§1.16Περὶ μὲν οὖν τοῦ πολλαχῶς διὰ τούτων καὶ τῶν τοιούτων σκεπτέον· τὰς δὲ διαφορὰς ἐν αὐτοῖς τε τοῖς γένεσι πρὸς ἄλληλα θεωρητέον, οἷον τίνι διαφέρει δικαιοσύνη ἀνδρίας καὶ φρόνησις σωφροσύνης (ταῦτα γὰρ ἅπαντα ἐκ τοῦ αὐτοῦ γένους ἐστίν), καὶ ἐξ ἄλλου πρὸς ἄλλο τῶν μὴ πολὺ λίαν διεστηκότων, οἷον τίνι αἴσθησις ἐπιστήμης· ἐπὶ μὲν γὰρ τῶν πολὺ διεστηκότων κατάδηλοι παντελῶς αἱ διαφοραί.
因此,关于被以多义的方式论及的事物,必须通过这些及类似的方法进行考察;而对于种差,则必须在类其自身内部相互之间进行观察,例如,正义与勇敢因何而异,明智与节制因何而异(因为所有这些都属于同一个类);并且在相隔不是太远的、属于不同类的事物之间进行观察,例如,感觉与知识因何而异;因为对于相隔遥远的事物,其种差是完全显而易见的。
§1.17Τὴν δὲ ὁμοιότητα σκεπτέον ἐπί τε τῶν ἐν ἑτέροις γένεσιν, ὡς ἕτερον πρὸς ἕτερόν τι, οὕτως ἄλλο πρὸς ἄλλο, οἷον ὡς ἐπιστήμη πρὸς ἐπιστητόν, οὕτως αἴσθησις πρὸς αἰσθητόν· καὶ ὡς ἕτερον ἐν ἑτέρῳ τινί, οὕτως ἄλλο ἐν ἄλλῳ, οἷον ὡς ὄψις ἐν ὀφθαλμῷ, νοῦς ἐν ψυχῇ, καὶ ὡς γαλήνη ἐν θαλάσσῃ, νηνεμία ἐν ἀέρι.
此外,对于相似性,必须在属于不同类的事物中进行考察,其方式为:正如一事物对某特定他事物,另一事物也对又一事物。 例如,正如知识对可知者,感觉对可感者;又如:正如一事物在某一他事物之中,另一事物也在另一事物之中。 例如,正如视力在眼睛中,理智在灵魂中;以及正如平静在海洋中,无风在空气中。
Μάλιστα δ᾿ ἐν τοῖς πολὺ διεστῶσι γυμνάζεσθαι δεῖ· ῥᾷον γὰρ ἐπὶ τῶν λοιπῶν δυνησόμεθα τὰ ὅμοια συνορᾶν.
尤其应当在相隔遥远的事物中进行训练;因为这样我们就能更容易地在其余情况下看清相似之处。
Σκεπτέον δὲ καὶ τὰ ἐν τῷ αὐτῷ γένει ὄντα, εἴ τι ἅπασιν ὑπάρχει ταὐτόν, οἷον ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνί· ᾗ γὰρ ὑπάρχει τι αὐτοῖς ταὐτόν, ταύτῃ ὅμοιά ἐστιν.
还要考察处于同一个类中的事物,看是否有什么相同的东西属于它们所有,例如对于人、马和狗;因为在某种相同的东西属于它们的范围内,它们在此程度上是相似的。
§1.18Χρήσιμον δὲ τὸ μὲν ποσαχῶς λέγεται ἐπεσκέφθαι πρός τε τὸ σαφές (μᾶλλον γὰρ ἄν τις εἰδείη τί τίθησιν, ἐμφανισθέντος ποσαχῶς λέγεται) καὶ πρὸς τὸ γίνεσθαι κατ᾿ αὐτὸ τὸ πρᾶγμα καὶ μὴ πρὸς τοὔνομα τοὺς συλλογισμούς.
此时,考察一个词被以多少种方式论及(多义性),首先对于清晰性是有用的(因为一旦搞清楚它被以多少种方式论及,人就会更清楚地知道自己所设定的是什么),其次是使得推论能够针对事物本身,而不是针对名称。
Ἀδήλου γὰρ ὄντος ποσαχῶς λέγεται, ἐνδέχεται μὴ ἐπὶ ταὐτὸν τόν τε ἀποκρινόμενον καὶ τὸν ἐρωτῶντα φέρειν τὴν διάνοιαν· ἐμφανισθέντος δὲ ποσαχῶς λέγεται καὶ ἐπὶ τί φέρων τίθησι, γελοῖος ἂν φαίνοιτο ὁ ἐρωτῶν, εἰ μὴ πρὸς τοῦτο τὸν λόγον ποιοῖτο.
