§1.6Μὴ λανθανέτω δ᾿ ἡμᾶς ὅτι τὰ πρὸς τὸ ἴδιον καὶ τὸ γένος καὶ τὸ συμβεβηκὸς πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόσει λέγεσθαι.
我们不应忽视的是,所有关于固有属性、类和偶性的讨论,也同样适用于定义。
Δείξαντες γὰρ ὅτι οὐ μόνῳ ὑπάρχει τῷ ὑπὸ τὸν ὁρισμόν, ὥσπερ καὶ ἐπὶ τοῦ ἰδίου, ἢ ὅτι οὐ γένος τὸ ἀποδοθὲν ἐν τῷ ὁρισμῷ, ἢ ὅτι οὐχ ὑπάρχει τι τῶν ἐν τῷ λόγῳ ῥηθέντων, ὅπερ καὶ ἐπὶ τοῦ συμβεβηκότος ἂν ῥηθείη, ἀνῃρηκότες ἐσόμεθα τὸν ὁρισμόν· ὥστε κατὰ τὸν ἔμπροσθεν ἀποδοθέντα λόγον ἅπαντ᾿ ἂν εἴη τρόπον τινὰ ὁρικὰ τὰ κατηριθμημένα.
因为,如果像对待固有属性那样证明(定义)不仅属于该定义所指的对象,或者证明定义中所给出的并非类,或者证明说明中所说的某物并不存在(正如在偶性中也可以说的那样),¦p.264 我们就会推翻这一定义;因此,根据前面给出的讨论,所有列举出来的特征在某种意义上都可以说是具有定义性质的。
Ἀλλ᾿ οὐ διὰ τοῦτο μίαν ἐπὶ πάντων καθόλου μέθοδον ζητητέον· οὔτε γὰρ ῥᾴδιον εὑρεῖν τοῦτ᾿ ἐστίν, εἴ θ᾿ εὑρεθείη, παντελῶς ἀσαφὴς καὶ δύσχρηστος ἂν εἴη πρὸς τὴν προκειμένην πραγματείαν.
然而,我们不应该因此而寻求一个适用于所有情况的普遍方法;因为这不仅不易找到,而且即使找到了,对于当前的研究来说,它也将是完全模糊且难以使用的。
Ἰδίας δὲ καθ᾿ ἕκαστον τῶν διορισθέντων γενῶν ἀποδοθείσης μεθόδου ῥᾷον ἐκ τῶν περὶ ἕκαστον οἰκείων ἡ διέξοδος τοῦ προκειμένου γένοιτ᾿ ἄν.
但是,如果为已划分的各个类分别给出特定的方法,那么通过各个类所特有的内容,就更容易解决当前的问题。
Ὥστε τύπῳ μέν, καθάπερ εἴρηται πρότερον, διαιρετέον, τῶν δὲ λοιπῶν τὰ μάλισθ᾿ ἑκάστοις οἰκεῖα προσαπτέον, ὁρικά τε καὶ γενικὰ προσαγορεύοντας αὐτά.
因此,正如前面所说,我们应该在大纲上进行划分,而对于其余的部分,则应该把最适合于各部分的内容连接起来,称之为定义性质的和类性质的。
Σχεδὸν δὲ προσῆπται τὰ ῥηθέντα πρὸς ἑκάστοις.
而所说的事情几乎都已经分别连接好了。
§1.7Πρῶτον δὲ πάντων περὶ ταὐτοῦ διοριστέον, ποσαχῶς λέγεται.
首先,必须对“相同”进行界定,说明它有多少种含义。
Δόξειε δ᾿ ἂν τὸ ταὐτὸν ὡς τύπῳ λαβεῖν τριχῇ διαιρεῖσθαι.
“相同”在粗略把握时,似乎可以分为三种。
Ἀριθμῷ γὰρ ἢ εἴδει ἢ γένει τὸ ταὐτὸν εἰώθαμεν προσαγορεύειν, ἀριθμῷ μὲν ὧν ὀνόματα πλείω τὸ δὲ πρᾶγμα ἕν, οἷον λώπιον καὶ ἱμάτιον, εἴδει δὲ ὅσα πλείω ὄντα ἀδιάφορα κατὰ τὸ εἶδός ἐστι, καθάπερ ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ· τὰ γὰρ τοιαῦτα τῷ εἴδει λέγεται ταὐτά, ὅσα ὑπὸ ταὐτὸ εἶδος.
