Humanitext Reader

亚里士多德 · 论题篇 §1.9-1.10

十个范畴与辩证法命题的定义

第 5 段,共 94 段 · 希腊语

内容简介

本章节介绍了十个范畴,指出四种述词皆归属于这些范畴,并进一步定义了辩证法的命题与问题及其接受标准。

§1.9Μετὰ τοίνυν ταῦτα δεῖ διορίσασθαι τὰ γένη τῶν κατηγοριῶν, ἐν οἷς ὑπάρχουσιν αἱ ῥηθεῖσαι τέτταρες.
因此,在这之后,必须界定上述四种事物所属的范畴的类。
Ἔστι δὲ ταῦτα τὸν ἀριθμὸν δέκα, τί ἐστι, ποσόν, ποιόν, πρός τι, ποῦ, ποτέ, κεῖσθαι, ἔχειν, ποιεῖν, πάσχειν.
这些在数量上共有十个:本质(是什么)、数量、性质、关系、何地、何时、姿态、占有、主动、受动。
Ἀεὶ γὰρ τὸ συμβεβηκὸς καὶ τὸ γένος καὶ τὸ ἴδιον καὶ ὁ ὁρισμὸς ἐν μιᾷ τούτων τῶν κατηγοριῶν ἔσται· πᾶσαι γὰρ ὁ ὁρισμὸς ἐν μιᾷ τούτων τῶν κατηγοριῶν ἔσται· πᾶσαι γὰρ αἱ διὰ τούτων προτάσεις ἢ τί ἐστιν ἢ ποιὸν ἢ ποσὸν ἢ τῶν ἄλλων τινὰ κατηγοριῶν σημαίνουσιν.
因为偶性、类、固有属性和定义总是会在这十个范畴之一中;因为所有的定义都将在这十个范畴之一中;因为通过这些而作出的所有命题,都表示本质、或性质、或数量、或其余范畴中的某一个。
Δῆλον δ᾿ ἐξ αὐτῶν ὅτι ὁ τὸ τί ἐστι σημαίνων ὁτὲ μὲν οὐσίαν σημαίνει, ὁτὲ δὲ ποιόν, ὁτὲ δὲ τῶν ἄλλων τινὰ κατηγοριῶν.
而从这些本身可以明显看出,表示“是什么”(本质)的项,有时表示实体,有时表示性质,有时表示其他范畴之一。
Ὅταν μὲν γὰρ ἐκκειμένου ἀνθρώπου φῇ τὸ ἐκκείμενον ἄνθρωπον εἶναι ἢ ζῷον, τί ἐστι λέγει καὶ οὐσίαν σημαίνει· ὅταν δὲ χρώματος λευκοῦ ἐκκειμένου φῇ τὸ ἐκκείμενον λευκὸν εἶναι ἢ χρῶμα, τί ἐστι λέγει καὶ ποιὸν σημαίνει.
因为当人被摆出来时,如果有人说摆在那里的东西是人或动物,他就是在说它“是什么”,并且表示的是实体;而当白色被摆出来时,如果他说摆在那里的东西是白或颜色,他就是在说它“是什么”,并且表示的是性质。
Ὁμοίως δὲ καὶ ἐὰν πηχυαίου μεγέθους ἐκκειμένου φῇ τὸ ἐκκείμενον πηχυαῖον εἶναι μέγεθος, τί ἐστιν ἐρεῖ καὶ ποσὸν σημαίνει.
同样,如果一肘长的体积被摆出来,而他说摆在那里的东西是一肘长的体积,他将是在说它“是什么”,并且表示的是数量。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἕκαστον γὰρ τῶν τοιούτων, ἐάν τε αὐτὸ περὶ αὑτοῦ λέγηται ἐάν τε τὸ γένος περὶ τούτου, τί ἐστι σημαίνει.
对于其余的情况也是如此;因为此类事物中的每一个,无论是说其自身,还是将其类归于它,都表示“是什么”(本质)。
Ὅταν δὲ περὶ ἑτέρου, οὐ τί ἐστι σημαίνει, ἀλλὰ ποσὸν ἢ ποιὸν ἤ τινα τῶν ἄλλων κατηγοριῶν.
而当其归于另一个事物时,它不表示“是什么”,而是表示数量、性质、或其余范畴中的某一个。
Ὥστε περὶ ὧν μὲν οἱ λόγοι καὶ ἐξ ὧν, ταῦτα καὶ τοσαῦτά ἐστι· πῶς δὲ ληψόμεθα καὶ δι᾿ ὧν εὐπορήσομεν, μετὰ ταῦτα λεκτέον.
因此,论证所关涉的对象以及构成论证的要素,就是这些,也只有这么多;但我们应如何获取它们,以及通过什么手段使我们能丰富地获得,必须在之后说明。
§1.10Πρῶτον τοίνυν διωρίσθω, τί ἐστι πρότασις διαλεκτικὴ καὶ τί πρόβλημα διαλεκτικόν.
首先,让我们来界定什么是辩证法命题,什么是辩证法问题。
Οὐ γὰρ πᾶσαν πρότασιν οὐδὲ πᾶν πρόβλημα διαλεκτικὸν θετέον· οὐδεὶς γὰρ ἂν προτείνειε νοῦν ἔχων τὸ μηδενὶ δοκοῦν, οὐδὲ προβάλοι τὸ πᾶσι φανερὸν ἢ τοῖς πλείστοις· τὰ μὲν γὰρ οὐκ ἔχει ἀπορίαν, τὰ δ᾿ οὐδεὶς ἂν θείη.
因为我们决不能把每一个命题或每一个问题都设定为辩证的;因为凡是有理智的人,都不会把任何人都不同意的事情作为命题提出,也不会把对所有人或大多数人来说显而易见的事情作为问题提出;因为后者没有疑难,而前者没有人会承认。
