§2.2Εἷς μὲν δὴ τόπος τὸ ἐπιβλέπειν εἰ τὸ κατ᾿ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν.
首先,一个论点是观察他是否把以其他某种方式属于的东西作为偶性给出了。
Ἁμαρτάνεται δὲ μάλιστα τοῦτο περὶ τὰ γένη, οἷον εἴ τις τῷ λευκῷ φαίη συμβεβηκέναι χρώματι εἶναι· οὐ γὰρ συμβέβηκε τῷ λευκῷ χρώματι εἶναι, ἀλλὰ γένος αὐτοῦ τὸ χρῶμά ἐστιν.
而这一错误尤其在关于类的时候被犯下,例如有人若说“作为颜色”是偶性地属于白;因为“作为颜色”并非偶性地属于白,而是颜色是它的类。
ἐνδέχεται μὲν οὖν καὶ κατὰ τὴν ὀνομασίαν διορίσαι τὸν τιθέμενον, οἷον ὅτι συμβέβηκε τῇ δικαιοσύνῃ ἀρετῇ εἶναι· πολλάκις δὲ καὶ μὴ διορίσαντι κατάδηλον ὅτι τὸ γένος ὡς συμβεβηκὸς ἀποδέδωκεν, οἷον εἴ τις τὴν λευκότητα κεχρῶσθαι φήσειεν ἢ τὴν βάδισιν κινεῖσθαι.
因此,立论者也有可能在措辞上进行规定,例如说“作为德性是偶性地属于正义”;但往往即使不作规定,也很明显他把类作为偶性给出了,例如若有人说白是“被着色的”,或者行走是“处于运动之中的”。
Ἀπ᾿ οὐδενὸς γὰρ γένους παρωνύμως ἡ κατηγορία κατὰ τοῦ εἴδους λέγεται, ἀλλὰ πάντα συνωνύμως τὰ γένη τῶν εἰδῶν κατηγορεῖται· καὶ γὰρ τοὔνομα καὶ τὸν λόγον ἐπιδέχεται τῶν γενῶν τὰ εἴδη.
因为没有一个类会以派生词的方式对种进行述说,相反,所有的类都是同义地被陈述于种的;因为种既接受类的名称,也接受类的定义。
Ὁ οὖν κεχρωσμένον εἴπας τὸ λευκὸν οὔτε ὡς γένος ἀποδέδωκεν, ἐπειδὴ παρωνύμως εἴρηκεν, οὔθ᾿ ὡς ἴδιον ἢ ὡς ὁρισμόν· ὁ γὰρ ὁρισμὸς καὶ τὸ ἴδιον οὐδενὶ ἄλλῳ ὑπάρχει, κέχρωσται δὲ πολλὰ καὶ τῶν ἄλλων, οἷον ξύλον λίθος ἄνθρωπος ἵππος.
因此,把白说成是“被着色的”人,既没有把它作为类给出(因为他是以派生词的方式说的),也没有把它作为固有属性或定义给出;因为定义和固有属性不属于任何其他事物,而被着色的却有许多其他事物,例如木头、石头、人、马。
Δῆλον οὖν ὅτι ὡς συμβεβηκὸς ἀποδίδωσιν.
显然,他是把它作为偶性给出的。
Ἄλλος τὸ ἐπιβλέπειν οἷς ὑπάρχειν ἢ πᾶσιν ἢ μηδενὶ εἴρηται.
另一个论点是观察被说成属于所有或不属于任何一者的那些对象。
Σκοπεῖν δὲ κατ᾿ εἴδη καὶ μὴ ἐν τοῖς ἀπείροις· ὁδῷ γὰρ μᾶλλον καὶ ἐν ἐλάττοσιν ἡ σκέψις.
