόπον, οἷον ἐπιστήμη μία πλειόνων ἢ ὡς τοῦ τέλους καὶ τοῦ πρὸς τὸ τέλος, οἷον ἰατρικὴ τοῦ ὑγίειαν ποιῆσαι καὶ τοῦ διαιτῆσαι, ἢ ὡς ἀμφοτέρων τελῶν, καθάπερ τῶν ἐναντίων ἡ αὐτὴ λέγεται ἐπιστήμη (οὐδὲν γὰρ μᾶλλον τέλος τὸ ἕτερον τοῦ ἑτέρου), ἢ ὡς τοῦ καθ᾿ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, οἷον καθ᾿ αὑτὸ μὲν ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει, κατὰ συμβεβηκὸς δὲ ὅτι τὸ ἰσόπλευρον· ὅτι γὰρ συμβέβηκε τῷ τριγώνῳ ἰσοπλεύρῳ τριγώνῳ εἶναι κατὰ τοῦτο γνωρίζομεν ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει.
此外,对于所有不是由于同音异义,而是以其他方式有多种含义的事物——例如,当说同一门知识属于多个事物时,或者作为关于目的和关于朝向目的的事物的知识(如医术是关于产生健康和关于节食的知识),或者作为两者都是目的(就像说关于相反者的知识是同一门知识,因为一者并不比另一者更属于目的),或者作为关于本质的和关于偶然的事物的知识(例如,本质上三角形内角和等于两个直角,而偶然地等边三角形是如此;因为由于三角形碰巧是等边三角形,我们由此认识到它内角和等于两个直角)。
Εἰ οὖν μηδαμῶς ἐνδέχεται τὴν αὐτὴν εἶναι πλειόνων ἐπιστήμην, δῆλον ὅτι ὅλως οὐκ ἐνδέχεται εἶναι, ἢ εἴ πως ἐνδέχεται, δῆλον ὅτι ἐνδέχεται.
因此,如果同一门知识绝对不可能属于多个事物,那么显然它完全不可能是如此;或者如果以某种方式是可能的,显然它就是可能的。
Διαιρεῖσθαι δὲ ὁσαχῶς χρήσιμον.
而划分它在多少种意义上被说起是有用的。
Οἷον ἐὰν βουλώμεθα κατασκευάσαι, τὰ τοιαῦτα προοιστέον ὅσα ἐνδέχεται, καὶ διαιρετέον εἰς ταῦτα μόνον ὅσα καὶ χρήσιμα πρὸς τὸ κατασκευάσαι· ἂν δ᾿ ἀνασκευάσαι, ὅσα μὴ ἐνδέχεται, τὰ δὲ λοιπὰ παραλειπτέον.
例如,如果我们想要立论,就必须提出那些可能的事物,并且只划分为那些对立论也有用的事物;但如果我们想要驳论,就必须提出那些不可能的事物,而忽略其余的。
Ποιητέον δὲ καὶ ἐπὶ τούτων, ὅταν λανθάνῃ ποσαχῶς λέγεται.
当它在多少种意义上被说起是未被察觉的时候,在这些情况下也应当这样做。
Καὶ εἶναι δὲ τόδε τοῦδε ἢ μὴ εἶναι ἐκ τῶν αὐτῶν τόπων κατασκευαστέον, οἷον ἐπιστήμην τήνδε τοῦδε ἢ ὡς τέλους ἢ ὡς τῶν πρὸς τὸ τέλος ἢ ὡς τῶν κατὰ συμβεβηκός, ἢ πάλιν μὴ εἶναί τι κατὰ μηδένα τῶν ῥηθέντων τρόπων.
而这属于那,或者不属于,必须从同样的论点中来建立;例如,这门知识属于那,或者作为关于目的,或者作为关于朝向目的的事物,或者作为关于偶然的事物,或者反过来,在所说的方式中没有一种是如此。
Ὁ δ᾿ αὐτὸς λόγος καὶ περὶ ἐπιθυμίας, καὶ ὅσα ἄλλα λέγεται πλειόνων.
同样的道理也适用于欲望,以及其他所有关涉多个事物而被说起的事物。
Ἔστι γὰρ ἡ ἐπιθυμία τούτου ἢ ὡς τέλους, οἷον ὑγιείας, ἢ ὡς τῶν πρὸς τὸ τέλος, οἷον τοῦ φαρμακευθῆναι, ἢ ὡς τοῦ κατὰ συμβεβηκός, καθάπερ ἐπὶ τοῦ οἴνου ὁ φιλόγλυκυς οὐχ ὅτι οἶνος ἀλλ᾿ ὅτι γλυκύς ἐστιν.
因为欲望是关于这个的,或者作为关于目的(例如健康),或者作为关于朝向目的的事物(例如服药),或者作为关于偶然的事物(就像对于酒,喜爱甜食的人渴望它,不是因为它是酒,而是因为它是甜的。
Καθ᾿ αὑτὸ μὲν γὰρ τοῦ γλυκέος ἐπιθυμεῖ, τοῦ δ᾿ οἴνου κατὰ συμβεβηκός· ἐὰν γὰρ αὐστηρὸς ᾖ, οὐκέτι ἐπιθυμεῖ.
因为本质上他渴望甜,而对于酒则是偶然地;因为如果它是干涩的,他就不再渴望它。
Κατὰ συμβεβηκὸς οὖν ἐπιθυμεῖ.
因此,他是偶然地渴望它)。
Χρήσιμος δ᾿ ὁ τόπος οὗτος ἐν τοῖς πρός τι· σχεδὸν γὰρ τὰ τοιαῦτα τῶν πρός τί ἐστιν.
这一论点在关系者的情况下是有用的;因为几乎所有此类事物都是关系者。

词汇与语法注释

  1. §2.3ἐὰν μὴ ἄμφω ἐνδέχηται — 带虚拟语气的条件从句,意为“如果两者都不可能(表明)”。它设定了上下文前提,即在探讨多义词的论点时,同时论证或反驳其两种含义在实际中是不可行或不可能的。
  2. §2.3ἐξ ὁμολογίας — 由介词 ἐκ(根据、基于)和名词 ὁμολογία(一致同意、合意)结合而成,意为“基于合意”进行论证。在此处用于对比,表明驳论者无需先取得对方的同意,因为只需攻破一个实例就足以推翻对方的全称断言。
  3. §2.3διότι ψυχὴ πᾶσα ἀθάνατος — 由连接词 διότι 引导的从句。此处解释了在从局部推导整体时所含的隐秘原因或需要预先取得同意的前提内容,即“[人的灵魂是不朽的],因为所有的灵魂都是不朽的”。
  4. §2.3ὁ δ᾿ αὐτὸς λόγος κἂν πλείω ᾖ εἰς ἃ διαιρεῖται — κἄν 是 καὶ ἐάν 的缩合形(即使……)。条件从句“即使被划分的部分更多”修饰主句“同样的道理[也适用]”。这表明,即使在面对非二选一的多重分类时,同种划分程序依然有效。
  5. ¦p.284¦ὅτι γὰρ συμβέβηκε τῷ τριγώνῳ ἰσοπλεύρῳ τριγώνῳ εἶναι — ὅti 是表示原因的连接词。非人称动词 συμβέβηκε(附带、发生)支配不定式 εἶναι,其逻辑主语为 τῷ τριγώνῳ(与格,“对于三角形”),作为 εἶναι 的属性补足语,ἰσοπλεύρῳ τριγώνῳ(“作为等边三角形”)同样使用与格以保持一致。

引用这一段

亚里士多德, 论题篇 §2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。