Ἔστι δὲ πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις, μὴ παράδοξος· θείη γὰρ ἄν τις τὸ δοκοῦν τοῖς σοφοῖς, ἐὰν μὴ ἐναντίον ταῖς τῶν πολλῶν δόξαις ᾖ.
辩证法命题是一种被所有人、或大多数人、或智者所接受的提问,且在智者中,又是被所有人、或大多数人、或最著名的人所接受的,同时不违背常识(非逆说的);因为只要不与大众的意见相反,人们就可以把智者所赞同的观点设为前提。
Εἰσὶ δὲ προτάσεις διαλεκτικαὶ καὶ τὰ τοῖς ἐνδόξοις ὅμοια, καὶ τἀναντία κατ᾿ ἀντίφασιν τοῖς δοκοῦσιν ἐνδόξοις εἶναι προτεινόμενα, καὶ ὅσαι δόξαι κατὰ τέχνας εἰσὶ τὰς εὑρημένας.
辩证法命题还包括那些与被接受的意见相似的观点、以及那些作为公认观点的矛盾对立面而被提出的观点、以及所有符合已发现的技术(学科)的观点。
Εἰ γὰρ ἔνδοξον τὸ τὴν αὐτὴν εἶναι τῶν ἐναντίων ἐπιστήμην καὶ τὸ αἴσθησιν τὴν αὐτὴν εἶναι τῶν ἐναντίων, ἔνδοξον ἂν φανείη καὶ εἰ μίαν ἀριθμῷ γραμματικὴν εἶναι, καὶ αὐλητικὴν μίαν, εἰ δὲ πλείους γραμματικάς, καὶ αὐλητικὰς πλείους· πάντα γὰρ ὅμοια καὶ συγγενῆ ταῦτ᾿ ἔοικεν εἶναι.
因为,如果“关于相反事物的科学是同一的”和“关于相反事物的感官是同一的”是被接受的意见,那么,“如果文法在数量上是一个,长笛演奏术也是一个,而如果文法有多个,长笛演奏术也有多个”似乎也应是被接受的意见;因为所有这些似乎都是相似且同族的。
Ὁμοίως δὲ καὶ τὰ τοῖς ἐνδόξοις ἐναντία κατ᾿ ἀντίφασιν προτεινόμενα ἔνδοξα φανεῖται· εἰ γὰρ ἔνδοξον ὅτι δεῖ τοὺς φίλους εὖ ποιεῖν, καὶ ὅτι οὐ δεῖ κακῶς ποιεῖν ἔνδοξον.
同样,与被接受的意见作为矛盾对立面而提出的观点,也将会显现为是被接受的;因为,如果“应当善待朋友”是被接受的,那么“不应当恶待(朋友)”也是被接受的。
Ἔστι δ᾿ ἐναντίον μὲν ὅτι δεῖ κακῶς ποιεῖν τοὺς φίλους, κατ᾿ ἀντίφασιν δὲ ὅτι οὐ δεῖ κακῶς ποιεῖν.
而“应当恶待朋友”是相反的观点,而“不应当恶待”则是矛盾对立的观点。
Ὁμοίως δὲ καὶ εἰ δεῖ τοὺς φίλους εὖ ποιεῖν, τοὺς ἐχθροὺς οὐ δεῖ.
同样,如果应当善待朋友,那么就不应当(善待)敌人。
Ἔστι δὲ καὶ τοῦτο κατ᾿ ἀντίφασιν τῶν ἐναντίων· τὸ γὰρ ἐναντίον ἐστὶν ὅτι δεῖ τοὺς ἐχθροὺς εὖ ποιεῖν.
而这同样是相反观点的矛盾对立面;因为相反的观点是“应当善待敌人”。
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
对于其他情况也是如此。
Ἔνδοξον δ᾿ ἐν παραβολῇ φανεῖται καὶ τὸ ἐναντίον περὶ τοῦ ἐναντίου, οἷον εἰ τοὺς φίλους δεῖ εὖ ποιεῖν, καὶ τοὺς ἐχθροὺς δεῖ κακῶς.
同样,在对比中,关于相反事物的相反观点也将显现为是被接受的,例如,如果应当善待朋友,那么也应当恶待敌人。
Φανείη δ᾿ ἂν καὶ ἐναντίον τὸ τοὺς φίλους εὖ ποιεῖν τῷ τοὺς ἐχθροὺς κακῶς· πότερον δὲ καὶ κατ᾿ ἀλήθειαν οὕτως ἔχει ἢ οὔ, ἐν τοῖς ὑπὲρ τῶν ἐναντίων λεγομένοις ῥηθήσεται.
而“善待朋友”似乎也与“恶待敌人”相反;但在事实上是否确实如此,将在关于相反事物的讨论中予以说明。
Δῆλον δ᾿ ὅτι καὶ ὅσαι δόξαι κατὰ τέχνας εἰσί, διαλεκτικαὶ προτάσεις εἰσί· θείη γὰρ ἄν τις τὰ δοκοῦντα τοῖς ὑπὲρ τούτων ἐπεσκεμμένοις, οἷον περὶ μὲν τῶν ἐν ἰατρικῇ ὡς ὁ ἰατρός, περὶ δὲ τῶν ἐν γεωμετρίᾳ ὡς ὁ γεωμέτρης· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
显然,所有符合技术(学科)的观点也同样是辩证法命题;因为人们可以把那些对此进行过考察的人所赞同的观点设为前提,例如在医学中听从医生的意见,在几何学中听从几何学家的意见;对于其他情况也是如此。