因为当它被以多少种方式论及尚不明确时,回答者和提问者很可能没有把心思放在同一事物上;但是,一旦搞清楚它被以多少种方式论及,以及回答者是针对其中哪一个而做出设定的,如果提问者不针对这一点展开论证,就会显得十分可笑。
Χρήσιμον δὲ καὶ πρὸς τὸ μὴ παραλογισθῆναι καὶ πρὸς τὸ παραλογίσασθαι.
这对于不被谬误推理所误导,以及用谬误推理去误导他人,也是有用的。
Εἰδότες γὰρ ποσαχῶς λέγεται οὐ μὴ παραλογισθῶμεν, ἀλλ᾿ εἰδήσομεν ἐὰν μὴ πρὸς ταὐτὸ τὸν λόγον ποιῆται ὁ ἐρωτῶν· αὐτοί τε ἐρωτῶντες δυνησόμεθα παραλογίσασθαι, ἐὰν μὴ τυγχάνῃ εἰδὼς ὁ ἀποκρινόμενος ποσαχῶς λέγεται.
因为如果我们知道它被以多少种方式论及,就决不会被谬误推理所误导,反而能在提问者不针对同一事物进行论证时看穿这一点;而我们自己作为提问者时,如果回答者恰好不知道它被以多少种方式论及,我们就能够用谬误推理去误导他。
Τοῦτο δ᾿ οὐκ ἐπὶ πάντων δυνατόν, ἀλλ᾿ ὅταν ᾖ τῶν πολλαχῶς λεγομένων τὰ μὲν ἀληθῆ τὰ δὲ ψευδῆ.
但这并非在所有情况下都是可能的,而只是当在多义地被论及的事物中,有些是真实的而有些是虚假的时候。
Ἔστι δὲ οὐκ οἰκεῖος ὁ τρόπος οὗτος τῆς διαλεκτικῆς· διὸ παντελῶς εὐλαβητέον τοῖς διαλεκτικοῖς τὸ τοιοῦτον, τὸ πρὸς τοὔνομα διαλέγεσθαι, ἐὰν μή τις ἄλλως ἐξαδυνατῇ περὶ τοῦ προκειμένου διαλέγεσθαι.
然而,这种方法并不属于辩证术固有的方式;因此,辩证家必须完全戒备这种事情——即针对名称进行讨论——除非人在其他方面完全无法就所讨论的主题进行讨论。
Τὸ δὲ τὰς διαφορὰς εὑρεῖν χρήσιμον πρός τε τοὺς συλλογισμοὺς τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ πρὸς τὸ γνωρίζειν τί ἕκαστόν ἐστιν.
至于发现种差,这对于关于“相同”和“相异”的推论,以及对于认识每一个事物是什么,都是有用的。
Ὅτι μὲν οὖν πρὸς τοὺς συλλογισμοὺς τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου χρήσιμον, δῆλον· εὑρόντες γὰρ διαφορὰν τῶν προκειμένων ὁποιανοῦν δεδειχότες ἐσόμεθα ὅτι οὐ ταὐτόν·
显然,这对于关于“相同”和“相异”的推论是有用的;因为一旦在所讨论的主题之间发现了任何一种种差,我们就能证明它们并不是相同的。
πρὸς δὲ τὸ γνωρίζειν τί ἐστι, διότι τὸν ἴδιον τῆς οὐσίας ἑκάστου λόγον ταῖς περὶ ἕκαστον οἰκείαις διαφοραῖς χωρίζειν εἰώθαμεν.
而对于认识事物是什么,其有用性在于,我们习惯于通过属于每一个事物的固有种差,来区分关于每一个事物本质的特有定义。
Ἡ δὲ τοῦ ὁμοίου θεωρία χρήσιμος πρός τε τοὺς ἐπακτικοὺς λόγους καὶ πρὸς τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς καὶ πρὸς τὴν ἀπόδοσιν τῶν ὁρισμῶν.
而对相似性的观察,对于归纳论证、基于假设的推论,以及给出定义,都是有用的。
Πρὸς μὲν οὖν τοὺς ἐπακτικοὺς λόγους, διότι τῇ καθ᾿ ἕκαστα ἐπὶ τῶν ὁμοίων ἐπαγωγῇ τὸ καθόλου ἀξιοῦμεν ἐπάγειν· οὐ γὰρ ῥᾴδιόν ἐστιν ἐπάγειν μὴ εἰδότας τὰ ὅμοια.