应当按种来考察,而不是在无限的事物中考察;因为这样考察更系统,且涉及的事物更少。
Δεῖ δὲ σκοπεῖν καὶ ἄρχεσθαι ἀπὸ τῶν πρώτων, εἶτ᾿ ἐφεξῆς ἕως τῶν ἀτόμων, οἷον εἰ τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην ἔφησεν εἶναι, σκεπτέον εἰ τῶν πρός τι καὶ τῶν ἐναντίων καὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν καὶ τῶν κατ᾿ ἀντίφασιν λεγομένων ἡ αὐτὴ ἐπιστήμη·
考察应当从最先的事物开始,然后依次进行,直到不可分割的个体;例如,如果他曾说对立面有同一门知识,就必须考察对于关系者、相反者、根据缺失与具有而被说成的事物以及根据矛盾而被说成的事物,是否具有同一门知识。
κἂν ἐπὶ τοῦτων μήπω φανερὸν ᾖ, πάλιν ταῦτα διαιρετέον μέχρι τῶν ἀτόμων, οἷον εἰ τῶν δικαίων καὶ ἀδίκων, ἢ τοῦ διπλασίου καὶ ἡμίσεος, ἢ τυφλότητος καὶ ὄψεως, ἢ τοῦ εἶναι καὶ μὴ εἶναι.
如果在这些事物中还不明显,就必须再次将这些划分,直到不可分割的个体,例如是否关于正义与非正义、双倍与一半、盲目与视觉、存在与不存在。
Ἐὰν γὰρ ἐπί τινος δειχθῇ ὅτι οὐχ ἡ αὐτή, ἀνῃρηκότες ἐσόμεθα τὸ πρόβλημα· ὁμοίως δὲ καὶ ἐὰν μηδενὶ ὑπάρχῃ.
因为如果对其中某一个被证明了它不是同一门知识,我们就会已经驳倒了该问题;同样地,如果它不属于任何一者也是如此。
Οὗτος δ᾿ ὁ τόπος ἀντιστρέφει πρὸς τὸ ἀνασκευάζειν καὶ κατασκευάζειν.
而这一论点在驳论和立论中都可以反向使用。
Ἐὰν γὰρ ἐπὶ πάντων φαίνηται διαίρεσιν προενέγκασιν ἢ ἐπὶ πολλῶν, ἀξιωτέον καὶ καθόλου τιθέναι ἢ ἔνστασιν φέρειν ἐπὶ τίνος οὐχ οὕτως· ἐὰν γὰρ μηδέτερον τούτων ποιῇ, ἄτοπος φανεῖται μὴ τιθείς.
因为如果在提出划分后,它在所有情况下或在多数情况下都显得成立,就应当要求对方也全称地承认它,或者提出它在哪个事物上不成立的异议;因为如果他这两者都不做,那么他不承认就会显得荒谬。
Ἄλλος τὸ λόγους ποιεῖν τοῦ τε συμβεβηκότος καὶ ᾧ συμβέβηκεν, ἢ ἀμφοτέρων καθ᾿ ἑκάτερον ἢ τοῦ ἑτέρου, εἶτα σκοπεῖν εἴ τι μὴ ἀληθὲς ἐν τοῖς λόγοις ὡς ἀληθὲς εἴληπται.
另一个论点是为偶性及偶性所属于的对象两者,或其中各自,或其中一者做出定义,然后考察在这些定义中是否有不真实的东西被作为真实而接受了。
Οἷον εἰ ἔστι θεὸν ἀδικεῖν, τί τὸ ἀδικεῖν;
例如,是否可能对神行不义,“行不义”是什么?
εἰ γὰρ τὸ βλάπτειν ἑκουσίως, δῆλον ὡς οὐκ ἔστι θεὸν ἀδικεῖσθαι· οὐ γὰρ ἐνδέχεται βλάπτεσθαι τὸν θεόν.
因为如果它是“故意伤害”,那么显然神是不可能遭受不义的;因为神是不可能受到伤害的。
Καὶ εἰ φθονερὸς ὁ σπουδαῖος, τίς ὁ φθονερὸς καὶ τίς ὁ φθόνος;
又如,高尚的人是否嫉妒,“嫉妒的人”是谁,以及“嫉妒”是什么?
εἰ γὰρ ὁ φθόνος ἐστὶ λύπη ἐπὶ φαινομένῃ εὐπραγίᾳ τῶν ἐπιεικῶν τινός, δῆλον ὅτι ὁ σπουδαῖος οὐ φθονερός· φαῦλος γὰρ ἂν εἴη.