词汇与语法注释

  1. 1.9τὸν ἀριθμὸν δέκα — τὸν ἀριθμὸν 是关系宾格(或限定宾格),修饰 δέκα,表示“在数量上(十个)”。
  2. 1.9ἐκκειμένου ἀνθρώπου — 属格独立结构(genitive absolute),意为“当人被摆出来(假定)时”。随后的颜色、体积等短语也采用了相同的结构。
  3. 1.10νοῦν ἔχων — 分词 ἔχων 表达条件,与主句带 ἄν 的祈愿语气(ἂν προτείνειε)呼应,意为“如果有理智的人(便不会提出……)”。
  4. 1.10τὰ μὲν γὰρ οὐκ ἔχει ἀπορίαν, τὰ δ᾿ οὐδεὶς ἂν θείη — 指示代词 τὰ μὲν 和 τὰ δ᾿ 采用交错配列(chiasmus)的方式指代前文的两个概念:τὰ μὲν 指代“显而易见的事”(后者),而 τὰ δ᾿ 指代“无人赞同的事”(前者)。
  5. 1.10ἐὰν μὴ ἐναντίον ταῖς τῶν πολλῶν δόξαις ᾖ — 使用虚拟语气的条件从句,引入了限制条件:即便是在智者看来是真实的观点,如果与大众意见相左,也不能被设定为辩证法的前提。

引用这一段

亚里士多德, 论题篇 §1.9-1.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:1.9-1.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。