首先,对于归纳论证,其有用性在于,在相似事物的情况下,我们要求通过对个别事物的归纳来引入普遍者;因为如果我们不知道相似的事物,进行归纳就不是一件易事。
Πρὸς δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμούς, διότι ἔνδοξόν ἐστιν, ὥς ποτε ἐφ᾿ ἑνὸς τῶν ὁμοίων ἔχει, οὕτως καὶ ἐπὶ τῶν λοιπῶν.
其次,对于基于假设的推论,其有用性在于,通常人们会公认,正如在相似事物中的某一个情况中是如何的,在其余事物的情况中也是如何。
Ὥστε πρὸς ὅ τι ἂν αὐτῶν εὐπορῶμεν διαλέγεσθαι, προδιομολογησόμεθα, ὥς ποτε ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τοῦ προκειμένου ἔχειν.
因此,对于我们易于进行讨论的其中任何一个,我们都将预先达成协议:正如在这些情况下是如何的,在所讨论的主题中也是如何。
Δείξαντες δὲ ἐκεῖνο καὶ τὸ προκείμενον ἐξ ὑποθέσεως δεδειχότες ἐσόμεθα· ὑποθέμενοι γάρ, ὥς ποτε ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τοῦ προκειμένου ἔχειν, τὴν ἀπόδειξιν πεποιήμεθα.
而一旦证明了那一点,我们也就基于假设证明了所讨论的主题;因为我们是在假设了“正如在这些情况下是如何的,在所讨论的主题中也是如何”之后,才进行论证的。
Πρὸς δὲ τὴν τῶν ὁρισμῶν ἀπόδοσιν, διότι δυνάμενοι συνορᾶν τί ἐν ἑκάστῳ ταὐτόν, οὐκ ἀπορήσομεν εἰς τί δεῖ γένος ὁριζομένους τὸ προκείμενον τιθέναι· τῶν γὰρ κοινῶν τὸ μάλιστα ἐν τῷ τί ἐστι κατηγορούμενον γένος ἂν εἴη.
再次,对于给出定义,其有用性在于,能够看清在每种情况下什么是相同的,我们在定义所讨论的主题时,就不会对于应当将其放入哪一个类中而感到困惑;因为在共同项中,最在“是什么(本质)”的范畴中被述谓的,应该就是类。
Ὁμοίως δὲ καὶ ἐν τοῖς πολὺ διεστῶσι χρήσιμος πρὸς τοὺς ὁρισμοὺς ἡ τοῦ ὁμοίου θεωρία, οἷον ὅτι ταὐτὸν γαλήνη μὲν ἐν θαλάσσῃ, νηνεμία δ᾿ ἐν ἀέρι (ἑκάτερον γὰρ ἡσυχία), καὶ ὅτι στιγμὴ ἐν γραμμῇ καὶ μονὰς ἐν ἀριθμῷ. ἑκάστερον γὰρ ἀρχή.
同样地,即使在相隔遥远的事物中,对相似性的观察对于定义也是有用的。 例如,海洋中的平静和空气中的无风是相同的(因为两者都是“静止”);线之于点和数之于单位也是相同的(因为两者都是“起点”)。
Ὥστε τὸ κοινὸν ἐπὶ πάντων γένος ἀποδιδόντες δόξομεν οὐκ ἀλλοτρίως ὁρίζεσθαι.
因此,通过给出适用于所有这些事物的共同类,我们定义时就不会显得不着边际。
Σχεδὸν δὲ καὶ οἱ ὁριζόμενοι οὕτως εἰώθασιν ἀποδιδόναι· τήν τε γὰρ μονάδα ἀρχὴν ἀριθμοῦ φασὶν εἶναι καὶ τὴν στιγμὴν ἀρχὴν γραμμῆς.
实际上,下定义的人们也几乎习惯于这样去给出:因为他们说单位是数的起点,点是线的起点。
Δῆλον οὖν ὅτι εἰς τὸ κοινὸν ἀμφοτέρων γένος τιθέασιν.
因此显而易见,他们是将两者都置于它们共同的类之中。
Τὰ μὲν οὖν ὄργανα δι᾿ ὧν οἱ συλλογισμοὶ ταῦτ᾿ ἐστίν· οἱ δὲ τόποι πρὸς οὓς χρήσιμα τὰ λεχθέντα οἵδε εἰσίν.
以上就是借以进行推论的工具;而上述所说在其中有用的论题则是以下这些。