因为我们习惯于在数量上、种上或类上称呼“相同”:在数量上,是指那些有多个名字但事物是一个的情况,例如外套和衣服;在种上,是指那些虽然有多个,但在种上没有区别的情况,例如人与人、马与马;因为所有属于相同种的事物,都被称为在种上相同。
Ὁμοίως δὲ καὶ γένει ταὐτά, ὅσα ὑπὸ ταὐτὸ γένος ἐστίν, οἷον ἵππος ἀνθρώπῳ.
同样,在类上相同,是指所有属于相同类的事物,例如马与人。
Δόξειε δ᾿ ἂν τὸ ἀπὸ τῆς αὐτῆς κρήνης ὕδωρ ταὐτὸν λεγόμενον ἔχειν τινὰ διαφορὰν παρὰ τοὺς εἰρημένους τρόπους· οὐ μὴν ἀλλὰ καὶ τὸ τοιοῦτόν γε ἐν τῷ αὐτῷ τετάχθω τοῖς καθ᾿ ἓν εἶδος ὁπωσοῦν λεγομένοις.
而从同一泉源流出的水被称为“相同”,似乎与上述方式有些许不同;然而,让这种事物也被归入无论以何种方式根据一个种来说的相同事物之中。
Ἅπαντα γὰρ τὰ τοιαῦτα συγγενῆ καὶ παραπλήσια ἀλλήλοις ἔοικεν εἶναι.
因为所有这些事物之间似乎都是同族的、相似的。
Πᾶν μὲν γὰρ ὕδωρ παντὶ ταὐτὸν τῷ εἴδει λέγεται διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα, τὸ δ᾿ ἀπὸ τῆς αὐτῆς κρήνης ὕδωρ οὐδενὶ ἄλλῳ διαφέρει ἀλλ᾿ ἢ τῷ σφοδροτέραν εἶναι τὴν ὁμοιότητα· διὸ οὐ χωρίζομεν αὐτὸ τῶν καθ᾿ ἓν εἶδος ὁπωσοῦν λεγομένων.
因为所有的水由于具有某种相似性而被说成是在种上相同的,而从同一泉源流出的水,除了相似性更为强烈之外,并没有其他不同;因此我们不把它与无论以何种方式根据一个种来说的事物分开。
Μάλιστα δ᾿ ὁμολογουμένως τὸ ἓν ἀριθμῷ ταὐτὸν παρὰ πᾶσι δοκεῖ λέγεσθαι.
而大家最公认的,¦p.265 是在数量上为一的“相同”,这似乎在所有人看来都是如此。
Εἴωθε δὲ καὶ τοῦτο ἀποδίδοσθαι πλεοναχῶς, κυριώτατα μὲν καὶ πρώτως ὅταν ὀνόματι ἢ ὅρῳ τὸ ταὐτὸν ἀποδοθῇ, καθάπερ ἱμάτιον λωπίῳ καὶ ζῷον πεζὸν δίπουν ἀνθρώπῳ, δεύτερον δ᾿ ὅταν τῷ ἰδίῳ, καθάπερ τὸ ἐπιστήμης δεκτικὸν ἀνθρώπῳ καὶ τὸ τῇ φύσει ἄνω φερόμενον πυρί, τρίτον δ᾿ ὅταν ἀπὸ τοῦ συμβεβηκότος, οἷον τὸ καθήμενον ἢ τὸ μουσικὸν Σωκράτει.
而这也习惯于以多种方式被给出,最主要且首要的是当相同是通过名称或定义被给出时,例如衣服相对于外套,以及双足两行陆生动物相对于人;第二是当通过固有属性被给出时,例如可以接受知识的能力相对于人,以及由于自然而向上运动的性质相对于火;第三是当基于偶性时,例如坐着或懂音乐相对于苏格拉底。
Πάντα γὰρ ταῦτα τὸ ἓν ἀριθμῷ βούλεται σημαίνειν.
因为所有这些都旨在表示数量上的一。
Ὅτι δ᾿ ἀληθὲς τὸ νῦν ῥηθέν ἐστιν, ἐκ τῶν μεταβαλλόντων τὰς προσηγορίας μάλιστ᾿ ἄν τις καταμάθοι.