因为如果嫉妒是“因某个体面的人显而易见的兴旺而产生痛苦”,那么显然高尚的人是不嫉妒的;因为否则他就会是卑劣的。
Καὶ εἰ ὁ νεμεσητικὸς φθονερός, τίς ἑκάτερος αὐτῶν;
又如,义愤的人是否嫉妒,他们各自是谁?
οὕτω γὰρ καταφανὲς ἔσται πότερον ἀληθὲς ἢ ψεῦδος τὸ ῥηθέν, οἷον εἰ φθονερὸς μὲν ὁ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις, νεμεσητικὸς δ᾿ ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις, δῆλον ὅτι οὐκ ἂν εἴη φθονερὸς ὁ νεμεσητικός.
因为这样,所说的是真还是假就会变得很清楚,例如,如果嫉妒的人是“因好人的兴旺而感到痛苦的人”,而义愤的人是“因坏人的兴旺而感到痛苦的人”,那么显然义愤的人不会是嫉妒的人。
Λαμβάνειν δὲ καὶ ἀντὶ τῶν ἐν τοῖς λόγοις ὀνομάτων λόγους, καὶ μὴ ἀφίστασθαι ἕως ἂν εἰς γνώριμον ἔλθῃ· πολλάκις γὰρ ὅλου μὲν τοῦ λόγου ἀποδοθέντος οὔπω δῆλον τὸ ζητούμενον, ἀντὶ δέ τινος τῶν ἐν τῷ λόγῳ ὀνομάτων λόγου ῥηθέντος κατάδηλον γίνεται.
还应当用定义来代替定义中的名词,并且不要停止,直到得出熟知的事物;因为往往尽管给出了整个定义,所寻求的事物仍不明显,但当用定义代替了定义中的某个名词而被说出时,它就变得非常清楚了。
Ἔτι τὸ πρόβλημα πρότασιν ἑαυτῷ ποιούμενον ἐνίστασθαι· ἡ γὰρ ἔνστασις ἔσται ἐπιχείρημα πρὸς τὴν θέσιν.
此外,将问题作为给自己设定的前提,以此提出异议;因为该异议将成为对论点的攻击。
Ἔστι δ᾿ ὁ τόπος οὗτος σχεδὸν ὁ αὐτὸς τῷ ἐπιβλέπειν οἷς ὑπάρχειν ἢ πᾶσιν ἢ μηδενὶ εἴρηται· διαφέρει δὲ τῷ τρόπῳ.
而这一论点与观察被说成属于所有或不属于任何一者的那些对象几乎是同一个,但其方式有所不同。
Ἔτι διορίζεσθαι ποῖα δεῖ καλεῖν ὡς οἱ πολλοὶ καὶ ποῖα οὔ.
此外,规定哪些事物应当像大多数人那样去称呼,而哪些事物则不应当。
Χρήσιμον γὰρ καὶ πρὸς τὸ κατασκευάζειν καὶ πρὸς τὸ ἀνασκευάζειν, οἷον ὅτι ταῖς μὲν ὀνομασίαις τὸ πράγματα προσαγορευτέον καθάπερ οἱ πολλοί, ποῖα δὲ τῶν πραγμάτων ἐστὶ τοιαῦτα ἢ οὐ τοιαῦτα, οὐκέτι προσεκτέον τοῖς πολλοῖς.
因为这对于立论和驳论都是有用的,例如在称呼上应当像大多数人那样称呼事物,但对于事物的性质是如此还是不如此,就不能再听从大多数人了。
Οἷον ὑγιεινὸν μὲν ῥητέον τὸ ποιητικὸν ὑγιείας, ὡς οἱ πολλοὶ λέγουσιν· πότερον δὲ τὸ προκείμενον ποιητικὸν ὑγιείας ἢ οὔ, οὐκέτι ὡς οἱ πολλοὶ κλητέον ἀλλ᾿ ὡς ὁ ἰατρός.
例如,应当像大多数人说的那样,把“健康的”说成是“产生健康的”;但是摆在面前的这个事物是否产生健康,就不能再像大多数人那样去称呼,而应当像医生那样。