§2.1## Β.
Ἔστι δὲ τῶν προβλημάτων τὰ μὲν καθόλου τὰ δ᾿ ἐπὶ μέρους.
Β. 在问题中,有些是全称的,有些是特称的。
Καθόλου μὲν οὖν οἷον ὅτι πᾶσα ἡδονὴ ἀγαθὸν καὶ ὅτι οὐδεμία ἡδονὴ ἀγαθόν, ἐπὶ μέρους δὲ οἷον ὅτι ἔστι τις ἡδονὴ ἀγαθὸν καὶ ὅτι ἔστι τις ἡδονὴ οὐκ ἀγαθόν.
全称的,例如“所有快乐都是善”以及“没有快乐是善”;特称的,例如“某些快乐是善”以及“某些快乐不是善”。
Ἔστι δὲ πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων κοινὰ τὰ καθόλο κατασκευαστικὰ καὶ ἀνασκευαστικά· δείξαντες γὰρ ὅτι παντὶ ὑπάρχει, καὶ ὅτι τινὶ ὑπάρχει δεδειχότες ἐσόμεθα.
而全称的立论和驳论方法对于两类问题都是共同的;因为一旦证明了它属于所有,我们也就会已经证明了它属于某些。
Ὁμοίως δὲ κἂν ὅτι οὐδενὶ ὑπάρχει δείξωμεν, καὶ ὅτι οὐ παντὶ ὑπάρχει δεδειχότες ἐσόμεθα.
同样地,即使我们证明了它不属于任何一个,我们也就会已经证明了它不属于所有。
Πρῶτον οὖν περὶ τῶν καθόλου ἀνασκευαστικῶν ῥητέον διά τε τὸ κοινὰ εἶναι τὰ τοιαῦτα πρὸς τὰ καθόλου καὶ τὰ ἐπὶ μέρους, καὶ διὰ τὸ μᾶλλον τὰς θέσεις κομίζειν ἐν τῷ ὑπάρχειν ἢ μή, τοὺς δὲ διαλεγομένους ἀνασκευάζειν.
因此,首先必须讨论全称的驳论方法,这既是因为此类方法对于全称问题和特称问题都是共同的,也是因为人们往往更倾向于在“属于”的意义上提出主张,而参与讨论的对手则进行反驳。
Ἔστι δὲ χαλεπώτατον τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν· τὸ γὰρ πῇ καὶ μὴ καθόλου ἐπὶ μόνων ἐνδέχεται τῶν συμβεβηκότων.
然而,要对基于偶性的特有称呼进行换位是最困难的;因为“在某种程度上”而非“全称地”存在,只在偶性的情况下才是可能的。
Ἀπὸ μὲν γὰρ τοῦ ὅρου καὶ τοῦ ἰδίου καὶ τοῦ γένους ἀναγκαῖον ἀντιστρέφειν, οἷον εἰ ὑπάρχει τινὶ ζῴῳ πεζῷ δίποδι εἶναι, ἀντιστρέψαντι ἀληθὲς ἔσται λέγειν ὅτι ζῷον πεζὸν δίπουν ἐστίν.
因为从定义、固有属性和类出发,换位是必然的;例如,如果属于某物的是“作为两足的陆生动物”,那么换位之后,说“它是两足的陆生动物”将是真实的。
Ὁμοίως δὲ καὶ ἀπὸ τοῦ γένους· εἰ γὰρ ζῴῳ ὑπάρχει τινὶ εἶναι, ζῷόν ἐστιν.
同样地,从类出发也是如此;因为如果属于某物的是“作为动物”,那么它就是动物。
Τὰ δ᾿ αὐτὰ καὶ ἐπὶ τοῦ ἰδίου· εἰ γὰρ ὑπάρχει τινὶ γραμματικῆς δεκτικῷ εἶναι, γραμματικῆς δεκτικὸν ἔσται.
对于固有属性也是同样的情况;因为如果属于某物的是“能够接受语法”,它就将是能够接受语法的。
Οὐδὲν γὰρ τούτων ἐνδέχεται κατά τι ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἀλλ᾿ ἁπλῶς ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.
因为这些事物中的任何一个,都不可能在某种程度上属于或不属于,而只能是绝对地属于或不属于。
Ἐπὶ δὲ τῶν συμβεβηκότων οὐδὲν κωλύει κατά τι ὑπάρχειν, οἷον λευκότητα ἢ δικαιοσύνην, ὥστε οὐκ ἀπόχρη τὸ δεῖξαι ὅτι ὑπάρχει λευκότης ἢ δικαιοσύνη πρὸς τὸ δεῖξαι ὅτι λευκὸς ἢ δίκαιός ἐστιν· ἔχει γὰρ ἀμφισβήτησιν ὅτι κατά τι λευκὸς ἢ δίκαιός ἐστιν.
相反,在偶性的情况下,没有任何东西阻碍它在某种程度上属于,例如白或正义;因此,为了证明某物是白的或正义的,仅证明白或正义属于它是不够的;因为这存在争议,即它可能只是在某种程度上是白的或正义的。
Ὥστ᾿ οὐκ ἀναγκαῖον ἐπὶ τῶν συμβεβηκότων τὸ ἀντιστρέφειν.
所以,在偶性的情况下,换位并不是必然的。
Διορίσασθαι δὲ δεῖ καὶ τὰς ἁμαρτίας τὰς ἐν τοῖς προβλήμασιν, ὅτι εἰσὶ διτταί, ἢ τῷ ψεύδεσθαι ἢ τῷ παραβαίνειν τὴν κειμένην λέξιν.
还必须规定问题中的错误,它们有两种:要么是通过说谎,要么是通过违反已确立的用词。
Οἵ τε γὰρ ψευδόμενοι καὶ τὸ μὴ ὑπάρχον ὑπάρχειν τινὶ λέγοντες ἁμαρτάνουσι· καὶ οἱ τοῖς ἀλλοτρίοις ὀνόμασι τὰ πράγματα προσαγορεύοντες, οἷον τὴν πλάτανον ἄνθρωπον, παραβαίνουσι τὴν κειμένην ὀνομασίαν.
因为那些说谎、把不属于的东西说成属于某物的人是在犯错;而那些用不恰当的名称来称呼事物的人,例如把法国梧桐称为人,则是违反了已确立的称呼。