而刚才所说的是真实的,这从改变称呼的人身上最容易理解。
Πολλάκις γὰρ ἐπιτάσσοντες ὀνόματι καλέσαι τινὰ τῶν καθημένων μεταβάλλομεν, ὅταν τύχῃ μὴ συνιεὶς ᾧ τὴν πρόσταξιν ποιούμεθα, ὡς ἀπὸ τοῦ συμβεβηκότος αὐτοῦ μᾶλλον συνήσοντος, καὶ κελεύομεν τὸν καθήμενον ἢ διαλεγόμενον καλέσαι πρὸς ἡμᾶς, δῆλον ὡς ταὐτὸν ὑπολαμβάνοντες κατά τε τοὔνομα καὶ κατὰ τὸ συμβεβηκὸς σημαίνειν.
因为我们常常在命令叫一个坐着的人的名字时做出改变,如果碰巧接受命令的人不理解,我们就会认为他更容易通过其偶性来理解,并吩咐他去叫那个坐着或正在谈话的人到我们这里来,这显然是假设通过名称和通过偶性表示的是同一个东西。
§1.8Τὸ μὲν οὖν ταὐτόν, καθάπερ εἴρηται, τριχῇ διῃρήσθω.
那么,如前所说,“相同”就分为这三种。
ὅτι δ᾿ ἐκ τῶν πρότερον εἰρημένων οἱ λόγοι καὶ διὰ τούτων καὶ πρὸς ταῦτα, μία μὲν πίστις ἡ διὰ τῆς ἐπαγωγῆς· εἰ γάρ τις ἐπισκοποίη ἑκάστην τῶν προτάσεων καὶ τῶν προβλημάτων, φαίνοιτ᾿ ἂν ἢ ἀπὸ τοῦ ὅρου ἢ ἀπὸ τοῦ ἰδίου ἢ ἀπὸ τοῦ γένους ἢ ἀπὸ τοῦ συμβεβηκότος γεγενημένη.
而关于论证源于前面所说的事物,并且通过这些并针对这些,一个证明是通过归纳:因为如果有人考察每一个前提和每一个问题,就会发现它们要么源于定义,要么源于固有属性,要么源于类,要么源于偶性。
Ἄλλη δὲ πίστις ἡ διὰ συλλογισμοῦ.
另一个证明是通过推理。
Ἀνάγκη γὰρ πᾶν τὸ περί τινος κατηγορούμενον ἤτοι ἀντικατηγορεῖσθαι τοῦ πράγματος ἢ μή.
因为必然的是,任何关于某物的述说,要么与该事物可换位,要么不能。
Καὶ εἰ μὲν ἀντικατηγορεῖται, ὅρος ἢ ἴδιον ἂν εἴη· εἰ μὲν γὰρ σημαίνει τὸ τί ἦν εἶναι, ὅρος, εἰ δὲ μὴ σημαίνει, ἴδιον·
如果可以换位,它就是定义或固有属性:因为如果它表示本质,就是定义;如果不表示,就是固有属性。
τοῦτο γὰρ ἦν ἴδιον, τὸ ἀντικατηγορούμενον μέν, μὴ σημαῖνον δὲ τὸ τί ἦν εἶναι.
因为所谓固有属性,就是可以换位但不表示本质的东西。
Εἰ δὲ μὴ ἀντικατηγορεῖται τοῦ πράγματος, ἤτοι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου λεγομένων ἐστὶν ἢ οὔ.
如果它不能与该事物换位,那么它要么是该主体的定义中所说的事物之一,要么不是。
Καὶ εἰ μὲν τῶν ἐν τῷ ὁρισμῷ λεγομένων, γένος ἢ διαφορὰ ἂν εἴη, ἐπειδὴ ὁ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν φορῶν ἐστίν· εἰ δὲ μὴ τῶν ἐν τῷ ὁρισμῷ λεγομένων ἐστί, δῆλον ὅτι συμβεβηκὸς ἂν εἴη·
如果是定义中所说的事物,它就是类或种差,因为定义是由类和种差¦p.266 组成的;但如果它不是定义中所说的事物,显然它就是偶性。
τὸ γὰρ συμβεβηκὸς ἐλέγετο ὃ μήτε ὅρος μήτε γένος μήτε ἴδιόν ἐστιν, ὑπάρχει δὲ τῷ πράγματι.
因为偶性曾被称为既非定义、亦非类、亦非固有属性,却属于该事物的东西。